315
ἐπιβάντων αὐτῶν τοῦ πλοίου, τότε ἐπαύσατο ὁ ἄνεμος. Πρὸ τούτου μὲν ἔλεγον· Ποταπός ἐστιν ὁ ἄνθρωπος οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ; νυνὶ δὲ οὐχ οὕτως. Οἱ γὰρ ἐν τῷ πλοίῳ, φησὶν, ἐλθόντες προσεκύνησαν αὐτῷ, λέγοντες· Ἀληθῶς Θεοῦ Υἱὸς εἶ. Ὁρᾷς πῶς κατὰ μικρὸν ἐπὶ τὸ ὑψηλότερον ἅπαντας ἦγε; Καὶ γὰρ ἀπὸ τοῦ βαδίσαι ἐν τῇ θαλάσσῃ, καὶ ἀπὸ τοῦ ἑτέρῳ κελεῦσαι τοῦτο ποιῆσαι, καὶ κινδυνεύοντα διασῶσαι, πολλὴ λοιπὸν ἡ πίστις ἦν. Τότε μὲν γὰρ ἐπετίμησε τῇ θαλάσσῃ, νυνὶ δὲ οὐκ ἐπιτιμᾷ, ἑτέρως τὴν δύναμιν αὐτοῦ δεικνὺς μειζόνως. ∆ιὸ καὶ ἔλεγον· Ἀληθῶς Θεοῦ Υἱὸς εἶ. Τί οὖν; ἐπετίμησε τοῦτο εἰρηκόσι; Τοὐναντίον μὲν οὖν ἅπαν, καὶ ἐβεβαίωσε τὸ λεχθὲν, μετὰ μείζονος ἐξουσίας θεραπεύων τοὺς προσιόντας, καὶ οὐχ ὡς ἔμπροσθεν. Καὶ διαπεράσαντες, φησὶν, ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ. Καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου, ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, καὶ παρεκάλουν ἵνα ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο ἐσώθησαν. Οὐδὲ γὰρ ὁμοίως ὡς πρότερον προσῄεσαν, εἰς τὰς οἰκίας αὐτὸν ἕλκοντες, καὶ χειρὸς ἁφὴν ἐπιζητοῦντες, καὶ προστάγματα διὰ ῥημάτων· ἀλλ' ὑψηλότερον πολλῷ καὶ φιλοσοφώτερον, καὶ μετὰ πλείονος τῆς πίστεως τὴν θεραπείαν ἐπεσπῶντο. Ἡ γὰρ αἱμοῤῥοοῦσα ἅπαντας ἐδίδαξε φιλοσοφεῖν. ∆εικνὺς δὲ ὁ εὐαγγελιστὴς, ὅτι καὶ διὰ πολλοῦ χρόνου τοῖς μέρεσιν ἐπέβη, φησὶν, ὅτι Ἐπιγνόντες οἱ ἄνδρες τοῦ τόπου ἀπέστειλαν εἰς τὴν περίχωρον, καὶ προσήνεγκαν αὐτῷ τοὺς κακῶς ἔχοντας. Ἀλλ' ὅμως ὁ χρόνος οὐ μόνον οὐκ ἐξέλυσε τὴν πίστιν, ἀλλὰ καὶ μείζονα εἰργάσατο, καὶ ἀκμάζουσαν διετήρησεν. Ἁψώμεθα τοίνυν καὶ ἡμεῖς τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· μᾶλλον δὲ, ἐὰν θέλωμεν, ὅλον αὐτὸν ἔχομεν. Καὶ γὰρ καὶ τὸ σῶμα αὐτοῦ πρόκειται νῦν ἡμῖν· οὐ τὸ ἱμάτιον μόνον, ἀλλὰ καὶ τὸ σῶμα· οὐχ ὥστε ἅψασθαι μόνον, ἀλλ' ὥστε καὶ φαγεῖν καὶ ἐμφορηθῆναι. Προσερχώμεθα τοίνυν μετὰ πίστεως, ἕκαστος ἀσθένειαν ἔχων. Εἰ γὰρ οἱ τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἁψάμενοι τοσαύτην εἵλκυσαν δύναμιν, πόσῳ μᾶλλον οἱ ὅλον αὐτὸν κατέχοντες; Τὸ δὲ προσελθεῖν μετὰ πίστεως οὐ τὸ λαβεῖν ἐστι μόνον τὸ προκείμενον, ἀλλὰ καὶ τὸ μετὰ καθαρᾶς καρδίας ἅψασθαι, τὸ οὕτω διακεῖσθαι, ὡς αὐτῷ προσιόντας τῷ Χριστῷ. Τί γὰρ, εἰ μὴ φωνῆς ἀκούεις; Ἀλλ' ὁρᾷς αὐτὸν κείμενον· μᾶλλον δὲ καὶ φωνῆς ἀκούεις, φθεγγομένου αὐτοῦ διὰ τῶν εὐαγγελιστῶν. γʹ. Πιστεύσατε τοίνυν, ὅτι καὶ νῦν ἐκεῖνο τὸ δεῖπνόν ἐστιν, ἐν ᾧ καὶ αὐτὸς ἀνέκειτο. Οὐδὲν γὰρ ἐκεῖνο τούτου διενήνοχεν. Οὐδὲ γὰρ τοῦτο μὲν ἄνθρωπος ἐργάζεται, ἐκεῖνο δὲ αὐτὸς, ἀλλὰ καὶ τοῦτο κἀκεῖνο αὐτός. Ὅταν τοίνυν τὸν ἱερέα ἐπιδιδόντα σοι ἴδῃς, μὴ τὸν ἱερέα νόμιζε τὸν τοῦτο ποιοῦντα, ἀλλὰ τὴν τοῦ Χριστοῦ χεῖρα εἶναι τὴν ἐκτεινομένην. Ὥσπερ γὰρ ὅταν βαπτίζῃ, οὐκ αὐτός σε βαπτίζει, ἀλλ' ὁ Θεός ἐστιν ὁ κατέχων σου τὴν κεφαλὴν ἀοράτῳ δυνάμει, καὶ οὔτε ἄγγελος, οὔτε ἀρχάγγελος, οὔτε ἄλλος τις τολμᾷ προσελθεῖν καὶ ἅψασθαι· οὕτω καὶ νῦν. Ὅταν γὰρ ὁ Θεὸς γεννᾷ, αὐτοῦ μόνου ἐστὶν ἡ δωρεά. Οὐχ ὁρᾷς τοὺς υἱοποιουμένους ἐνταῦθα, πῶς οὐ δούλοις ἐπιτρέπουσι τὸ πρᾶγμα, ἀλλ' αὐτοὶ πάρεισι τῷ δικαστηρίῳ; Οὕτω καὶ ὁ Θεὸς οὐκ ἀγγέλοις ἐπέτρεψε τὴν δωρεὰν, ἀλλ' αὐτὸς πάρεστι κελεύων καὶ λέγων· Μὴ καλέσητε πατέρα ἐπὶ τῆς γῆς· οὐχ ἵνα ἀτιμάσῃς τοὺς γεγεννηκότας, ἀλλ' ἵνα πάντων ἐκείνων 58.508 προθῇς τὸν ποιήσαντα σε καὶ ἐγγράψαντα εἰς τοὺς ἑαυτοῦ παῖδας, Ὁ γὰρ τὸ μεῖζον δοὺς, τουτέστιν, ἑαυτὸν παραθεὶς, πολλῷ μᾶλλον οὐκ ἀπαξιώσει καὶ διαδοῦναί σοι τὸ σῶμα. Ἀκούσωμεν τοίνυν, καὶ ἱερεῖς καὶ ἀρχόμενοι, τίνος κατηξιώθημεν· ἀκούσωμεν, καὶ φρίξωμεν· Τῶν ἁγίων σαρκῶν αὐτοῦ ἐμπλησθῆναι ἔδωκεν ἡμῖν, ἑαυτὸν παρέθηκε τεθυμένον. Τίς οὖν ἔσται ἀπολογία ἡμῖν, ὅταν τοιαῦτα σιτούμενοι, τοιαῦτα ἁμαρτάνωμεν; ὅταν ἀρνίον ἐσθίοντες, λύκοι γινώμεθα; ὅταν πρόβατον σιτούμενοι, κατὰ τοὺς λέοντας ἁρπάζωμεν; Τοῦτο γὰρ τὸ μυστήριον οὐ μόνον ἁρπαγῆς, ἀλλὰ καὶ ψιλῆς ἔχθρας καθαρεύειν κελεύει