311
κάλλους ἀπάγων. ∆ιὰ τοῦτό σε ἐνταῦθα εἵλκυσε, καὶ παρευδοκιμεῖται Θεὸς οὐρανὸν δεικνὺς ὑπὸ διαβόλου δέρματα δεικνύντος· μᾶλλον δὲ οὐδὲ δέρματα· καὶ γὰρ καὶ ταῦτα ἔργα Θεοῦ· ἀλλὰ βλακείαν καὶ κακοτεχνίαν. Καὶ κάτω εἰς τὴν γῆν νεύων ὁ νέος περίεισιν, ὁ τὰ ἐν τοῖς οὐρανοῖς φιλοσοφεῖν κελευσθεὶς, μᾶλλον ἐγκαλλωπιζόμενος τούτοις, ἢ εἰ τῶν μεγάλων τι κατωρθωκὼς ἦν, καὶ ἀκροβατῶν ἐπὶ τῆς ἀγορᾶς, καὶ λύπας καὶ ἀθυμίας ἐντεῦθεν τίκτων ἑαυτῷ περιττὰς, μὴ μολύνῃ τῷ πηλῷ χειμῶνος ὄντος, μὴ καλύψῃ τῷ κονιορτῷ θέρους ἐπιστάντος. Τί λέγεις, ἄνθρωπε; τὴν ψυχὴν ἅπασαν εἰς πηλὸν ἔῤῥιψας διὰ ταύτης τῆς ἀσωτίας, καὶ χαμαὶ συρο 58.503 μένην περιορᾷς, καὶ περὶ ὑποδημάτων τοσοῦτον ἔχεις ἀγῶνα; Μάθε τὴν χρῆσιν αὐτῶν, καὶ αἰδέσθητι τὴν ψῆφον ἣν περὶ αὐτῶν φέρεις. Ὥστε γὰρ πηλὸν πατεῖν καὶ βόρβορον, καὶ πᾶσαν τὴν ἐπὶ τοῦ ἐδάφους κηλῖδα, γέγονε τὰ ὑποδήματα. Εἰ δὲ οὐκ ἀνέχῃ, λαβὼν ἐξάρτησον τοῦ τραχήλου, ἢ τῇ κεφαλῇ περίθες. ʹ. Καὶ ὑμεῖς μὲν γελᾶτε ταῦτα ἀκούοντες· ἐμοὶ δὲ δακρύειν ἔπεισι τὴν τούτων μανίαν, καὶ τὴν περὶ ταῦτα σπουδήν. Καὶ γὰρ ἥδιον ἂν οὗτοι τὸ σῶμα μολύναιεν πηλῷ, ἢ τὰ δέρματα ἐκεῖνα. Μικρολόγοι μὲν οὖν οὕτω γίνονται, φιλοχρήματοι δὲ πάλιν ἑτέρως. Ὁ γὰρ περὶ τὰ τοιαῦτα μαίνεσθαι καὶ σπουδάζειν ἐθισθεὶς, καὶ ἐν ἱματίοις καὶ ἐν τοῖς ἄλλοις ἅπασι πολλῆς δεῖται δαπάνης καὶ πολλῆς τῆς προσόδου. Κἂν μὲν φιλότιμον ἔχῃ πατέρα, μᾶλλον αἰχμάλωτος γίνεται, τὴν ἄτοπον ταύτην ἐπιτείνων ἐπιθυμίαν· ἂν δὲ μικρολόγον, ἀναγκάζεται ἕτερα ἀσχημονεῖν, ὥστε χρυσίον συνάγειν εἰς τὰς τοιαύτας δαπάνας. Ἐντεῦθεν πολλοὶ τῶν νέων καὶ τὴν ὥραν ἀπέδοντο, καὶ παράσιτοι τοῖς εὐπόροις ἐγένοντο, καὶ ἑτέρας δουλοπρεπεῖς ὑπέμειναν διακονίας, ἀντὶ τούτων ὠνούμενοι τὸ τὰς τοιαύτας ἐπιθυμίας πληροῦν. Ὅτι μὲν οὖν καὶ φιλοχρήματος οὗτος ἔσται καὶ μικρολόγος, καὶ περὶ τὰ ἀναγκαῖα πάντων ἀργότερος, καὶ πολλὰ ἀναγκασθήσεται ἁμαρτάνειν, δῆλον ἐκ τούτων· ὅτι δὲ ὠμὸς καὶ κενόδοξος, οὐδὲ τοῦτό τις ἀντερεῖ· ὠμὸς μὲν, ὅταν πένητα ἰδὼν, τῷ πόθῳ τοῦ καλλωπισμοῦ μηδὲ ἑωρακέναι δοκῇ, ἀλλὰ ταῦτα μὲν χρυσῷ καλλωπίζῃ, ἐκεῖνον δὲ ὑπὸ λιμοῦ διαφθειρόμενον περιορᾷ· κενόδοξος δὲ, ὅταν καὶ ἐν τοῖς μικροῖς παιδεύηται τὴν παρὰ τῶν ὁρώντων δόξαν θηρᾷν. Οὐ γὰρ οὕτως οἶμαι στρατηγὸν ἐπὶ τοῖς στρατοπέδοις καὶ τροπαίοις μέγα φρονεῖν, ὡς τοὺς ἀκολάστους νέους ἐπὶ τῷ καλλωπισμῷ τῶν ὑποδημάτων, ἐπὶ τοῖς συρομένοις ἱματίοις, ἐπὶ τῇ κουρᾷ τῆς κεφαλῆς· καίτοιγε ταῦτα πάντα τεχνιτῶν ἔργα ἐστὶν ἑτέρων. Εἰ δὲ ἐπὶ τοῖς ἀλλοτρίοις οὐκ ἀφίστανται κενοδοξοῦντες, πότε ἐπὶ τοῖς ἰδίοις ἀποστήσονται; Εἴπω καὶ ἕτερα τούτων χαλεπώτερα, ἢ καὶ ταῦτα ὑμῖν ἀπόχρη; Οὐκοῦν ἀνάγκη καταλῦσαι τὸν λόγον ἐνταῦθα· ἐπεὶ καὶ ταῦτά μοι εἴρηται διὰ τοὺς φιλονείκους καὶ οὐδὲν ἄτοπον τὸ πρᾶγμα εἶναι λέγοντας. Καὶ οἶδα μὲν ὅτι πολλοὶ τῶν νέων οὐδὲ προσέξουσι τοῖς λεγομένοις, μεθύοντες ἅπαξ τῷ πάθει· οὐ μὴν διὰ τοῦτο σιγῆσαι ἔδει. Οἱ γὰρ νοῦν ἔχοντες πατέρες καὶ ὑγιαίνοντες τέως, καὶ ἄκοντας αὐτοὺς εἰς τὴν προσήκουσαν 58.504 εὐσχημοσύνην ἐμβιβάσαι δυνήσονται. Μὴ τοίνυν λέγε, Οὐδὲν παρὰ τοῦτο, καὶ οὐδὲν παρ' ἐκεῖνο· τοῦτο γὰρ, τοῦτο πάντα ἀπώλεσεν. Ἔδει γὰρ καὶ ἐντεῦθεν αὐτοὺς παιδεύειν, καὶ ἀπὸ τῶν δοκούντων εἶναι μικρῶν σεμνοὺς ποιεῖν, μεγαλοψύχους, κρείττους σχημάτων· οὕτως αὐτοὺς καὶ ἐν τοῖς μεγάλοις εὑρήσομεν δοκίμους. Τί γὰρ τῆς τῶν στοιχείων μαθήσεως εὐτελέστερον; Ἀλλ' ὅμως ἀπὸ τούτων καὶ ῥήτορες, καὶ σοφισταὶ, καὶ φιλόσοφοι γίνονται· κἂν ταῦτα ἀγνοήσωσιν, οὐδὲ ἐκεῖνά ποτε εἴσονται. Ταῦτα δὲ ἡμῖν οὐ πρὸς νέους μόνον, ἀλλὰ καὶ πρὸς γυναῖκας καὶ κόρας εἴρηται. Καὶ γὰρ καὶ αὗται τοῖς τοιούτοις ἐγκλήμασιν ὑπόκεινται, καὶ πολλῷ μᾶλλον, ὅσῳ παρθένῳ κοσμιότης ἐπιτήδειον. Τὰ τοίνυν πρὸς ἐκείνους εἰρημένα καὶ πρὸς ὑμᾶς εἰρῆσθαι νομίζετε, ἵνα μὴ πάλιν τὰ αὐτὰ ἀναλάβωμεν. Καὶ γὰρ ὥρα λοιπὸν εὐχῇ κατακλεῖσαι τὸν λόγον. Ἅπαντες τοίνυν ἡμῖν συνεύξασθε, ὥστε τοὺς νέους τοὺς τῆς Ἐκκλησίας μάλιστα δυνηθῆναι κοσμίως ζῇν, καὶ εἰς γῆρας