284
καὶ ἀπώλεσαν· τὰ δὲ οἱ πλούσιοι, καὶ ἀπέπνιξαν· τὰ δὲ οἱ χαῦνοι, καὶ προὔδωκαν; Οὐ βούλεται αὐτῶν σφόδρα καθικέσθαι, ὥστε μὴ εἰς ἀπόγνωσιν ἐμβαλεῖν, ἀλλὰ καταλιμπάνει τῷ συνειδότι τῶν ἀκουόντων τὸν ἔλεγχον. Οὐχ ὁ σπόρος δὲ τοῦτο ἔπαθε μόνον, ἀλλὰ καὶ ἡ σαγήνη. Πολλὰ γὰρ καὶ ἐκείνη ἤνεγκεν ἄχρηστα. Ταύτην δὲ λέγει τὴν παραβολὴν, τοὺς μαθητὰς ἀλείφων, καὶ παιδεύων, κἂν πλείους τῶν δεχομένων τὸν λόγον ὦσιν οἱ ἀπολλύμενοι, μὴ καταπίπτειν. Καὶ γὰρ ἐπὶ τοῦ ∆εσπότου τοῦτο γέγονε· καὶ ὁ πάντως προειδὼς, ὅτι ταῦτα ἔσται, οὐκ ἀπέστη τοῦ σπείρειν. Καὶ πῶς ἂν ἔχοι λόγον, φησὶν, ἐπὶ τὰς ἀκάνθας σπείρειν, ἐπὶ τὴν πέτραν, ἐπὶ τὴν ὁδόν; Ἐπὶ μὲν τῶν σπερμάτων καὶ τῆς γῆς, οὐκ ἂν ἔχοι λόγον· ἐπὶ δὲ τῶν ψυχῶν καὶ τῶν διδαγμάτων, καὶ πολὺν ἔχει τοῦτο τὸν ἔπαινον. Ὁ μὲν γὰρ γεωργὸς εἰκότως ἂν ἐγκαλοῖτο τοῦτο ποιῶν· οὐ γὰρ ἔνι τὴν πέτραν γενέσθαι γῆν, οὐδὲ τὴν ὁδὸν μὴ εἶναι ὁδὸν, οὐδὲ τὰς ἀκάνθας μὴ εἶναι ἀκάνθας· ἐπὶ δὲ τῶν λογικῶν οὐχ οὕτω. ∆υνατὸν γὰρ τὴν πέτραν μεταβληθῆναι, καὶ γενέσθαι γῆν λιπαράν· καὶ τὴν ὁδὸν μηκέτι καταπατεῖσθαι, μηδὲ προκεῖσθαι τοῖς παριοῦσιν ἅπασιν, ἀλλ' εἶναι ἄρουραν πίονα· καὶ τὰς ἀκάνθας ἀφανισθῆναι, καὶ πολλῆς ἀπολαύειν ἀδείας τὰ σπέρματα. Εἰ γὰρ μὴ ἐξῆν, οὐκ ἂν ἔσπειρεν οὗτος. Εἰ δὲ μὴ ἐγένετο ἐπὶ πάντων ἡ μεταβολὴ, οὐ παρὰ τὸν σπείραντα, ἀλλὰ παρὰ τοὺς μὴ βουλομένους μεταβληθῆναι. Αὐτὸς μὲν γὰρ τὸ αὐτοῦ πεποίηκεν· εἰ δὲ ἐκεῖνοι τὰ παρ' αὐτοῦ προὔδωκαν, ἀνεύθυνος αὐτὸς ὁ τοσαύτην φιλανθρωπίαν ἐπιδειξάμενος. Σὺ δέ μοι ἐκεῖνο σκόπει, ὅτι οὐ μία τῆς ἀπωλείας ἡ ὁδὸς, ἀλλὰ διάφοροι καὶ ἀλλήλων διεστηκυῖαι. Οἱ μὲν γὰρ τῇ ὁδῷ ἐοικότες εἰσὶν, οἱ βάναυσοι καὶ ῥᾴθυμοι καὶ ὀλίγωροι· οἱ δὲ ἐν τῇ πέτρᾳ, οἱ ἀσθενέστεροι μόνον. Ὁ γὰρ ἐπὶ τὰ πετρώδη σπαρεὶς, φησὶν, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν· οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ, ἀλλὰ πρόσκαιρός ἐστι· γενομένης δὲ θλίψεως ἣ διωγμοῦ διὰ τὸν λόγον, εὐθέως ἐσκανδαλίσθη. Παντὸς, φησὶν, ἀκούοντος τὸν λόγον τῆς ἀληθείας, καὶ μὴ συνιέντος, ἔρχεται ὁ Πονηρὸς, καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐκ τῆς καρδίας αὐτοῦ. Οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς. Οὐκ ἔστι δὲ ἴσον, μηδενὸς ἐπηρεάζοντος, μηδὲ ἀναμοχλεύοντος, τὴν διδασκαλίαν μαρανθῆναι, καὶ πειρασμῶν ἐπικειμένων. Οἱ δὲ ταῖς ἀκάνθαις προσεοικότες, πολλῷ τούτων ἀσυγγνωστότεροι. δʹ. Ἵν' οὖν μή τι τούτων πάθωμεν, ἐπικαλύψωμεν τῇ προθυμίᾳ τὰ λεγόμενα, καὶ τῇ διηνεκεῖ μνήμῃ. Εἰ γὰρ 57.469 καὶ ἁρπάζει ὁ διάβολος, ἀλλ' ἡμεῖς κύριοι τοῦ μὴ ἁρπαγῆναι· εἰ καὶ ξηραίνεται τὰ σπέρματα, οὐ παρὰ τὸν καύσωνα τοῦτο γίνεται (οὐ γὰρ εἶπεν, ὅτι διὰ τὸν καύσωνα ἐξηράνθη, ἀλλὰ διὰ τὸ μὴ ἔχειν ῥίζαν)· εἰ καὶ ἀποπνίγεται τὰ λεγόμενα, οὐ παρὰ τὰς ἀκάνθας, ἀλλὰ παρὰ τοὺς συγχωροῦντας ἀναβῆναι ταύτας. Ἔνεστι γὰρ, ἐὰν θέλῃς, κωλῦσαι τὴν πονηρὰν ταύτην βλάστην, καὶ τῷ πλούτῳ εἰς δέον χρήσασθαι. ∆ιὰ τοῦτο οὐκ εἶπεν, Ὁ αἰὼν, ἀλλ', Ἡ μέριμνα τοῦ αἰῶνος· οὐδὲ, Ὁ πλοῦτος, ἀλλ', Ἡ ἀπάτη τοῦ πλούτου. Μὴ τοίνυν τὰ πράγματα αἰτιώμεθα, ἀλλὰ τὴν γνώμην τὴν διεφθαρμένην. Ἔστι γὰρ καὶ πλουτεῖν, καὶ μὴ ἀπατᾶσθαι· καὶ ἐν τῷ αἰῶνι εἶναι τούτῳ, καὶ μὴ ἀποπνίγεσθαι ταῖς φροντίσι. Καὶ γὰρ δύο ἐλαττώματα ὁ πλοῦτος ἔχει ἐναντία· τὸ μὲν, κατατεῖνον καὶ ἐπισκοτοῦν, τὴν μέριμναν· τὸ δὲ, μαλακωτέρους ποιοῦν, τὴν τρυφήν. Καὶ καλῶς εἶπεν, Ἡ ἀπάτη τοῦ πλούτου. Πάντα γὰρ τὰ τοῦ πλούτου ἀπάτη· ὀνόματα γὰρ μόνον ἐστὶν, οὐκ ἐπὶ πραγμάτων κείμενα. Καὶ γὰρ ἡ ἡδονὴ, καὶ ἡ δόξα, καὶ ὁ καλλωπισμὸς, καὶ πάντα ταῦτα, φαντασία τίς ἐστιν, οὐ πραγμάτων ἀλήθεια. Εἰπὼν τοίνυν τοὺς τρόπους τῆς ἀπωλείας, ὕστερον τίθησι τὴν καλὴν γῆν, οὐκ ἀφιεὶς ἀπογνῶναι, ἀλλὰ διδοὺς ἐλπίδα μετανοίας, καὶ δεικνὺς, ὅτι δυνατὸν ἐκ τῶν εἰρημένων εἰς ταύτην μεταβαλεῖν. Καίτοι εἰ καὶ ἡ γῆ καλὴ, καὶ ὁ σπορεὺς εἷς, καὶ τὰ σπέρματα τὰ αὐτὰ, διατί ὃ μὲν ἑκατὸν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα ἤνεγκεν; Ἐνταῦθα πάλιν παρὰ τὴν φύσιν τῆς γῆς ἡ διαφορά· καὶ γὰρ ἔνθα ἂν καλὴ ἡ γῆ, πολλὴ ἐν αὐτῇ καὶ ἡ διαφορά. Ὁρᾷς οὐχὶ τὸν γεωργὸν αἴτιον