309
αὐτοὺς μὴ τῇ γαστρὶ δουλεύειν, ἀλλὰ τῶν πνευματικῶν ἔχεσθαι διηνεκῶς. Τούτων οὖν ἐχώμεθα καὶ ἡμεῖς, καὶ ζητῶμεν τὸν ἄρτον τὸν ἐπουράνιον, καὶ λαβόντες πᾶσαν ἐκβάλωμεν φροντίδα βιωτικήν. Εἰ γὰρ ἐκεῖνοι καὶ οἰκίας καὶ πόλεις καὶ συγγενεῖς καὶ πάντα ἀφῆκαν, καὶ ἐν ἐρήμῳ διέτριβον, καὶ τοῦ λιμοῦ καταναγκάζοντος οὐκ ἀνεχώρουν· πολλῷ μᾶλλον ἡμᾶς, τοιαύτῃ προσιόντας τραπέζῃ, πλείονα ἐπιδείκνυσθαι χρὴ φιλοσοφίαν, καὶ τῶν πνευματικῶν ἐρᾷν, καὶ τὰ αἰσθητὰ μετὰ ταῦτα ζητεῖν. Ἐπεὶ κἀκεῖνοι ἐνεκαλοῦντο, οὐχ ὅτι ἐζήτησαν αὐτὸν διὰ τὸν ἄρτον, ἀλλ' ὅτι διὰ τοῦτο μόνον αὐτὸν ἐζήτησαν, καὶ διὰ τοῦτο προηγουμένως. Ἂν γάρ τις τῶν μεγάλων μὲν δώρων καταφρονῇ, τῶν δὲ μικρῶν ἔχηται, καὶ ὧν βούλεται καταφρονεῖν αὐτὸν ὁ διδοὺς, καὶ ἐκείνων ἐκπίπτει· ὥσπερ οὖν, ἂν ἐκείνων ἐρῶμεν, καὶ ταῦτα προστίθησι. Καὶ γὰρ προσθήκη ταῦτα ἐκείνων· οὕτως εὐτελῆ ταῦτα καὶ μικρὰ πρὸς ἐκεῖνα ἐξεταζόμενα, κἂν μεγάλα ᾖ. Μὴ τοίνυν περὶ ταῦτα σπουδάζωμεν, ἀλλ' ἀδιάφορον αὐτῶν εἶναι νομίζωμεν καὶ τὴν κτῆσιν καὶ τὴν ἀφαίρεσιν· ὥσπερ οὖν καὶ ὁ Ἰὼβ οὔτε παρόντων ἀντείχετο, οὔτε ἀπόντα ἐζήτει. Καὶ γὰρ χρήματα διὰ τοῦτο λέγεται, οὐχ ἵνα κατορύξωμεν, ἀλλ' ἵνα εἰς δέον αὐτοῖς χρησώμεθα. Καὶ καθάπερ τῶν τεχνιτῶν ἕκαστος ἰδίαν ἐπιστήμην ἔχει, οὕτω καὶ ὁ πλουτῶν οὐκ οἶδε χαλκεύειν, οὐδὲ ναυπηγεῖν, οὐδὲ ὑφαίνειν, οὐδὲ οἰκοδομεῖν, οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν· μανθανέτω τοίνυν τῷ πλούτῳ κεχρῆσθαι εἰς δέον, καὶ ἐλεεῖν τοὺς δεομένους, καὶ πάντων ἐκείνων βελτίονα εἴσεται τέχνην. δʹ. Καὶ γὰρ αὕτη τῶν τεχνῶν ἐκείνων ἀνωτέρα πασῶν. Ταύτης τὸ ἐργαστήριον ἐν οὐρανοῖς ᾠκοδόμηται. Αὕτη οὐκ ἀπὸ σιδήρου καὶ χαλκοῦ τὰ ὄργανα ἔχει, ἀλλ' ἐξ ἀγαθότητος καὶ ἀπὸ γνώμης. Ταύτης τῆς τέχνης ὁ Χριστός ἐστι διδάσκαλος, καὶ ὁ τούτου Πατήρ. Γίνεσθε γὰρ, φησὶν, οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι οὕτω τῶν ἄλλων οὖσα βελτίων, οὐ πόνου, οὐ χρόνου δεῖται πρὸς τὸ κατορθωθῆναι· ἀρκεῖ θελῆσαι, καὶ τὸ πᾶν ἤνυσται. Ἴδωμεν 58.501 δὲ καὶ τὸ τέλος αὐτῆς οἷόν ἐστι. Τί οὖν ἐστιν αὐτῆς τὸ τέλος; Ὁ οὐρανὸς, τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθὰ, ἡ δόξα ἡ ἀπόῤῥητος ἐκείνη, αἱ πνευματικαὶ παστάδες, αἱ φαιδραὶ λαμπάδες, ἡ μετὰ τοῦ Νυμφίου διαγωγὴ, τὰ ἄλλα, ἃ μηδεὶς λόγος, μηδὲ νοῦς παραστῆσαι δύναται. Ὥστε καὶ ἐντεῦθεν πολλὴ πρὸς τὰς ἄλλας αὐτῇ ἡ διαφορά. Τῶν γὰρ τεχνῶν αἱ πλείους πρὸς τὸν παρόντα βίον εἰσὶ χρήσιμοι ἡμῖν, αὕτη δὲ καὶ πρὸς τὴν μέλλουσαν ζωήν. Εἰ δὲ τῶν εἰς τὸ παρὸν ἡμῖν ἀναγκαίων τεχνῶν τοσοῦτον διενήνοχεν, οἷον ἰατρικῆς λέγω, καὶ οἰκοδομικῆς, καὶ τῶν ἄλλων τῶν τοιούτων, πολλῷ μᾶλλον τῶν ἄλλων, ἃς εἴ τις ἀκριβῶς ἐξετάσειεν, οὐδὲ τέχνας ἂν εἶναι φαίη. Ὅθεν ἔγωγε τὰς ἄλλας τὰς περιττὰς οὐδὲ τέχνας εἴποιμι ἂν εἶναι. Ποῦ γὰρ ἡ ὀψαρτυτικὴ καὶ ἡ καρυκευτικὴ χρήσιμοι ἡμῖν; Οὐδαμοῦ· ἀλλὰ καὶ σφόδρα ἄχρηστοι καὶ βλαβεραὶ, σώματι καὶ ψυχῇ λυμαινόμεναι, τῷ τὴν μητέρα τῶν νοσημάτων ἁπάντων καὶ τῶν παθημάτων τὴν τρυφὴν μετὰ πολλῆς ἐπεισάγειν τῆς φιλοτιμίας. Οὐ μόνον δὲ ταύτας, ἀλλ' οὐδὲ τὴν ζωγραφικὴν, οὐδὲ τὴν ποικιλτικὴν εἴποιμ' ἂν ἔγωγε τέχνην εἶναι· εἰς γὰρ δαπάνην μόνην ἐμβάλλουσι περιττήν. Τὰς δὲ τέχνας τῶν ἀναγκαίων καὶ συνεχόντων ἡμῶν τὴν ζωὴν παρεκτικὰς εἶναι δεῖ καὶ κατασκευαστικάς. ∆ιὰ γὰρ τοῦτο καὶ σοφίαν ἡμῖν ἔδωκεν ὁ Θεὸς, ἵνα εὕρωμεν μεθόδους, δι' ὧν δυνησόμεθα τὸν βίον συγκροτεῖν τὸν ἡμέτερον. Τὸ δὲ ζώδια γίνεσθαι, ἢ ἐν τοίχοις, ἢ ἐν ἱματίοις, ποῦ χρήσιμον; εἰπέ μοι. ∆ιὰ δὴ τοῦτο καὶ τῶν ὑποδηματοῤῥάφων καὶ τῶν ὑφαντῶν πολλὰ περικόπτειν ἔδει τῆς τέχνης. Καὶ γὰρ ἐπὶ τὸ βάναυσον τὰ πλείονα αὐτῆς ἐξήγαγον, τὸ ἀναγκαῖον αὐτῆς διαφθείραντες, τέχνῃ κακοτεχνίαν μίξαντες· ὃ καὶ ἡ οἰκοδομικὴ ἔπαθεν. Ἀλλ' ὥσπερ ταύτην, ἕως ἂν οἰκίας οἰκοδομῇ καὶ οὐ θέατρα, τά τε ἀναγκαῖα καὶ οὐ περιττὰ ἐργάζηται, τέχνην καλῶ· οὕτω καὶ τὴν ὑφαντικὴν, ἕως ἂν ἱμάτια ποιῇ καὶ ἐπιβλήματα, ἀλλὰ μὴ τὰς ἀράχνας μιμῆται, καὶ πολὺν καταχέῃ τὸν γέλωτα καὶ τὴν βλακείαν ἄφατον, τέχνην ὀνομάζω. Καὶ τὴν τῶν ὑποδηματοποιῶν,