274
γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Οὕτω τοὺς παῖδας ἐξεκάθαρεν ὁ Ἰώβ. Ὁ γὰρ ὑπὲρ ἀδήλων θυσίας ἀναφέρων, πολλῷ μᾶλλον τῶν δήλων εὐθύνας ἀπῄτει. Ἀλλ' ἡμεῖς οὐχ οὕτω ποιοῦμεν, ἀλλὰ τοὐναντίον ἅπαν. Ὁμοῦ τε γὰρ κατεκλίθημεν, καὶ τὰ βιωτικὰ στρέφομεν ἅπαντα· καὶ οἱ μὲν ἀκαθάρτους εἰσάγουσι λογισμοὺς, οἱ δὲ δανείσματα καὶ συμβόλαια καὶ φροντίδας ἐπικήρους. Καὶ θυγατέρα μὲν ἔχοντες παρθενευομένην, ἀκριβῶς 57.456 φυλάττομεν ὃ δὲ θυγατρὸς ἡμῖν τιμιώτερον, ἡ ψυχὴ, ταύτην ἐῶμεν πορνεύεσθαι καὶ μολύνεσθαι, μυρίας ἐπεισάγοντες ἐννοίας πονηράς· κἂν ὁ τῆς πλεονεξίας ἔρως, κἂν ὁ τῆς τρυφῆς, κἂν ὁ τῶν λαμπρῶν σωμάτων, κἂν ὁ τοῦ θυμοῦ. κἂν ὁστισοῦν ἕτερος ἐπεισελθεῖν βούληται, τὰς θύρας ἀναπετάσαντες ἕλκομεν καὶ καλοῦμεν, καὶ μετὰ ἀδείας αὐτῇ παρέχομεν μίγνυσθαι. Οὗ τί γένοιτ' ἂν βαρβαρικώτερον, τὴν πάντων ἡμῖν τιμιωτέραν ψυχὴν ὑπὸ τοσούτων μοιχῶν ὑβριζομένην περιορᾷν, καὶ μέχρι τοσούτου συγγινομένην, ἕως ἂν κορεσθῶσιν ἐκεῖνοι; Ὅπερ οὐδέποτε ἔσται. ∆ιὰ δὴ τοῦτο ὅταν ὕπνος καταλάβῃ, τότε μόνον ἀφίστανται· μᾶλλον δὲ οὐδὲ τότε· καὶ γὰρ τὰ ὀνείρατα καὶ αἱ φαντασίαι τὰ αὐτὰ αὐτῇ φέρουσιν εἴδωλα. Ὅθεν καὶ ἡμέρας γενομένης, ἡ τοιαῦτα φανταζομένη ψυχὴ καὶ εἰς τὸ ἔργον τῶν φαντασιῶν ἐκείνων πολλάκις ἐξέπεσε. Σὺ δὲ τῇ μὲν κόρῃ τῶν ὀφθαλμῶν οὐδὲ μικρὰν κόνιν ἐπεισελθεῖν ἐᾷς, τὴν δὲ ψυχὴν φορυτὸν τοσούτων κακῶν ἐπισυρομένην περιορᾷς; Πότε οὖν τὴν κόπρον ταύτην ἐξαντλῆσαι δυνησόμεθα, ἢν καθ' ἑκάστην ἡμέραν ἀποτιθέμεθα; πότε τὰς ἀκάνθας ἐκτεμεῖν; πότε τὰ σπέρματα καταβαλεῖν; Οὐκ οἶσθα, ὅτι τοῦ ἀμήτου λοιπὸν ἐφέστηκεν ὁ καιρός; Ἡμεῖς δὲ οὐδὲ ἐνεώσαμεν οὐδέπω τὰς ἀρούρας. Ἂν οὖν παραγένηται ὁ γεωργὸς καὶ ἐγκαλῇ, τί ἐροῦμεν; τί δὲ ἀποκρινούμεθα; Ὅτι τὰ σπέρματα οὐδεὶς ἔδωκε; Καὶ μὴν καθ' ἑκάστην καταβάλλεται ταῦτα τὴν ἡμέραν. Ἀλλ' ὅτι τὰς ἀκάνθας οὐδεὶς ἐξέτεμε; Καὶ μὴν καθ' ἑκάστην ἡμέραν τὴν δρεπάνην θήγομεν. Ἀλλ' αἱ βιωτικαὶ περιέλκουσιν ἀνάγκαι; Καὶ διατί μὴ ἐσταύρωσας σαυτὸν τῷ κόσμῳ; Εἰ γὰρ ὁ τὸ δοθὲν ἀποδιδοὺς μόνον πονηρὸς, ἐπειδὴ μὴ ἐδιπλασίασεν· ὁ καὶ τοῦτο διαφθείρας, τί ἀκούσεται; Εἰ ἐκεῖνος δεθεὶς ἐξηνέχθη ὅπου ὁ βρυγμὸς τῶν ὀδόντων, ἡμεῖς τί πεισόμεθα, μυρίων ἡμᾶς ἑλκόντων ἐπ' ἀρετὴν, ἀναδυόμενοι καὶ ὀκνοῦντες; Τί γὰρ οὐχ ἱκανόν σε προτρέψαι; Οὐχ ὁρᾷς τὸ εὐτελὲς τοῦ βίου; τὸ ἄδηλον τῆς ζωῆς; τὸν πόνον τὸν ἐν τοῖς παροῦσι; τὸν ἱδρῶτα; Μὴ γὰρ τὴν μὲν ἀρετὴν μετὰ πόνου, τὴν δὲ κακίαν ἄνευ πόνου ἔστι μετελθεῖν; Εἰ οὖν καὶ ἐνταῦθα καὶ ἐκεῖ πόνος, διατί μὴ ταύτην εἵλου τὴν πολὺ τὸ κέρδος ἔχουσαν; Μᾶλλον δὲ ἔστι τινὰ τῆς ἀρετῆς, ἃ μηδὲ πόνον ἔχει. Ποῖος γὰρ πόνος τὸ μὴ κακηγορεῖν, μηδὲ ψεύδεσθαι, τὸ μὴ ὀμνύναι, τὸ τὴν ὀργὴν ἀφιέναι τῷ πλησίον; Τοὐναντίον μὲν οὖν τὸ ταῦτα ποιεῖν ἐπίπονον, καὶ πολλὴν φέρει τὴν φροντίδα. Τίς οὖν ἡμῖν ἔσται ἀπολογία, ποία συγγνώμη, μηδὲ ταῦτα κατορθοῦσιν; Ἀπὸ γὰρ τούτων δῆλον, ὅτι καὶ τὰ ἐπιπονώτερα ἀπὸ ῥᾳθυμίας ἡμᾶς διαφεύγει καὶ ὄκνου. Ἅπερ ἅπαντα ἐννοήσαντες, φύγωμεν κακίαν, ἑλώμεθα ἀρετήν· ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 57.455 ΟΜΙΛΙΑ ΜΓʹ. Τότε ἀπεκρίθησαν αὐτῷ τινες τῶν γραμματέων καὶ Φαρισαίων, λέγοντες· «∆ιδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.» Ὁ δὲ ἀποκριθεὶς εἶπε· «Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.» αʹ. Ἆρά τι γένοιτ' ἂν τούτων ἀνοητότερον, οὐκ ἀσεβέστερον μόνον; οἳ μετὰ τοσαῦτα σημεῖα, ὡς οὐδενὸς 57.456 γενομένου, λέγουσι· Θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν. Τίνος οὖν ἕνεκεν τοῦτο ἔλεγον; Ἵνα ἐπιλάβωνται πάλιν. Ἐπειδὴ γὰρ ἀπὸ τῶν ῥημάτων αὐτοὺς ἐπεστόμισε, καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, καὶ τὴν ἀναίσχυντον ἔφραξε γλῶτταν, ἐπὶ τὰ ἔργα πάλιν ἔρχονται· ὅπερ καὶ θαυμάζων πάλιν ὁ εὐαγγελιστὴς ἔλεγε· Τότε ἀπεκρίθησαν αὐτῷ τινες τῶν γραμματέων, σημεῖον αἰτοῦν 57.457 τες. Τότε, πότε; Ὅτε ὑποκύπτειν ἐχρῆν, ὅτε