277
κατὰ σάρκα, καὶ προγόνων τῶν αὐτῶν. Καὶ πολλὰ δὲ ἕτερα ἄν τις συναγάγοι, τὸ πλέον ἐπιζητῶν. γʹ. Αὐτὸς δὲ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ ἕτερον προστίθησι παράδειγμα, λέγων ὅτι Καὶ βασίλισσα Νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινεῖ αὐτούς· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος· καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε. Τοῦτο τοῦ προτέρου πλέον ἦν. Ὁ μὲν γὰρ Ἰωνᾶς πρὸς ἐκείνους ἀπῆλθεν· ἡ δὲ βασίλισσα τοῦ Νότου οὐκ ἀνέμεινε τὸν Σολομῶνα πρὸς αὐτὴν ἐλθεῖν, ἀλλ' αὐτὴ πρὸς αὐτὸν παρεγένετο, καὶ γυνὴ καὶ βάρβαρος οὖσα, καὶ τοσοῦτον ἀφεστηκυῖα, οὐκ ἀπειλῆς ἐπικειμένης, οὐ θάνατον δεδοικυῖα, ἀλλ' ἔρωτι ῥημάτων μόνον σοφῶν. Ἀλλ' ἰδοὺ καὶ πλεῖον Σολομῶνος ὧδε. Ἐκεῖ μὲν γὰρ ἡ γυνὴ παρεγένετο, ἐνταῦθα δὲ ἐγὼ ἦλθον. Καὶ ἡ μὲν ἀπὸ τῶν περάτων τῆς γῆς ἀνέστη, ἐγὼ δὲ καὶ πόλεις καὶ κώμας περιέρχομαι. Κἀκεῖνος μὲν ὑπὲρ δένδρων καὶ ξύλων διελέγετο, τὰ μηδὲν μέγα ὠφελῆσαι τὴν παραγενομένην δυνάμενα· ἐγὼ δὲ ὑπὲρ ἀποῤῥήτων πραγμάτων καὶ μυστηρίων φρικωδεστάτων. Ἐπεὶ οὖν αὐτοὺς κατέκρινε, δείξας ἐκ πολλοῦ τοῦ περιόντος ἀσύγγνωστα ἁμαρτάνοντας, καὶ τῆς αὐτῶν ἀγνωμοσύνης, οὐ τῆς τοῦ διδασκάλου ἀσθενείας, τὴν παρακοὴν οὖσαν, καὶ τοῦτο ἀπό τε ἄλλων πολλῶν, καὶ τῶν Νινευϊτῶν καὶ τῆς βασιλίσσης ἀπέδειξε· τότε λέγει καὶ τὴν καταληψομένην αὐτοὺς κόλασιν· αἰνιγματωδῶς μὲν, λέγει δὲ ὅμως, πολὺν τὸν φόβον ἐνυφαίνων τῷ διηγήματι. Ὅταν γὰρ, φησὶν, ἐξέλθῃ τὸ ἀκάθαρτον πνεῦμα ἐκ τοῦ ἀνθρώπου, πορεύεται δι' ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν· καὶ μὴ εὑρίσκον, λέγει· Ἐπιστρέψω εἰς τὸν οἶκόν μου, ὅθεν ἐξῆλθον. Καὶ ἐλθὸν, εὑρίσκει σχολάζοντα καὶ σεσαρωμένον καὶ κεκοσμημένον. 57.460 Τότε πορεύεται, καὶ παραλαμβάνει μεθ' ἑαυτοῦ ἕτερα ἑπτὰ πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. Οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ. Ἐντεῦθεν δείκνυσιν, ὅτι οὐκ ἐν τῷ μέλλοντι αἰῶνι μόνον, ἀλλὰ καὶ ἐνταῦθα χαλεπώτατα πείσονται. Ἐπειδὴ γὰρ εἶπεν, Ἄνδρες Νινευῗται ἀναστήσονται ἐν τῇ κρίσει, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην· ἵνα μὴ διὰ τὴν τοῦ χρόνου μέλλησιν καταφρονήσωσι, καὶ ῥᾳθυμότεροι γένωνται, ἐντεῦθεν ἐφίστησιν αὐτοῖς τὰ δεινά. Ὃ καὶ ὁ προφήτης Ὠσηὲ αὐτοῖς ἀπειλῶν ἔλεγεν, ὅτι ἔσονται, Ὥσπερ ὁ προφήτης ὁ παρεξεστηκὼς, ἄνθρωπος ὁ πνευματοφόρος· τουτέστιν, ὥσπερ οἱ μαινόμενοι καὶ βακχευόμενοι ὑπὸ τῶν πονηρῶν πνευμάτων, οἱ ψευδοπροφῆται. Προφήτην γὰρ ἐνταῦθα παρεξεστηκότα τὸν ψευδοπροφήτην φησὶν, οἷοί εἰσιν οἱ μάντεις. Τοῦτο δὴ καὶ ὁ Χριστὸς δηλῶν φησιν, ὅτι τὰ ἔσχατα πείσονται. Εἶδες πῶς πανταχόθεν αὐτοὺς ὠθεῖ ἐπὶ τὸ προσέχειν τοῖς λεγομένοις, ἀπὸ τῶν παρόντων, ἀπὸ τῶν μελλόντων, ἀπὸ τῶν εὐδοκιμησάντων (ἀπὸ τῶν Νινευϊτῶν λέγω καὶ τῆς βασιλίσσης), ἀπὸ τῶν προσκεκρουκότων Τυρίων καὶ Σοδομηνῶν; Ὃ καὶ οἱ προφῆται ἐποίουν, τοὺς υἱοὺς Ῥηχαβὶν παράγοντες, καὶ τὴν νύμφην τὴν οὐκ ἐπιλανθανομένην τοῦ κόσμου τοῦ οἰκείου καὶ τῆς στηθοδεσμίδος, καὶ τὸν βοῦν τὸν εἰδότα τὸν κτησάμενον, καὶ τὸν ὄνον τὸν τὴν φάτνην ἐπιγινώσκοντα. Οὕτω δὴ καὶ ἐνταῦθα ἀπὸ συγκρίσεως παραστήσας αὐτῶν τὴν ἀγνωμοσύνην, λέγει καὶ τὴν τιμωρίαν λοιπόν. Τί ποτ' οὖν ἐστι τὸ εἰρημένον; Καθάπερ οἱ δαιμονῶντες, φησὶν, ὅταν ἀπαλλαγῶσι τῆς ἀῤῥωστίας ἐκείνης, ἂν ῥᾳθυμότεροι γένωνται, χαλεπωτέραν ἐπισπῶνται καθ' ἑαυτῶν τὴν φαντασίαν· οὕτω καὶ ἐφ' ὑμῶν γίνεται. Καὶ γὰρ καὶ ἔμπροσθεν κατείχεσθε δαίμονι, ὅτε τὰ εἴδωλα προσεκυνεῖτε, καὶ τοὺς υἱοὺς ὑμῶν ἐσφάττετε τοῖς δαιμονίοις, πολλὴν ἐπιδεικνύμενοι μανίαν· ἀλλ' ὅμως οὐκ ἐγκατέλιπον ὑμᾶς, ἀλλ' ἐξέβαλον τὸν δαίμονα ἐκεῖνον διὰ τῶν προφητῶν, καὶ δι' ἐμαυτοῦ πάλιν ἦλθον ἐπὶ πλεῖον ἐκκαθᾶραι ὑμᾶς βουλόμενος. Ἐπεὶ οὖν οὐ βούλεσθε προσέχειν, ἀλλὰ καὶ εἰς πλείονα ἐξωκείλατε πονηρίαν (τοῦ γὰρ προφήτας ἀνελεῖν πολλῷ μεῖζον καὶ χαλεπώτερον τὸ καὶ αὐτὸν κατασφάξαι)· διὰ τοῦτο χαλεπώτερα