299
ἐφθέγγετο· εὔδηλον γὰρ, ὅτι οὐκ ἐξ ἀνθρωπίνης ἐπιμελείας ἦν, ἀλλὰ θείας χάριτος· οἱ δὲ ἀφ' ὧν ἔδει θαυμάζειν, ἀπὸ τούτων καταφρονοῦσι. Συνεχῶς δὲ ταῖς συναγωγαῖς ἐπιχωριάζει, ἵνα μὴ διαπαντὸς ἐπὶ τῆς ἐρήμου διατρίβοντος αὐτοῦ μᾶλλον κατηγορήσωσιν, ὡς ἀποσχίζοντος καὶ τῇ πολιτείᾳ μαχομένου. Ἐκπληττόμενοι τοίνυν καὶ ἐν ἀπορίᾳ ὄντες ἔλεγον· Πόθεν αὕτη ἡ σοφία τούτῳ, καὶ αἱ δυνάμεις; ἤτοι τὰ σημεῖα δυνάμεις καλοῦντες, ἢ καὶ αὐτὴν τὴν σοφίαν. Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; Οὐκοῦν μεῖζον τὸ θαῦμα, καὶ πλείων ἡ ἔκπληξις. Οὐχὶ ἡ μήτηρ αὐτοῦ λέγεται Μαρία; καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσῆς καὶ Σίμων καὶ Ἰούδας;καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι παρ' ἡμῖν εἰσι; Πόθεν τούτῳ ταῦτα; Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. Ὁρᾷς ὅτι ἐν τῇ Ναζαρὲτ διελέγετο; Οὐχὶ ἀδελφοὶ αὐτοῦ, φησὶν, ὁ δεῖνα καὶ ὁ δεῖνά εἰσι; Καὶ τί τοῦτο; Ἐντεῦθεν γὰρ ὑμᾶς μάλιστα εἰς πίστιν ἐνάγεσθαι ἔδει. Ἀλλὰ γὰρ πονηρὸν ὁ φθόνος, καὶ ἑαυτῷ περιπίπτει πολλάκις. Ἃ γὰρ ἦν παράδοξα καὶ θαυμαστὰ, καὶ ἱκανὰ αὐτοὺς ἐφελκύσασθαι, ταῦτα ἐκείνους ἐσκανδάλιζε. Τί οὖν ὁ Χριστὸς πρὸς αὐτούς; Οὐκ ἔστι προφήτης, φησὶν, ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ, καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. Καὶ οὐκ ἐποίησε, φησὶ, δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν. Ὁ δὲ Λουκᾶς φησι· Καὶ οὐκ ἐποίησεν ἐκεῖ σημεῖα πολλά. Καίτοι ποιῆσαι εἰκὸς ἦν. Εἰ γὰρ τὸ θαυμάζεσθαι αὐτῷ προεχώρει (καὶ γὰρ καὶ τότε ἐθαυμάζετο), τίνος ἕνεκεν οὐκ ἐποίησεν; Ὅτι οὐ πρὸς ἐπίδειξιν ἔβλεπε τὴν ἑαυτοῦ, ἀλλὰ πρὸς τὸ ἐκείνοις συμφέρον. Τούτου τοίνυν μὴ προχωροῦντος, παρεῖδε τὸ ἑαυτοῦ, ὥστε μὴ τὴν κόλασιν αὐτοῖς αὐξῆσαι. Καίτοι ὅρα μετὰ πόσον πρὸς αὐτοὺς ἦλθε χρόνον, καὶ πόσην σημείων 58.488 ἐπίδειξιν· ἀλλ' οὐδὲ οὕτως ἀνήνεγκαν, ἀλλὰ πάλιν ἐξεκαίοντο τῷ φθόνῳ. Τίνος οὖν ἕνεκεν καὶ ὀλίγα ἐποίησε σημεῖα; Ἵνα μὴ λέγωσιν· Ἰατρὲ, θεράπευσον σεαυτόν· ἵνα μὴ λέγωσι, Πολέμιος ἡμῖν ἐστι καὶ ἐχθρὸς, καὶ τοὺς οἰκείους ὑπερορᾷ· ἵνα μὴ λέγωσιν, ὅτι Εἰ ἐγεγόνει σημεῖα, καὶ ἡμεῖς ἐπιστεύσαμεν ἄν. ∆ιὰ τοῦτο καὶ ἐποίησε, καὶ ἐπέσχε· τὸ μὲν, ἵνα τὸ αὐτοῦ πληρώσῃ· τὸ δὲ, ἵνα μὴ ἐκείνους μειζόνως κατακρίνῃ. Ἐννόησον δὲ τῶν λεγομένων τὴν δύναμιν, ὅπου γε καὶ ὑπὸ φθόνου κατεχόμενοι ὁμοίως ἐθαύμαζον. Ἀλλ' ὥσπερ ἐπὶ τῶν ἔργων οὐ τὸ γινόμενον μέμφονται, ἀλλ' αἰτίας πλάττουσιν οὐκ οὔσας, λέγοντες· Ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια· οὕτω καὶ ἐνταῦθα, οὐ τὴν διδασκαλίαν αἰτιῶνται, ἀλλ' ἐπὶ τὴν εὐτέλειαν καταφεύγουσι τοῦ γένους. Σὺ δέ μοι σκόπει τὴν ἐπιείκειαν τοῦ ∆ιδασκάλου, πῶς αὐτοὺς οὐχ ὑβρίζει, ἀλλὰ μετὰ πολλῆς τῆς ἡμερότητός φησιν· Οὐκ ἔστι προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ προσέθηκε, Καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ· ἐμοὶ δοκεῖ καὶ τοὺς ἀδελφοὺς αἰνιττόμενος τοὺς ἑαυτοῦ τοῦτο προστεθεικέναι. βʹ. Ἐν δὲ τῷ Λουκᾷ καὶ παραδείγματα τούτου τίθησι λέγων, ὅτι οὐδὲ Ἠλίας ἦλθε πρὸς τοὺς οἰκείους, ἀλλὰ πρὸς τὴν ἀλλόφυλον χήραν· οὐδὲ παρ' Ἐλισσαίου ἄλλος τις ἐθεραπεύθη λεπρὸς, ἀλλ' ἢ ὁ ἀλλόφυλος Νεεμάν· Ἰσραηλῖται δὲ οὔτε εὖ ἔπαθον, οὔτε εὖ ἐποίησαν, ἀλλ' οἱ ξένοι. Ταῦτα δὲ λέγει, πανταχοῦ δεικνὺς τὴν πονηρὰν αὐτῶν συνήθειαν, καὶ ὅτι οὐδὲν ἐπ' αὐτοῦ γίνεται καινόν. Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρώδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ. Ὁ γὰρ βασιλεὺς Ἡρώδηςὁ τούτου πατὴρ τετελευτηκὼς ἦν, ὁ τὰ παιδία ἀνελών. Οὐχ ἁπλῶς δὲ τὸν καιρὸν ἐπισημαίνεται ὁ εὐαγγελιστὴς, ἀλλ' ἵνα μάθῃς τὸν τῦφον τοῦ τυράννου καὶ τὴν ὀλιγωρίαν. Οὐδὲ γὰρ ἐν προοιμίοις ἔμαθε τὰ κατ' αὐτὸν, ἀλλὰ μετὰ χρόνον ἄπειρον. Τοιοῦτοι γὰρ οἱ ἐν δυναστείαις καὶ πολὺν τὸν ὄγκον περιβεβλημένοι· ὀψὲ ταῦτα μανθάνουσι, διὰ τὸ μὴ πολὺν αὐτῶν ποιεῖσθαι λόγον. Σὺ δέ μοι σκόπει ἡλίκον ἡ ἀρετή· ὅτι καὶ τετελευτηκότα αὐτὸν δέδοικε, καὶ ὑπὸ τοῦ φόβου καὶ περὶ ἀναστάσεως φιλοσοφεῖ. Εἶπε γὰρ, φησὶ, τοῖς παισὶν αὐτοῦ· Οὗτός ἐστιν Ἰωάννης, ὃν ἐγὼ ἀπέκτεινα· οὗτος ἀνέστη ἐκ τῶν νεκρῶν· καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. Εἶδες τὸν φόβον ἐπιτεταμένον; Οὐδὲ γὰρ τότε ἐξειπεῖν ἐτόλμησεν ἔξω, ἀλλὰ καὶ τότε τοῖς οἰκέταις λέγει τοῖς ἑαυτοῦ. Ἀλλ' ὅμως