278
πείσεσθε τῶν προτέρων, τῶν κατὰ Βαβυλῶνα λέγω, καὶ κατ' Αἴγυπτον, καὶ κατὰ Ἀντίοχον τὸν πρῶτον. Τὰ γὰρ ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου συμβάντα αὐτοῖς πολλῷ μᾶλλον τούτων χαλεπώτερα. ∆ιὸ καὶ ἔλεγεν· Ἔσται θλῖψις μεγάλη, οἵα οὐδέποτε γέγονεν, οὐδὲ μὴ ἔσται. Οὐ τοῦτο δὲ μόνον δηλοῖ τὸ ὑπόδειγμα, ἀλλ' ὅτι καὶ ἀρετῆς ἁπάσης ἔσονται ἔρημοι καθόλου, καὶ τῇ τῶν δαιμόνων ἐνεργείᾳ εὐεπιχείρητοι μᾶλλον ἢ τότε. Τότε μὲν γὰρ εἰ καὶ ἡμάρτανον, ἀλλ' ὅμως ἦσαν καὶ οἱ κατορθοῦντες ἐν αὐτοῖς, καὶ παρῆν ἡ τοῦ Θεοῦ πρόνοια, καὶ ἡ τοῦ Πνεύματος χάρις, ἐπιμελουμένη, διορθουμένη, τὰ παρ' ἑαυτῆς ἅπαντα πληροῦσα· νυνὶ δὲ καὶ ταύτης καθόλου ἐρημωθήσονται τῆς κηδεμονίας, φησὶν, ὥστε καὶ ἀρετῆς πλείων σπάνις νῦν, καὶ συμφορᾶς ἐπίτασις, καὶ δαιμόνων ἐνέργεια τυραννικωτέρα. Ἴστε οὖν καὶ ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας, ὅτε ὁ πάντας ἀσεβείᾳ νικήσας Ἰουλιανὸς ἐξεβακχεύθη, πῶς μετὰ τῶν Ἑλλήνων ἑαυτοὺς ἔταττον, πῶς τὰ ἐκείνων ἐθεράπευον. Ὥστε κἂν μικρόν τι δοκῶσι σωφρονεῖν νῦν, διὰ τὸν τῶν βα 57.461 σιλέων φόβον ἡσυχάζουσιν· ὡς εἰ μὴ τοῦτο ἦν, πολλῷ τῶν προτέρων χαλεπώτερα ἐτόλμησαν ἄν. Ἐν γὰρ τοῖς ἄλλοις πονηροῖς ἔργοις νικῶσι τοὺς ἔμπροσθεν, γοητείας, μαγγανείας, ἀσελγείας μετὰ πολλῆς ἐπιδεικνύμενοι τῆς ὑπερβολῆς. Καὶ ἐν τοῖς ἄλλοις δὲ, καίτοι τοσούτῳ χαλινῷ κατεχόμενοι, πολλάκις ἐστασίασαν, καὶ βασιλέων κατεξανέστησαν, ὡς καὶ τοῖς ἐσχάτοις περιπαρῆναι κακοῖς. δʹ. Ποῦ νῦν εἰσιν οἱ τὰ σημεῖα ζητοῦντες; Ἀκουέτωσαν ὅτι γνώμης χρεία εὐγνώμονος· κἂν μὴ αὕτη παρῇ, σημείων οὐδὲν ὄφελος. Ἰδοὺ γοῦν οἱ μὲν Νινευῗται χωρὶς σημείων ἐπίστευσαν· οὗτοι δὲ μετὰ τοσαῦτα θαύματα χείρους ἐγένοντο, καὶ δαιμόνων ἀπείρων οἰκητήριον ἑαυτοὺς κατέστησαν, καὶ μυρίας ἐπεσπάσαντο συμφοράς· καὶ μάλα εἰκότως. Ὅταν γὰρ ἅπαξ τις ἐλευθερωθεὶς τῶν κακῶν μὴ σωφρονισθῇ, πολλῷ χαλεπώτερα πείσεται τῶν προτέρων. ∆ιὰ γὰρ τοῦτο εἶπεν, ὅτι οὐχ εὑρίσκει ἀνάπαυσιν, ἵνα δείξῃ ὅτι πάντως καὶ ἐξ ἀνάγκης λήψεται τὸν τοιοῦτον ἡ τῶν δαιμόνων ἐπιβουλή. Καὶ γὰρ ἀπὸ δύο τούτων σωφρονισθῆναι ἔδει, ἀπό τε τοῦ παθεῖν πρότερον, ἀπό τε τοῦ ἀπαλλαγῆναι· μᾶλλον δὲ καὶ τρίτον πρόσεστιν, ἡ τοῦ χείρονα πείσεσθαι ἀπειλή. Ἀλλ' ὅμως οὐδενὶ τούτων ἐγένοντο βελτίους. Ταῦτα μὴ πρὸς ἐκείνους μόνον, ἀλλὰ καὶ πρὸς ἡμᾶς εἰρῆσθαι καιρὸν ἂν ἔχοι, ὅταν φωτισθέντες καὶ τῶν προτέρων ἀπαλλαγέντες κακῶν, πάλιν τῆς αὐτῆς ἐχώμεθα πονηρίας· καὶ γὰρ χαλεπωτέρα λοιπὸν ἔσται ἡ κόλασις τῶν μετὰ ταῦτα ἁμαρτημάτων. ∆ιὰ τοῦτο καὶ τῷ παραλύτῳ ὁ Χριστὸς ἔλεγεν· Ἴδε, ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται· καὶ ταῦτα πρὸς ἄνθρωπον τριάκοντα ὀκτὼ ἔτη ἔχοντα ἐν τῇ ἀσθενείᾳ. Καὶ τί χεῖρον ἔμελλε, φησὶ, πείσεσθαι τούτων; Πολλῷ χεῖρον καὶ χαλεπώτερον. Μὴ γὰρ δὴ γένοιτο τοσαῦτα ἡμᾶς ὑπομένειν, ὅσα δυνάμεθα παθεῖν. Οὐδὲ γὰρ ἀπορεῖ τιμωριῶν ὁ Θεός. Κατὰ γὰρ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτω καὶ ἡ ὀργὴ αὐτοῦ. Τοῦτο καὶ τῇ Ἰερουσαλὴμ ἐγκαλεῖ διὰ τοῦ Ἰεζεχιήλ· Εἶδον γάρ σε, φησὶ, πεφυρμένην ἐν αἵματι, καὶ ἔλουσα καὶ ἔχρισα, καὶ ἐγένετό σοι ὄνομα ἐν τῷ κάλλει σου· καὶ ἐξεπόρνευσας, φησὶν, ἐπὶ τοὺς ὁμοροῦντάς σοι· διὸ καὶ χαλεπώτερα ἀπειλεῖ σοι ἁμαρτανούσῃ. Ἐντεῦθεν δὲ μὴ τὴν κόλασιν λογίζου μόνον, ἀλλὰ καὶ τὴν ἄπειρον τοῦ Θεοῦ μακροθυμίαν. Ποσάκις γοῦν τῶν αὐτῶν ἡψάμεθα κακῶν, καὶ ἔτι μακροθυμεῖ! Ἀλλὰ μὴ θαῤῥῶμεν, ἀλλὰ φοβηθῶμεν. Καὶ γὰρ ὁ Φαραὼ, εἰ ἐκ τῆς πρώτης πληγῆς ἐπαιδεύθη, οὐκ ἂν ἔλαβε πεῖραν τῶν ὑστέρων, οὐκ ἂν μετὰ ταῦτα ἅμα αὐτῷ τῷ στρατεύματι κατεποντίσθη. Ταῦτα δὲ λέγω, ἐπειδὴ πολλοὺς οἶδα κατὰ τὸν Φαραὼ καὶ νῦν λέγοντας, Οὐκ οἶδα τὸν Θεὸν, καὶ τῷ πηλῷ καὶ τῇ πλινθείᾳ προσηλοῦντας τοὺς ὑπευθύνους. Πόσοι, τοῦ Θεοῦ κελεύοντος ἀνιέναι τὴν ἀπειλὴν, οὐδὲ τὸν πόνον ἀνέχονται χαλάσαι; Ἀλλ' οὐκ ἔστιν Ἐρυθρὰν θάλατταν λοιπὸν διαβῆναι νῦν. Ἀλλὰ πέλαγός ἐστι πυρὸς, πέλαγος οὐ τοιοῦτον, οὐδὲ τοσοῦτον, ἀλλὰ πολλῷ μεῖζον καὶ ἀγριώτερον, ἐκ τοῦ πυρὸς ἔχον τὰ κύματα, πυρὸς ξένου τινὸς καὶ φρικώδους. Ἄβυσσός ἐστιν ἐκεῖ μεγάλη φλογὸς