290
τῶν ἐκεῖ ἁπάντων ἀπολαύσομεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 58.475 ΟΜΙΛΙΑ Μʹ. Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς, λέγων· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ. Ἐν δὲ τῷ καθεύ δειν τοὺς ἀνθρώπους, ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς, καὶ ἔσπειρε ζιζάνια ἀναμέσον τοῦ σίτου, καὶ ἀπῆλθεν. Ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος, καὶ καρπὸν ἐποίησε, τότε ἐφάνη τὰ ζιζάνια. Προσελθόντες δὲ οἱ δοῦ λοι τοῦ οἰκοδεσπότου, εἶπον αὐτῷ· Κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ ἀγρῷ σου; πόθεν οὖν ἔχει ζιζάνια; Ὁ δὲ ἔφη αὐτοῖς· Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. Οἱ δὲ δοῦλοι εἶπον αὐτῷ· Θέλεις οὖν ἀπελθόντες συλλέξομεν αὐτά; Ὁ δὲ ἔφη, Οὔ· μήποτε συλλέγοντες τὰ ζιζάνια, ἐκρι ζώσητε ἅμα αὐτοῖς τὸν σῖτον. Ἄφετε οὖν συν αυξάνεσθαι ἀμφότερα ἄχρι τοῦ θερισμοῦ. αʹ. Τί τὸ μέσον ταύτης καὶ τῆς πρὸ ταύτης παραβολῆς; Ἐκεῖ τοὺς μηδὲ ὅλως προσεσχηκότας αὐτῷ φησιν, ἀλλ' ἀποπηδήσαντας καὶ τὸν σπόρον προεμένους· ἐνταῦθα δὲ, τῶν αἱρετικῶν λέγει τὰ συστήματα. Ἵνα γὰρ μηδὲ τοῦτο τοὺς μαθητὰς θορυβῇ, καὶ τοῦτο προλέγει, μετὰ τὸ διδάξαι αὐτοὺς διατί ἐν παραβολαῖς λαλεῖ. Ἐκείνη μὲν οὖν ἡ παραβολή φησιν, ὅτι οὐκ ἐδέξαντο· αὕτη δὲ, ὅτι καὶ φθορέας ἐδέξαντο. Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ διαβόλου μεθοδείας, τῇ ἀληθείᾳ ἀεὶ παρεισάγειν τὴν πλάνην, πολλὰ ἐπιχρωννύντα αὐτῇ τὰ ὁμοιώματα, ὥστε εὐκόλως κλέψαι τοὺς εὐεξαπατήτους. ∆ιὰ τοῦτο οὐκ ἄλλο τι σπέρμα, ἀλλὰ ζιζάνια καλεῖ, ὃ κατὰ τὴν ὄψιν ἔοικέ πως τῷ σίτῳ. Εἶτα λέγει καὶ τὸν τρόπον τῆς ἐπιβουλῆς. Ἐν γὰρ τῷ καθεύδειν τοὺς ἀνθρώπους, φησίν. Οὐ μικρὸν τοῖς ἄρχουσιν ἐντεῦθεν ἐπικρεμνᾷ τὸν κίνδυνον, τοῖς μάλιστα τῆς ἀρούρας τὴν φυλακὴν ἐμπεπιστευμένοις· οὐ τοῖς ἄρχουσι δὲ μόνον, ἀλλὰ καὶ τοῖς ἀρχομένοις. ∆είκνυσι δὲ καὶ τὴν πλάνην μετὰ τὴν ἀλήθειαν οὖσαν· ὅπερ καὶ ἡ τῶν πραγμάτων 58.476 ἔκβασις μαρτυρεῖ. Καὶ γὰρ μετὰ τοὺς προφήτας, οἱ ψευδοπροφῆται· καὶ μετὰ τοὺς ἀποστόλους, οἱ ψευδαπόστολοι· καὶ μετὰ τὸν Χριστὸν, ὁ ἀντίχριστος. Ἂν γὰρ μὴ ἴδῃ τί μιμήσηται ὁ διάβολος, ἢ τίσιν ἐπιβουλεύσῃ, οὔτε ἐπιχειρεῖ, οὔτε οἶδε. Καὶ νῦν τοίνυν, ἐπειδὴ εἶδεν, ὅτι ὁ μὲν ἐποίησεν ἑκατὸν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα, ἄλλην ἔρχεται λοιπὸν ὁδόν. Ἐπεὶ γὰρ ἁρπάσαι οὐκ ἠδυνήθη τὸ ῥιζωθὲν, οὐδὲ ἀποπνῖξαι, οὐδὲ κατακαῦσαι, δι' ἑτέρας ἀπάτης ἐπιβουλεύει, παρεμβάλλων τὰ παρ' ἑαυτοῦ. Καὶ τί διαφέρουσιν οἱ καθεύδοντες, φησὶ, τῶν τὴν ὁδὸν μιμουμένων; Ὅτι ἐκεῖ εὐθέως ἥρπασεν· οὐδὲ γὰρ ῥιζωθῆναι ἀφῆκεν· ἐνταῦθα δὲ πλείονος ἐδεήθη τῆς μηχανῆς. Ταῦτα δὲ λέγει ὁ Χριστὸς, παιδεύων ἡμᾶς διαπαντὸς ἐγρηγορέναι. Κἂν γὰρ ἐκείνας διαφύγῃς τὰς βλάβας, φησὶν, ἔστι καὶ ἑτέρα βλάβη. Ὥσπερ γὰρ ἐκεῖ διὰ τῆς ὁδοῦ καὶ τῆς πέτρας καὶ τῶν ἀκανθῶν, οὕτω καὶ ἐνταῦθα διὰ τοῦ ὕπνου ἡ ἀπώλεια γίνεται· ὥστε διηνεκοῦς φυλακῆς δεῖ. ∆ιὸ καὶ ἔλεγεν· Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Τοιοῦτόν τι γέγονε καὶ παρὰ τὴν ἀρχήν. Πολλοὶ γοῦν τῶν προεστώτων πονηροὺς εἰσάγοντες ἄνδρας ἐν ταῖς ἐκκλησίαις, αἱρεσιάρχας κρυπτομένους, πολλὴν εὐκολίαν τῇ τοιαύτῃ παρέσχον ἐπιβουλῇ. Οὐδὲ γὰρ πόνων δεῖ τῷ διαβόλῳ λοιπὸν, ὅταν ἐκείνους εἰς μέσον φυτεύσῃ. Καὶ πῶς δυνατὸν μὴ καθεύδειν; φησί. Τὸν μὲν οὖν φυσικὸν ὕπνον, οὐ δυνατόν· τὸν δὲ τῆς προαιρέσεως, δυνατόν. ∆ιὸ καὶ Παῦλος ἔλεγε· Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει. Εἶτα δείκνυσι καὶ περιττὸν τὸ πρᾶγμα, οὐχὶ βλαβερὸν μόνον. Μετὰ γὰρ τὸ γεωργηθῆναι τὴν ἄρουραν, καὶ μὴ χρείαν εἶναι μηδενὸς, τότε ἐπισπείρει οὗτος· καθάπερ καὶ οἱ αἱρετικοὶ ποιοῦσιν, οἳ δι' οὐδὲν ἕτερον ἢ διὰ κενοδοξίαν ἐμβάλλουσι τὸν ἑαυτῶν ἰόν. Οὐκ ἐντεῦ 58.477 θεν δὲ μόνον, ἀλλὰ καὶ ἐκ τῶν μετὰ ταῦτα μετὰ ἀκριβείας αὐτῶν ὑπογράφει τὴν σκηνὴν ἅπασαν. Ὅτε γὰρ ἐβλάστησε, φησὶν, ὁ χόρτος, καὶ καρπὸν ἐποίησε, τότε ἐφάνη καὶ τὰ ζιζάνια· ὅπερ καὶ οὗτοι ποιοῦσι. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν συσκιάζουσιν ἑαυτούς· ἐπειδὰν δὲ πολλὴν λάβωσι τὴν παῤῥησίαν, καὶ λόγου τις