275
θαυμάζειν· ὅτε ἐκπλήττεσθαι καὶ παραχωρεῖν, τότε τῆς πονηρίας οὐκ ἀφίστανται. Ὅρα δὲ καὶ τὰ ῥήματα κολακείας γέμοντα καὶ εἰρωνείας. Προσεδόκων γὰρ αὐτὸν ἐπισπάσασθαι διὰ τούτων. Καὶ νῦν μὲν ὑβρίζουσι, νῦν δὲ κολακεύουσι· νῦν μὲν δαιμονῶντα καλοῦντες, νῦν δὲ διδάσκαλον· ἀμφότερα ἀπὸ πονηρᾶς γνώμης, εἰ καὶ ἐναντία τὰ λεγόμενα. ∆ιὰ τοῦτο αὐτῶν καὶ σφόδρα καθάπτεται. Καὶ ὅτε μὲν αὐτὸν τραχέως ἠρώτων καὶ ὕβριζον, ἐπιεικῶς αὐτοῖς διελέγετο· ὅτε δὲ ἐκολάκευον, ὑβριστικῶς καὶ μετὰ πολλῆς τῆς σφοδρότητος, δεικνὺς ὅτι ἑκατέρου τοῦ πάθους ἐστὶν ἀνώτερος, καὶ οὔτε τότε εἰς ὀργὴν ἐξάγεται. οὔτε νῦν ὑπὸ κολακείας μαλακίζεται. Ὅρα δὲ καὶ τὴν ὕβριν οὐχ ἁπλῶς λοιδορίαν οὖσαν, ἀλλ' ἀπόδειξιν ἔχουσαν τῆς πονηρίας αὐτῶν. Τί γάρ φησι; Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τί θαυμαστὸν, εἰ ἐπ' ἐμοῦ ταῦτα ποιεῖτε τοῦ τέως ἀγνοουμένου παρ' ὑμῶν, ὅπου γε καὶ ἐπὶ τοῦ Πατρὸς, οὗ τοσαύτην ἐλάβετε πεῖραν, τὸ αὐτὸ τοῦτο πεποιήκατε· καταλιπόντες αὐτὸν, ἐπὶ τοὺς δαίμονας ἐτρέχετε, ἐραστὰς ἐπισπώμενοι πονηρούς; ὃ συνεχῶς αὐτοῖς καὶ ὁ Ἰεζεχιὴλ ὠνείδιζε. Ταῦτα δὲ ἔλεγε, δεικνὺς ἑαυτὸν τῷ Πατρὶ συμφωνοῦντα, καὶ τούτους οὐδὲν ξένον ποιοῦντας, καὶ τὰ ἀπόῤῥητα αὐτῶν ἐκκαλύπτων· καὶ ὅτι μεθ' ὑποκρίσεως καὶ ὡς ἐχθροὶ ᾔτουν. ∆ιὰ τοῦτο αὐτοὺς εἶπε γενεὰν πονηρὰν, ὅτι ἀγνώμονες ἀεὶ γεγόνασι περὶ τοὺς εὐεργέτας, ὅτι εὖ πάσχοντες γίνονται χείρους· ὅπερ ἐσχάτης ἐστὶ πονηρίας. Μοιχαλίδα δὲ ἐκάλεσε καὶ τὴν προτέραν καὶ τὴν παροῦσαν ἀπιστίαν δηλῶν· ὅθεν δείκνυσιν ἑαυτὸν πάλιν τῷ Πατρὶ ἴσον, εἴγε καὶ τὸ μὴ πιστεῦσαι αὐτῷ μοιχαλίδα ποιεῖ. Εἶτα ὑβρίσας, τί φησι; Καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. Ἤδη τὸν περὶ τῆς ἀναστάσεως προανακρούεται λόγον, καὶ πιστοῦται αὐτὸν ἀπὸ τοῦ τύπου. Τί οὖν; οὐκ ἐδόθη αὐτῇ σημεῖον; φησίν. Οὐκ ἐδόθη αὐτῇ αἰτούσῃ. Οὐ γὰρ ὥστε αὐτοὺς ἐνάγειν ἐποίει τὰ σημεῖα (ᾔδει γὰρ πεπωρωμένους), ἀλλ' ὥστε ἑτέρους διορθοῦν. Ἢ τοῦτο οὖν ἔστιν εἰπεῖν, ἢ ὅτι τοιοῦτον οὐ λήψονται σημεῖον, οἷον ἐκεῖνο. Σημεῖον γὰρ αὐτοῖς γέγονεν, ὅτε διὰ τῆς οἰκείας κολάσεως ἔγνωσαν αὐτοῦ τὴν δύναμιν. Ἐνταῦθα τοίνυν ἀπειλῶν λέγει, καὶ τοῦτο αὐτὸ αἰνιττόμενος, ὡσανεὶ ἔλεγε· Μυρίας εὐεργεσίας ἐπεδειξάμην· οὐδὲν τούτων ὑμᾶς ἐπεσπάσατο, οὐδὲ ἠθελήσατε προσκυνῆσαί μου τὴν δύναμιν. Γνώσεσθε τοίνυν διὰ τῶν ἐναντίων τὴν ἰσχὺν τὴν ἐμὴν, ὅταν τὴν πόλιν χαμαὶ ἐῤῥιμμένην ἴδητε, ὅτε καὶ τὰ τείχη περιῃρημένα, ὅτε τὸν ναὸν ἐρείπιον γεγενημένον, ὅταν καὶ τῆς πολιτείας καὶ τῆς ἐλευθερίας ἐκπέσητε τῆς προτέρας, καὶ πάλιν ἄοικοι καὶ φυγάδες πανταχοῦ περιέρχησθε. Πάντα γὰρ ταῦτα μετὰ τὸν σταυρὸν γέγονε. Ταῦτα οὖν ὑμῖν ἀντὶ σημείων ἔσται μεγάλων. Καὶ γὰρ σφόδρα μέγα σημεῖόν ἐστι, τὸ ἀκίνητα αὐτῶν μένειν τὰ κακὰ, τὸ μυρίων ἐπιχειρησάντων μηδένα δυνηθῆναι διορθῶσαι τὴν ἅπαξ κατ' αὐτῶν ἐξενεχθεῖσαν δίκην. Ἀλλὰ ταῦτα μὲν οὐ λέγει, καταλιμπάνει δὲ τῷ μετὰ ταῦτα χρόνῳ γενέσθαι αὐτοῖς σαφῆ· τέως δὲ τὸν περὶ τῆς ἀναστάσεως γυμνάζει λόγον, ὃν ἔμελλον εἴσεσθαι δι' ὧν ἔμελλον ὕστερον ὑπομένειν. Ὥσπερ γὰρ ἦν Ἰωνᾶς, φησὶν, ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ 57.458 ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Φανερῶς μὲν γὰρ οὐκ εἶπεν, ὅτι ἀναστήσεται· ἐπεὶ ἂν καὶ κατεγέλασαν· ᾐνίξατο δὲ οὕτως, ὡς ἐκείνους πιστεῦσαι ὅτι προῄδει. Ὅτι γὰρ ᾔδεσαν, λέγουσι πρὸς τὸν Πιλάτον· Εἶπε, φησὶν, ὁ πλάνος ἐκεῖνος ἔτι ζῶν, Μετὰ τρεῖς ἡμέρας ἀναστήσομαι· καίτοιγε οἱ μαθηταὶ τοῦτο ἠγνόουν· καὶ γὰρ ἀσυνετώτεροι αὐτῶν ἔμπροσθεν ἦσαν· διὸ καὶ αὐτοκατάκριτοι γεγόνασιν· οὗτοι. βʹ. Ὅρα δὲ πῶς καὶ αἰνιττόμενος ἀκριβῶς αὐτὸ τίθησιν. Οὐ γὰρ εἶπεν, Ἐν τῇ γῇ, ἀλλ', Ἐν τῇ καρδίᾳ τῆς γῆς, ἵνα καὶ τὸν τάφον δηλώσῃ, καὶ μηδεὶς δόκησιν ὑποπτεύσῃ. Καὶ τρεῖς δὲ ἡμέρας διὰ τοῦτο συνεχώρησεν, ἵνα πιστευθῇ ὅτι ἀπέθανεν. Οὐ γὰρ τῷ σταυρῷ αὐτὸ μόνον βεβαιοῦται, καὶ τῇ πάντων ὄψει, ἀλλὰ καὶ τῷ χρόνῳ τῶν ἡμερῶν. Τῇ μὲν γὰρ ἀναστάσει πᾶς ὁ μετὰ