298
συνεχόντων τὸ πᾶν. Οὐκ ἄρα ἀπεικότως καρδίαν αὐτὸ κεκλήκαμεν ἀρετῆς. Ἀλλ' ἡ καρδία αὕτη, ἐὰν μὴ πᾶσι χορηγῇ πνεῦμα, ταχέως σβέννυται. Ὥσπερ οὖν καὶ ἡ πηγὴ, ἐὰν συνέχῃ τὰ νάματα παρ' ἑαυτῇ, σήπεται· οὕτω καὶ οἱ πλουτοῦντες, ὅταν παρ' ἑαυτοῖς τὰ ὄντα κατέχωσι. ∆ιὰ τοῦτο καὶ ἐν τῇ κοινῇ συνηθείᾳ λέγομεν, Πολλὴ ἡ σῆψις τοῦ πλούτου παρὰ τῷ δεῖνι· καὶ οὐ λέγομεν, Πολλὴ ἡ ἀφθονία, πολὺς ὁ θησαυρός. Καὶ γὰρ σῆψίς ἐστιν οὐχὶ τῶν κεκτημένων, ἀλλὰ καὶ αὐτοῦ τοῦ πλούτου. Καὶ γὰρ τὰ ἱμάτια κείμενα φθείρεται, καὶ τὸ χρυσίον ἰοῦται, καὶ ὁ σῖτος διαβιβρώσκεται· καὶ ἡ ψυχὴ δὲ τοῦ ταῦτα ἔχοντος τούτων ἁπάντων μᾶλλον ταῖς φροντίσι καὶ ἰοῦται καὶ σήπεται. Κἂν ἐθέλῃς φιλαργύρου ψυχὴν εἰς τὸ μέσον ἐξενεγκεῖν καθάπερ ἱμάτιον ὑπὸ μυρίων βρωθὲν σκωλήκων, καὶ οὐκ ἔχον οὐδὲν ὑγιὲς, οὕτως εὑρήσεις διατετρυπημένην πάντοθεν αὐτὴν ὑπὸ φροντίδων, ὑπὸ τῶν ἁμαρτημάτων σεσηπυῖαν, ἰωμένην. Ἀλλ' οὐχὶ τοῦ πένητος τοιαύτη, τοῦ πένητος τοῦ ἑκόντος· ἀλλ' ἀποστίλβει μὲν ὡς χρυσίον, λάμπει δὲ ὥσπερ μαργαρίτης, ἀνθεῖ δὲ ὥσπερ ῥόδον. Οὐ γάρ ἐστιν ἐκεῖ σὴς, οὐκ ἔστιν ἐκεῖ κλέπτης, οὐκ ἔστι φροντὶς βιωτική· ἀλλ' ὡς ἄγγελοι, οὕτω πολιτεύονται. Βούλει τῆς ψυχῆς ταύτης τὸ κάλλος ἰδεῖν; βούλει τῆς πενίας τὸν πλοῦτον καταμαθεῖν; Οὐκ ἐπιτάττει ἀνδράσιν, ἀλλὰ δαίμοσιν ἐπιτάττει· οὐ παρίσταται βασιλεῖ, ἀλλὰ παρέστηκε Θεῷ· οὐ στρατεύεται μετὰ ἀνθρώπων, ἀλλὰ στρατεύεται μετὰ ἀγγέλων· οὐκ ἔχει κιβώτια δύο καὶ τρία καὶ εἴκοσιν, ἀλλὰ τοιαύτην εὐπορίαν, ὡς τὸν κόσμον ἅπαντα μηδὲν εἶναι νομίζειν. Οὐκ ἔχει θησαυρὸν, ἀλλὰ τὸν οὐρανόν· οὐ δεῖται δούλων, μᾶλλον δὲ ἔχει δούλους τὰ πάθη, ἔχει δούλους τοὺς βασιλέων κρατοῦντας λογισμούς. Ὁ γὰρ ἐπιτάττων τῷ τὴν ἁλουργίδα περικειμένῳ, οὗτος αὐτὸν κατέπτηχεν ὁ λογισμὸς, καὶ ἀντιβλέψαι οὐ τολμᾷ. Βασιλείαν δὲ καὶ χρυσὸν καὶ πάντα τὰ τοιαῦτα, καθάπερ παίδων ἀθύρματα γελᾷ, καὶ καθάπερ τροχοὺς καὶ ἀστραγάλους καὶ κεφαλὰς καὶ σφαίρας, οὕτω ταῦτα πάντα ἡγεῖται εἶναι εὐκαταφρόνητα. Ἔχει γὰρ κόσμον, ὃν οὐδὲ ἰδεῖν οἱ ἐν τούτοις παίζοντες δύνανται. Τί τοίνυν τοῦ πένητος τούτου βέλτιον γένοιτ' ἄν; Ἔδαφος γοῦν ἔχει τὸν οὐρανόν. Εἰ δὲ τὸ ἔδαφος τοιοῦτον, ἐννόησον τὸν ὄροφον. Ἀλλ' οὐκ ἔχει ἵππους καὶ ὀχήματα; Τί γὰρ αὐτῷ τούτων χρεία, τῷ μέλλοντι ἐπὶ τῶν νεφελῶν ὀχεῖσθαι, καὶ μετὰ τοῦ Χριστοῦ εἶναι; Ταῦτ' οὖν ἐννοήσαντες, καὶ ἄνδρες καὶ γυναῖκες, ἐκεῖνον ζητῶμεν τὸν πλοῦτον, καὶ τὴν ἀνάλωτον εὐπορίαν, ἵνα καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 58.487 ΟΜΙΛΙΑ ΜΗʹ. Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν. αʹ. Τίνος ἕνεκεν εἶπε, ταύτας; Ἐπειδὴ καὶ ἄλλας ἔμελλεν ἐρεῖν. Τίνος δὲ ἕνεκεν καὶ μεταβαίνει; Πανταχοῦ τὸν λόγον σπεῖραι βουλόμενος. Καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ, ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν. Καὶ ποίαν πατρίδα αὐτοῦ καλεῖ νῦν; Ἐμοὶ δοκεῖ, τὴν Ναζαρέτ. Οὐ γὰρ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς, φησίν· ἐν δὲ Καπερναοὺμ ἐποίησε σημεῖα· διὸ καὶ ἔλεγε· Καὶ σὺ, Καπερναοὺμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου καταβιβασθήσῃ· ὅτι εἰ ἐν Σοδόμοις ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοὶ, ἔμειναν ἂν μέχρι τῆς σήμερον. Ἐλθὼν δὲ ἐκεῖ, τῶν μὲν σημείων καθυφίησιν, ὥστε μὴ εἰς πλείονα αὐτοὺς φθόνον ἐκκαῦσαι, μηδὲ κατακρῖναι μειζόνως, τῆς ἀπιστίας ἐπιτεινομένης· διδασκαλίαν δὲ προτείνεται τῶν σημείων οὐκ ἔλαττον θαῦμα ἔχουσαν. Οἱ γὰρ πάντα ἀνόητοι, δέον θαυμάσαι καὶ ἐκπλαγῆναι τῶν λεγομένων τὴν δύναμιν, οὗτοι δὲ τοὐναντίον ἐξευτελίζουσιν αὐτὸν ἀπὸ τοῦ δοκοῦντος εἶναι πατρός· καίτοιγε πολλὰ τούτων παραδείγματα ἔχοντες τοῖς ἔμπροσθεν χρόνοις, καὶ πατέρων ἀσήμων γενναίους ἑωρακότες παῖδας. Καὶ γὰρ ὁ ∆αυῒδ εὐτελοῦς τινος ἦν γεωργοῦ τοῦ Ἰεσσαί· καὶ ὁ Ἀμὼς αἰπόλου παῖς καὶ αὐτὸς αἰπόλος· καὶ ὁ Μωϋσῆς δὲ ὁ νομοθέτης σφόδρα αὐτοῦ ἀποδέοντα ἔσχε πατέρα. ∆έον οὖν διὰ τοῦτο μάλιστα προσκυνεῖν καὶ ἐκπλήττεσθαι, ὅτι τοιούτων ὢν τοιαῦτα