279
χαλεπωτάτης. Πανταχοῦ γὰρ πῦρ περιτρέχον ἔστιν ἰδεῖν, ἀγρίῳ 57.462 τινὶ θηρίῳ ἐοικός. Εἰ γὰρ ἐνταῦθα τὸ αἰσθητὸν τοῦτο καὶ ὑλικὸν πῦρ, ὥσπερ θηρίον ἐκπηδῆσαν τῆς καμίνου, ἐφήλατο τοῖς ἔξω καθημένοις, τί οὐκ ἐργάσεται ἐκεῖνο τοὺς ἐμπεσόντας; Ἄκουσον περὶ τῆς ἡμέρας ἐκείνης λεγόντων τῶν προφητῶν· Ἡμέρα Κυρίου ἀνίατος, θυμοῦ καὶ ὀργῆς πλήρης. Οὐδεὶς γὰρ ἔσται ὁ παριστάμενος, οὐδεὶς ὁ ἐξαιρούμενος· οὐδαμοῦ τοῦ Χριστοῦ τὸ πρόσωπον τὸ ἥμερον καὶ γαληνόν. Ἀλλ' ὥσπερ οἱ τὰ μέταλλα ἐργαζόμενοι χαλεποῖς τισι παραδίδονται ἀνθρώποις, καὶ οὐδένα τῶν οἰκείων βλέπουσιν, ἀλλὰ τοὺς ἐφεστηκότας μόνους· οὕτω δὴ καὶ τότε· μᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ καὶ πολλῷ χαλεπώτερον. Ἐνταῦθα μὲν γὰρ δυνατὸν καὶ προσελθεῖν καὶ δεηθῆναι τοῦ βασιλέως, καὶ λῦσαι τὸν καταδικασθέντα· ἐκεῖ δὲ οὐκέτι· οὐ γὰρ ἐφίεται· ἀλλὰ μένουσιν ἀποτηγανιζόμενοι, καὶ τοσαύτην ὀδύνην ἔχοντες, ὅσην οὐδὲ εἰπεῖν δυνατόν. Εἰ γὰρ τῶν ἐνταῦθα καιομένων τὰς δριμείας ἀλγηδόνας οὐδεὶς δύναται παραστῆσαι λόγος, πολλῷ μᾶλλον τῶν ταῦτα ἐκεῖ πασχόντων. Ἐνταῦθα μὲν γὰρ ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὸ πᾶν γίνεται· ἐκεῖ δὲ καίεται μὲν, οὐ δαπανᾶται δὲ τὸ καιόμενον. Τί τοίνυν ποιήσομεν ἐκεῖ; Καὶ γὰρ πρὸς ἐμαυτὸν ταῦτα λέγω. Καὶ εἰ σὺ, φησὶν, ὁ διδάσκαλος, περὶ σεαυτοῦ ταῦτα λέγεις, οὐδὲν ἐμοὶ μέλει λοιπόν. Τί γὰρ θαυμαστὸν ἐμὲ κολάζεσθαι; Μὴ, παρακαλῶ, μηδεὶς ταύτην ζητείτω τὴν παραμυθίαν· οὐ γάρ ἐστιν αὕτη παραψυχή. Εἰπὲ γάρ μοι, οὐχὶ ἀσώματος δύναμις ἦν ὁ διάβολος; οὐ τῶν ἀνθρώπων βελτίων; Ἀλλ' ὅμως ἐξέπεσεν. Ἆρ' οὖν ἔστιν ὅστις παραμυθίαν ἐκ τοῦ μετ' ἐκείνου κολάζεσθαι λήψεται; Οὐδαμῶς. Τί δὲ οἱ ἐν Αἰγύπτῳ πάντες; οὐχὶ καὶ τοὺς ἐν ἀρχαῖς ἑώρων κολαζομένους, καὶ ἑκάστην οἰκίαν πένθος ἔχουσαν; Ἆρ' οὖν ἐντεῦθεν ἀνέπνευσαν καὶ παρεκλήθησαν; Οὐ δῆτα· καὶ δῆλον ἐξ ὧν μετὰ ταῦτα ἐποίησαν, ὥσπερ ὑπό τινος φλογὸς μαστιζόμενοι, συνεπιστάντες τῷ βασιλεῖ, καὶ ἀναγκάσαντες ἐκβαλεῖν τῶν Ἑβραίων τὸν δῆμον. Καὶ γὰρ σφόδρα ψυχρὸς οὗτος ὁ λόγος, τὸ νομίζειν παραμυθίαν φέρειν τὸ μετὰ πάντων κολάζεσθαι· τὸ λέγειν, ὡς πάντες καὶ ἐγώ. Τί γὰρ χρὴ λέγειν τὴν γέενναν; Ἐννόησόν μοι τοὺς ὑπὸ ποδαλγίας κατεχομένους, οἳ ὅταν ὑπὸ δριμείας ὀδύνης κατατείνωνται, κἂν μυρίους δείξῃς χαλεπώτερα πάσχοντας, οὐδ' εἰς νοῦν λαμβάνουσι. Τὸ γὰρ ἐπιτεταμένον τῆς ἀλγηδόνος οὐ συγχωρεῖ τῷ λογισμῷ σχολήν τινα ἔχειν, εἰς τὸ λογίσασθαι ἑτέρους καὶ παραμυθίαν εὑρεῖν. Μὴ τοίνυν ταῖς ψυχραῖς ταύταις ἐλπίσι τρεφώμεθα. Τὸ γὰρ δέξασθαι παραμυθίαν ἐκ τῶν τοῦ πέλας κακῶν, ἐν τοῖς συμμέτροις γίνεται τῶν παθῶν· ὅταν δὲ ὑπερέχῃ ἡ βάσανος, καὶ ζάλης ᾖ πάντα μεστὰ τὰ ἔνδον, καὶ μηδὲ ἑαυτὴν εἰδέναι ἡ ψυχὴ λοιπὸν ἔχῃ, πόθεν καρπώσεται παραμυθίαν; εʹ. Ὥστε γέλως πάντα ταῦτα τὰ ῥήματα, καὶ μῦθοι παίδων ἀνοήτων εἰσίν. Τοῦτο γὰρ, ὃ λέγεις, ἐν ἀθυμίᾳ συμβαίνει, καὶ ἐν ἀθυμίᾳ συμμέτρῳ, ὅταν ἀκούσωμεν, ὅτι ὁ δεῖνα τὸ αὐτὸ ἔπαθεν· ἔστι δὲ ὅτε οὐδὲ ἐν ἀθυμίᾳ· εἰ δὲ ἐκεῖ οὐδεμίαν ἰσχὺν ἔχει, πολλῷ μᾶλλον ἐν ὀδύνῃ καὶ πόνῳ ἀῤῥήτῳ, ἢν ὁ βρυγμὸς τῶν ὀδόντων δείκνυσι. Καὶ οἶδα μὲν φορτικὸς ὢν καὶ λυπῶν ὑμᾶς διὰ τῶν ῥημάτων τούτων· ἀλλὰ τί πάθω; Οὐ γὰρ 57.463 ἐβουλόμην ταῦτα λέγειν, ἀλλὰ καὶ ἐμαυτῷ καὶ πᾶσιν ὑμῖν ἀρετὴν συνειδέναι· ἐπειδὴ δὲ ἐν ἁμαρτήμασίν ἐσμεν οἱ πλείους, τίς ἄν μοι δοίη ἀληθῶς δυνηθῆναι λυπῆσαι ὑμᾶς, καὶ καθικέσθαι τῆς διανοίας τῶν ἀκροωμένων; Τότε ἂν οὕτως ἀνεπαυσάμην. Νῦν δὲ δέδοικα μή τινες καταφρονήσωσι τῶν λεγομένων, καὶ μείζων ἡ κόλασις διὰ τὴν ὀλιγωρίαν τῆς ἀκροάσεως γένηται. Οὐδὲ γὰρ εἰ, δεσπότου τινὸς ἀπειλοῦντος, τῶν συνδούλων τις ἀκούων κατεφρόνει τῆς ἀπειλῆς, ἀτιμωρητὶ παρέδραμεν ἂν αὐτὸν ὁ ἀγανακτήσας, ἀλλὰ καὶ τοῦτο ὑπόθεσις αὐτῷ κολάσεως ἂν ἐγένετο μείζονος. ∆ιὸ παρακαλῶ, κατανύξωμεν ἑαυτοὺς τῶν περὶ γεέννης ἀκούοντες λόγων. Οὐδὲ γὰρ ἥδιόν ἐστί τι τῆς διαλέξεως ταύτης, ἐπειδὴ τῶν πραγμάτων οὐδὲν πικρότερον. Καὶ πῶς ἡδὺ τὸ περὶ γεέννης ἀκοῦσαι; φησίν. Ἐπειδὴ ἀηδὲς τὸ εἰς γέενναν ἐμπεσεῖν, ὅπερ