281
ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 57.463 ΟΜΙΛΙΑ Μ∆ʹ. Ἔτι δὲ αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις, ἰδοὺ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ εἱστήκεισαν ἔξω, ζη τοῦντες αὐτῷ λαλῆσαι. Εἶπε δέ τις αὐτῷ· «Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασι, ζητοῦντές σοι λαλῆσαι.» Ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ εἰπόντι «Τίς ἐστιν ἡ μήτηρ μου, καὶ οἱ ἀδελφοί μου;» Καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς, εἶπεν· «Ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου.» αʹ. Ὅπερ πρώην ἔλεγον, ὅτι ἀρετῆς ἀπούσης ἅπαντα περιττὰ, τοῦτο καὶ νῦν μετὰ πολλῆς δείκνυται τῆς περιουσίας. Ἐγὼ μὲν γὰρ ἔλεγον, ὅτι καὶ ἡλικία, καὶ φύσις, καὶ τὸ ἔρημον οἰκεῖν, καὶ ὅσα τοιαῦτα ἀνόνητα, γνώμης οὐκ οὔσης ἀγαθῆς· σήμερον δὲ καὶ πλέον ἕτε 57.464 ρόν τι μανθάνομεν, ὅτι οὐδὲ τὸ κυοφορῆσαι τὸν Χριστὸν, καὶ τὸν θαυμαστὸν ἐκεῖνον τόκον τεκεῖν, ἔχει τι κέρδος, ἀρετῆς οὐκ οὔσης. Καὶ τοῦτο μάλιστα ἐντεῦθεν δῆλον. Ἔτι γὰρ αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις, φησὶν, εἶπέ τις αὐτῷ, ὅτι Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ζητοῦσί σε. Ὁ δὲ λέγει· Τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες οἱ ἀδελφοί μου; Ταῦτα δὲ ἔλεγεν, οὐκ ἐπαισχυνόμενος ἐπὶ τῇ μητρὶ, οὐδὲ ἀρνούμενος τὴν γεγεννηκυῖαν· εἰ γὰρ ἐπῃσχύνετο, οὐδ' ἂν διῆλθε διὰ τῆς μήτρας ἐκείνης· ἀλλὰ δηλῶν, ὅτι οὐδὲν ὄφελος αὐτῇ τούτου, εἰ μὴ τὰ δέοντα ποιεῖ ἅπαντα. Καὶ γὰρ ὅπερ ἐπεχείρησε, φιλοτιμίας ἦν περιττῆς· ἐβούλετο γὰρ ἐν 57.465 δείξασθαι τῷ δήμῳ, ὅτι κρατεῖ καὶ αὐθεντεῖ τοῦ παιδὸς, οὐδὲν οὐδέπω περὶ αὐτοῦ μέγα φανταζομένη· διὸ καὶ ἀκαίρως προσῆλθεν. Ὅρα γοῦν καὶ αὐτῆς καὶ ἐκείνων τὴν ἀπόνοιαν. ∆έον γὰρ εἰσελθόντας ἀκοῦσαι μετὰ τοῦ ὄχλου, ἢ μὴ τοῦτο βουλομένους ἀναμεῖναι καταλῦσαι τὸν λόγον, καὶ τότε προσελθεῖν· οἱ δὲ ἔξω καλοῦσιν αὐτὸν, καὶ ἐπὶ πάντων τοῦτο ποιοῦσι, φιλοτιμίαν ἐπιδεικνύμενοι περιττὴν, καὶ δεῖξαι θέλοντες, ὅτι μετὰ πολλῆς αὐτῷ ἐπιτάττουσι τῆς ἐξουσίας. Ὅπερ καὶ ὁ εὐαγγελιστὴς δείκνυται ἐγκαλῶν· αὐτὸ γὰρ τοῦτο αἰνιττόμενος οὕτως εἴρηκεν· Ἔτι αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις· ὡσανεὶ ἔλεγε· Μὴ γὰρ οὐκ ἦν καιρὸς ἕτερος; μὴ γὰρ οὐκ ἦν κατ' ἰδίαν διαλεχθῆναι; Τί δὲ καὶ λαλῆσαι ἐβούλοντο; Εἰ μὲν γὰρ ὑπὲρ τῶν τῆς ἀληθείας δογμάτων, κοινῇ ταῦτα προσθεῖναι ἐχρῆν, καὶ ἐπὶ πάντων εἰπεῖν, ὥστε καὶ τοὺς ἄλλους κερδάναι· εἰ δὲ περὶ ἑτέρων τῶν αὐτοῖς διαφερόντων, οὐκ ἐχρῆν οὕτω κατεπείγειν. Εἰ γὰρ πατέρα θάψαι οὐκ ἀφῆκεν, ἵνα μὴ διακόπτηται ἡ ἀκολούθησις, πολλῷ μᾶλλον τὴν αὐτοῦ δημηγορίαν καταλῦσαι οὐκ ἐχρῆν ὑπὲρ τῶν οὐδὲν προσηκόντων. Ὅθεν δῆλον, ὅτι κενοδοξίᾳ τοῦτο μόνον ἐποίουν· ὃ καὶ Ἰωάννης δηλῶν ἔλεγεν, ὅτι Οὐδὲ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν· καὶ τὰ ῥήματα δὲ αὐτῶν ἀπαγγέλλει τὰ πολλῆς γέμοντα ἀνοίας, λέγων ὅτι εἷλκον αὐτὸν ἐπὶ τὰ Ἱεροσόλυμα, δι' ἕτερον μὲν οὐδὲν, ἵνα δὲ αὐτοὶ δόξαν ἀπὸ τῶν ἐκείνου σημείων καρπώσωνται· Εἰ γὰρ ταῦτα ποιεῖς, φησὶ, δεῖξον σεαυτὸν τῷ κόσμῳ· οὐδεὶς γάρ τι ποιεῖ ἐν κρυπτῷ, καὶ ζητεῖ αὐτὸς φανερὸς εἶναι· ὅτε καὶ αὐτὸς αὐτοῖς ἐπετίμησε, τὴν σαρκικὴν αὐτῶν αἰτιώμενος γνώμην. Ἐπειδὴ γὰρ οἱ Ἰουδαῖοι ὠνείδιζον, καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱὸς, οὗ ἡμεῖς ἴσμεν τὸν πατέρα καὶ τὴν μητέρα; καὶ οἱ ἀδελφοὶ αὐτοῦ οὐχὶ παρ' ἡμῖν εἰσι; τὴν εὐτέλειαν βουλόμενοι τὴν ἀπὸ τοῦ γένους ἀποκρούεσθαι, ἐπὶ τὴν τῶν σημείων αὐτὸν ἐκάλουν ἐπίδειξιν. ∆ιὰ τοῦτο αὐτοὺς διακρούεται, τὸ πάθος αὐτῶν βουλόμενος ἰάσασθαι· ὡς εἴγε ἀρνήσασθαι ἤθελε τὴν μητέρα, ὅτε ἐκεῖνοι ὠνείδιζον, τότε ἂν ἠρνήσατο. Νῦν δὲ φαίνεται τοσαύτην αὐτῆς ποιούμενος πρόνοιαν, ὡς καὶ πρὸς αὐτῷ τῷ σταυρῷ τῷ πάντων μάλιστα ποθουμένῳ μαθητῇ παρακαταθέσθαι αὐτὴν, καὶ πολλὰ ὑπὲρ αὐτῆς ἐπισκῆψαι. Ἀλλ' οὐχὶ νῦν τοῦτο ποιεῖ, κηδόμενος αὐτῆς καὶ τῶν ἀδελφῶν. Ἐπειδὴ γὰρ ὡς ἀνθρώπῳ προσεῖχον ψιλῷ, καὶ ἐκενοδόξουν, τὸ νόσημα ἐκβάλλει, οὐχ ὑβρίζων, ἀλλὰ διορθούμενος. Σὺ δέ μοι μὴ τὰ ῥήματα ἐξέταζε μόνον τὰ ἐπιτίμησιν ἔχοντα σύμμετρον, ἀλλὰ καὶ τὴν ἀτοπίαν καὶ τὴν τόλμην τῶν ἀδελφῶν, ἣν ἐτόλμησαν, καὶ τὸν ἐπιτιμῶντα τίς ἦν· ὅτι οὐχὶ ψιλὸς