305
στένοντα, καὶ ὀδυρόμενον. Εἰ δὲ οὐκ ἐπιδείκνυται, καὶ τοῦτο διὰ σέ. Ἔστωσαν τοίνυν ἄνθρωποι πένητες καὶ ἐλεύθεροι οἱ σύσσιτοί σου, μὴ ἐπίορκοι, μηδὲ μῖμοι. Εἰ δὲ βούλει καὶ τῆς τροφῆς αὐτοὺς ἀμοιβὴν ἀπαιτῆσαι, κέλευσον, ἂν ἴδωσί τι τῶν ἀτόπων γινόμενον, ἐπιπλῆξαι, παραινέσαι, συναντιλαβέσθαι τῆς κατὰ τὴν οἰκίαν ἐπιμελείας, τῆς τῶν οἰκετῶν προστασίας. Παῖδας ἔχεις; Κοινοὶ πατέρες ἔστωσαν ἐκείνων, μετὰ σοῦ τὴν προστασίαν διανεμέσθωσαν, κέρδη σοι φερέτωσαν τὰ τῷ Θεῷ φίλα. Εἰς ἐμπορίαν αὐτοὺς ἔμβαλε πνευματικήν. Κἂν ἴδῃς δεόμενον προστασίας, ἐπίταξον βοηθῆσαι, κέλευσον διακονήσασθαι. ∆ιὰ τούτων θήρευε τοὺς ξένους, διὰ τούτων ἔνδυε τοὺς γυμνοὺς, διὰ τούτων εἰς δεσμωτήριον πέμπε, τὰς ἀνάγκας λύε τὰς ἀλλοτρίας. Ταύτην σοι διδότωσαν τῆς τροφῆς τὴν ἀμοιβὴν, τὴν καὶ σὲ καὶ ἐκείνους, ὠφελοῦσαν, καὶ οὐδεμίαν κατάγνωσιν ἔχουσαν. ∆ιὰ τούτων καὶ ἡ φιλία σφίγγεται μᾶλλον. Νῦν μὲν γὰρ κἂν δοκῶσι φιλεῖσθαι, ἀλλ' ὅμως αἰσχύνονται, ὡς εἰκῆ ζῶντες παρὰ σοί· ἂν δὲ ταῦτα ἀνύωσι, καὶ αὐτοὶ ῥᾴδιον διακείσονται, καὶ σὺ ἥδιον θρέψεις, ἅτε οὐ μάτην δαπανῶν, κἀκεῖνοι μετὰ παῤῥησίας σοι συνέσονται καὶ τῆς προσηκούσης ἐλευθερίας, καὶ ἡ οἰκία σου ἀντὶ θεάτρου ἐκκλησία σοι γενήσεται, καὶ ὁ διάβολος δραπετεύσει, καὶ ὁ Χριστὸς εἰσελεύσεται καὶ ὁ τῶν ἀγγέλων χορός. Ὅπου γὰρ ὁ Χριστὸς, ἐκεῖ καὶ οἱ ἄγγελοι· ὅπου δὲ ὁ Χριστὸς καὶ οἱ ἄγγελοι, ἐκεῖ ὁ οὐρανὸς, ἐκεῖ φῶς τοῦ ἡλιακοῦ τούτου φαιδρότερον. Εἰ δὲ καὶ ἑτέραν βούλει δι' αὐτῶν καρποῦσθαι παράκλησιν, κέλευσον, σχολὴν ἄγων, βι 58.496 βλία λαβόντας τὸν θεῖον νόμον ἀναγινώσκειν. Ἥδιόν σοι ταῦτα ὑπηρετήσονται, ἢ ἐκεῖνα. Ταῦτα μὲν γὰρ καὶ σὲ κἀκείνους ποιεῖ σεμνοτέρους· ἐκεῖνα δὲ ἅπαντας ὁμοῦ καταισχύνει· σὲ μὲν ὡς ὑβριστὴν καὶ πάροινον, ἐκείνους δὲ ὡς ἀθλίους καὶ γαστριμάργους. Ἂν μὲν γὰρ ἐφ' ὕβρει τρέφῃς, χαλεπώτερον, ἢ εἰ ἀνεῖλες· ἂν δὲ ἐπ' ὠφελείᾳ καὶ κέρδει, χρησιμώτερον πάλιν, ἢ εἰ ἀπαγομένους τὴν ἐπὶ θανάτῳ ἐπανήγαγες. Καὶ νῦν μὲν τῶν οἰκετῶν μᾶλλον αὐτοὺς καταισχύνεις, καὶ οἱ οἰκέται πλείονα τούτων ἔχουσι παῤῥησίαν καὶ ἐλεύθερον συνειδός· τότε δὲ τῶν ἀγγέλων ἐργάσῃ ἴσους. Καὶ τούτους τοίνυν καὶ σαυτὸν ἀπάλλαξον, καὶ ἐξελὼν τὸ τῶν παρασίτων ὄνομα, συσσίτους κάλει, καὶ ἐκβαλὼν τὴν τῶν κολάκων, τὴν τῶν φίλων ἐπιτίθει προσηγορίαν. ∆ιὰ τοῦτο καὶ τὰς φιλίας ἐποίησεν ὁ Θεὸς, οὐκ ἐπὶ κακῷ τῶν φιλουμένων καὶ τῶν φιλούντων, ἀλλ' ἐπ' ἀγαθῷ καὶ χρησίμῳ. Αὗται δὲ αἱ φιλίαι πάσης ἔχθρας εἰσὶ χαλεπώτεραι. Παρὰ μὲν γὰρ τῶν ἐχθρῶν, ἂν ἐθέλωμεν, καὶ κερδαίνομεν· παρὰ δὲ τούτων ἀνάγκη καὶ βλάπτεσθαι πάντως. Μὴ δὴ κάτεχε φίλους, βλάβης διδασκάλους· μὴ κάτεχε φίλους τραπέζης μᾶλλον ἢ φιλίας ἐραστὰς ὄντας. Οἱ γὰρ τοιοῦτοι πάντες, ἂν τὴν τρυφὴν καταλύσῃς, καταλύουσι καὶ τὴν φιλίαν· οἱ δὲ δι' ἀρετήν σοι συνόντες, μένουσι διηνεκῶς, πᾶσαν φέροντες ἀνωμαλίαν. Τὸ δὲ τῶν παρασίτων γένος, καὶ ἀμύνονταί σε πολλάκις, καὶ πονηρὰν περιτιθέασι δόξαν. Ἐντεῦθεν γοῦν πολλοὺς τῶν ἐλευθέρων οἶδα πονηρὰς ὑπολήψεις λαβόντας· καὶ οἱ μὲν ἐπὶ γοητείαις, οἱ δὲ ἐπὶ μοιχείαις καὶ παίδων διαφθοραῖς διεβλήθησαν Ὅταν γὰρ μηδὲν ἔργον ἔχωσιν, ἀλλ' εἰκῆ τὸν ἑαυτῶν ζῶσι βίον, ὡς ταὐτὰ διακονούμενοι τοῖς παισὶ παρὰ πολλοῖς ὑποπτεύονται. Καὶ δόξης τοίνυν ἑαυτοὺς ἀπαλλάττοντες πονηρᾶς, καὶ πρὸ πάντων τῆς μελλούσης γεέννης, καὶ τὰ τῷ Θεῷ δοκοῦντα ποιοῦντες, τὴν διαβολικὴν ταύτην καταλύσωμεν συνήθειαν, ἵνα καὶ ἐσθίοντες καὶ πίνοντες πάντα εἰς δόξαν Θεοῦ ποιῶμεν, καὶ τῆς παρ' αὐτοῦ δόξης ἀπολαύσωμεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
58.495 ΟΜΙΛΙΑ ΜΘʹ. Ἀκούσας δὲ ὁ Ἰησοῦς, ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ' ἰδίαν· καὶ ἀκού σαντες οἱ ὄχλοι, ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ
πασῶν τῶν πόλεων.