294
εἰς σωτηρίαν ὑμῖν, τὸ ἔσχατον τοῦ χοροῦ τῆς ἀρετῆς ἔχου 58.481 σαν μέρος. Τὸ γὰρ μέγιστον, ἀγάπη καὶ ἐπιείκεια καὶ ἐλεημοσύνη, ἢ καὶ παρθενίαν ὑπερηκόντισεν. Ὥστε εἰ βούλει ἀποστόλων γενέσθαι ἴσος, οὐδὲν τὸ κωλύον. Ἀρκεῖ γὰρ ταύτην τὴν ἀρετὴν ἐπελθόντα μόνον μηδὲν ἔλαττον ἐκείνων ἔχειν. Μηδεὶς τοίνυν εἰς σημεῖα ἀναβαλλέσθω. Ἀλγεῖ μὲν γὰρ, ὅταν ἐξελαθῇ σώματος δαίμων· πολλῷ δὲ μᾶλλον, ὅταν ἁμαρτίας ἀπαλλαττομένην ἴδῃ ψυχήν. Καὶ γὰρ αὕτη ἐστὶν ἡ δύναμις ἐκείνου ἡ μεγάλη. ∆ιὰ ταύτην ἀπέθανεν ὁ Χριστὸς, ἵνα ταύτην καταλύσῃ. Καὶ γὰρ αὕτη τὸν θάνατον εἰσήγαγε· διὰ ταύτην τὰ ἄνω κάτω γέγονεν. Ἂν τοίνυν ταύτην ἀνέλῃς, ἐξέκοψας τοῦ διαβόλου τὰ νεῦρα, συνέτριψας αὐτοῦ τὴν κεφαλὴν, κατέλυσας αὐτοῦ τὴν ἰσχὺν ἅπασαν, διέσπασας τὸ στρατόπεδον, ἁπάντων σημείων ἐπεδείξω σημεῖον μεῖζον. Οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλὰ τοῦ μακαρίου Παύλου. Εἰπὼν γὰρ, Ζηλοῦτε τὰ χαρίσματα τὰ κρείττονα, καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι, οὐκ ἐπήγαγε σημεῖον, ἀλλὰ ἀγάπην τὴν πάντων ῥίζαν τῶν 58.482 ἀγαθῶν. Ἂν τοίνυν ταύτην ἀσκῶμεν, καὶ τὴν ἐκ ταύτης φιλοσοφίαν ἅπασαν, οὐδὲν δεηθησόμεθα σημείων· ὥσπερ οὖν ἐὰν μὴ ἀσκῶμεν, οὐδὲν κερδανοῦμεν ἀπὸ τῶν σημείων. Ταῦτ' οὖν ἅπαντα ἐννοοῦντες, ἀφ' ὧν ἐγένοντο οἱ ἀπόστολοι μεγάλοι, ταῦτα ζηλώσωμεν. Πόθεν οὖν ἐγένοντο ἐκεῖνοι μεγάλοι; Ἄκουσον λέγοντος Πέτρου· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; Ἄκουσον καὶ τοῦ Χριστοῦ λέγοντος αὐτοῖς, ὅτι Ἐπὶ δώδεκα θρόνους καθίσεσθε· καὶ ὅτι Πᾶς ὅστις ἀφῆκεν οἰκίας, ἢ ἀδελφοὺς, ἢ πατέρα, ἢ μητέρα, ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Ἀπάντων τοίνυν ἑαυτοὺς ἀποστήσαντες τῶν βιωτικῶν, ἀναθώμεθα ἑαυτοὺς τῷ Χριστῷ, ἵνα καὶ τῶν ἀποστόλων γενώμεθα ἴσοι κατὰ τὴν ἀπόφασιν τὴν αὐτοῦ, καὶ τῆς αἰωνίου ζωῆς ἀπολαύσωμεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 58.481 ΟΜΙΛΙΑ ΜΖʹ. Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου. αʹ. Ὁ δὲ Μάρκος φησὶν, ὅτι Καθὼς ἠδύναντο ἀκούειν, ἐλάλει αὐτοῖς τὸν λόγον ἐν παραβολαῖς. Εἶτα δεικνὺς οὐδὲν αὐτὸν καινοτομοῦντα, εἰσάγει τὸν προφήτην καὶ τοῦτον προαναφωνοῦντα τῆς διδασκαλίας τὸν τρόπον. Καὶ διδάσκων ἡμᾶς τοῦ Χριστοῦ τὴν γνώμην, ὅτι οὐχ ἵνα ἀγνοῶσιν, ἀλλ' ἵνα αὐτοὺς εἰς ἐρώτησιν ἄγῃ, οὕτω διελέγετο, ἐπήγαγε· Καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς καίτοιγε πολλὰ χωρὶς παραβολῆς εἶπεν· ἀλλὰ τότε οὐδέν. Καὶ ὅμως οὐδεὶς αὐτὸν ἠρώτησε· καίτοιγε τοὺς προφήτας πολλάκις ἠρώτων, ὡς τὸν Ἰεζεκιὴλ, ὣς ἑτέρους πολλούς· οὗτοι δὲ οὐδὲν τοιοῦτον ἐποίουν. Καίτοιγε ἱκανὰ τὰ εἰρημένα ἦν εἰς ἀγωνίαν αὐτοὺς ἐμβαλεῖν, καὶ διεγείρειν πρὸς τὴν ἐρώτησιν· καὶ γὰρ κόλασιν μεγίστην ἠπείλουν αἱ παραβολαί· ἀλλ' ὅμως οὐδὲ οὕτως ἐκινήθησαν. ∆ιὸ καὶ ἀφεὶς αὐτοὺς, ἀπῆλθε. Τότε γὰρ, φησὶν, ἀφεὶς τοὺς ὄχλους, ἀπῆλθεν εἰς τὴν οἰκίαν αὐτοῦ ὁ Ἰησοῦς· καὶ οὐδεὶς ἕπεται τῶν γραμματέων· ὅθεν δῆλον, ὅτι δι' οὐδὲν ἕτερον εἴποντο, ἢ ὥστε ἐπιλαβέσθαι. Ἐπειδὴ δὲ οὐ συνῆκαν τὰ λεγόμενα, εἴασεν αὐτοὺς λοιπόν. Καὶ προσέρχονται οἱ μαθηταὶ αὐτοῦ ἐρωτῶντες περὶ τῆς παραβολῆς τῶν ζιζανίων· καίτοιγε ἔστιν ὅπου βουλόμενοι μαθεῖν καὶ δεδοικότες ἐρωτῆσαι. Πόθεν οὖν ἐνταῦθα γέγονεν αὐτοῖς ἡ παῤῥησία; Ἤκουσαν, ὅτι Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ἐθάῤῥησαν. ∆ιὸ καὶ ἰδίᾳ ἐρωτῶσιν, οὐ τῷ πλήθει βασκαίνοντες, ἀλλὰ τὸν τοῦ ∆εσπότου τηροῦντες νόμον. Τούτοις γὰρ, φησὶν, οὐκ ἐδόθη. Καὶ τί δήποτε τὴν τῆς ζύμης καὶ τοῦ σινάπεως ἀφέντες παραβολὴν, περὶ ταύτης πυνθάνονται; Ὡς σαφεστέρας ἐκείνας ἀφῆκαν· ταύτην δὲ, ὡς ἔχουσαν συγγένειαν πρὸς τὴν προειρημένην, καὶ πλέον τι ἐνδεικνυμένην ἐκείνης, μαθεῖν