320
Προσκαλεσάμενος)· ἔπειτα καὶ τῷ καιρῷ. Μετὰ γὰρ τὸν ἐκείνων ἔλεγχον καὶ τὴν νίκην τὴν κατ' αὐτῶν, καὶ τὴν παρὰ τοῦ προφήτου κατηγορίαν, τότε ἄρχεται τῆς νομοθεσίας, ὅτε καὶ εὐκολώτερον κατεδέχοντο τὰ λεγόμενα. Καὶ οὐχ ἁπλῶς αὐτοὺς προσκαλεῖται, ἀλλὰ καὶ προσεκτικωτέρους ποιεῖ. Συνίετε γὰρ, φησί· τουτέστι, Νοήσατε, διανάστητε· τοιοῦτος γὰρ ὁ μέλλων γράφεσθαι νόμος. Εἰ γὰρ αὐτοὶ τὸν νόμον ἔλυσαν, καὶ παρὰ καιρὸν, διὰ τὴν ἰδίαν παράδοσιν, καὶ ἠκούσατε· πολλῷ μᾶλλον ἐμοῦ ἀκούειν χρὴ τοῦ κατὰ τὸν προσήκοντα καιρὸν ἐπὶ μείζονα ὑμᾶς ἄγοντος φιλοσοφίαν. Καὶ οὐκ εἶπεν, Οὐδέν ἐστιν ἡ παρατήρησις τῶν βρωμάτων, οὐδ' ὅτι Μωϋσῆς κακῶς προσέταξεν, οὐδ' ὅτι συγκαταβαίνων· ἀλλ' ἐν τάξει παραινέσεως καὶ συμβουλῆς, καὶ ἀπὸ τῆς τῶν πραγμάτων φύσεως τὴν μαρτυρίαν λαβὼν, φησίν· Οὐ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐκπορευόμενα διὰ τοῦ στόματος· ἐπὶ τὴν φύσιν αὐτὴν καταφεύγων, καὶ νομοθετῶν, καὶ ἀποφαινόμενος. Καὶ ταῦτα ἀκούοντες οὐδὲν ἀντεῖπον ἐκεῖνοι, οὐδὲ εἶπον· Τί λέγεις; τοῦ Θεοῦ μυρία παραγγείλαντος περὶ βρωμάτων παρατηρήσεως, σὺ τοιαῦτα νομοθετεῖς; ἀλλ' ἐπειδὴ σφόδρα αὐτοὺς ἐπεστόμισεν, οὐ τῷ ἐλέγξαι μόνον, ἀλλὰ καὶ τῷ τὸν δόλον αὐτῶν εἰς μέσον ἀγαγεῖν, καὶ τὸ λάθρα γινόμενον παρ' αὐτῶν ἐκπομπεῦσαι, καὶ τὰ ἀπόῤῥητα τῆς διανοίας ἀνακαλύψαι, ἐπιστομισθέντες ἀπῆλθον. Σὺ δέ μοι σκόπει, πῶς οὐδέπω θαῤῥεῖ σαφῶς κατατολμῆσαι τῶν βρωμάτων. ∆ιὰ τοῦτο οὐδὲ εἶπε, Τὰ βρώματα, ἀλλ', Οὐ τὰ εἰσερχόμενα κοινοῖ τὸν ἄνθρωπον· ὅπερ εἰκὸς ἦν καὶ περὶ τῶν ἀνίπτων χειρῶν ὑποπτεύειν. Αὐτὸς μὲν γὰρ περὶ βρωμάτων ἔλεγεν, ἐνοήθη δ' ἂν καὶ περὶ τούτων. Τοσαύτη γὰρ ἦν ἡ παρατήρησις τῶν βρωμάτων, ὡς καὶ μετὰ τὴν ἀνάστασιν τὸν Πέτρον εἰπεῖν· Οὐχὶ, Κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον. Εἰ γὰρ καὶ δι' ἑτέρους ταῦτα ἔλεγε, καὶ ὥστε καταλιπεῖν ἑαυτῷ ἀπολογίαν πρὸς τοὺς ἐγκαλοῦντας, ἵνα δείξῃ ὅτι καὶ ἀντεῖπε, καὶ οὐδὲ οὕτω συνεχωρήθη, ὅμως δείκνυσι πολλὴν οὖσαν τοῦ πράγματος τὴν ὑπόνοιαν. ∆ιά τοι τοῦτο καὶ αὐτὸς ἐξ ἀρχῆς οὐ φανερῶς εἶπε περὶ βρωμάτων, ἀλλὰ, Τὰ εἰσερχόμενα εἰς τὸ στόμα· καὶ πάλιν, ὅτε σαφέστερον ἔδοξεν ὕστερον λέγειν, ἀπὸ τοῦ τέλους αὐτὸ συνεσκίασεν εἰπών· Τὸ δὲ ἀνίπτοις χερσὶ φαγεῖν οὐ 58.514 κοινοῖ τὸν ἄνθρωπον· ἵνα δόξῃ ἐντεῦθεν τὴν ἀρχὴν εἰληφέναι, καὶ περὶ αὐτοῦ διαλέγεσθαι τέως. ∆ιὰ τοῦτο οὐκ εἶπε· Τὸ δὲ βρώματα φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον· ἀλλ' ὡς περὶ ἐκείνου διαλεγόμενος, ἵνα μηδὲν ἔχωσιν ἀντειπεῖν ἐκεῖνοι. Ταῦτα τοίνυν ἀκούσαντες ἐσκανδαλίσθησαν, φησὶν, οἱ Φαρισαῖοι, οὐχ οἱ ὄχλοι. Προσελθόντες γὰρ, φησὶν, οἱ μαθηταὶ αὐτοῦ εἶπον αὐτῷ· Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν; Καίτοιγε οὐδὲν πρὸς αὐτοὺς εἴρητο. Τί οὖν ὁ Χριστός; Οὐκ ἔλυσε τὸ σκάνδαλον ἐκείνοις, ἀλλ' ἐπετίμησε, λέγων· Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται. Οἶδε γὰρ καὶ καταφρονεῖν σκανδάλων, καὶ μὴ καταφρονεῖν. Ἀλλαχοῦ γοῦν φησιν· Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, βάλε ἄγκιστρον εἰς τὴν θάλασσαν· ἐνταῦθα δέ φησιν· Ἄφετε αὐτούς· ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν. Τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται. Ταῦτα δὲ ἔλεγον οἱ μαθηταὶ, οὐχ ὡς ὑπὲρ ἐκείνων ἀλγοῦντες μόνον, ἀλλὰ καὶ αὐτοὶ ἠρέμα θορυβούμενοι. Ἐπειδὴ δὲ οὐκ ἐτόλμων εἰπεῖν ἐξ οἰκείου προσώπου τοῦτο, ἐν τῇ περὶ ἑτέρων διηγήσει μανθάνειν ἐβούλοντο. Ὅτι γὰρ τοῦτό ἐστιν, ἄκουσον πῶς μετὰ ταῦτα ὁ θερμὸς καὶ πανταχοῦ προφθάνων Πέτρος προσελθών φησι· Φράσον ἡμῖν τὴν παραβολὴν ταύτην· τὸν ἐν τῇ ψυχῇ θόρυβον ἐκκαλύπτων, καὶ φανερῶς μὲν οὐ τολμῶν εἰπεῖν, ὅτι Σκανδαλίζομαι, ἀξιῶν δὲ διὰ τῆς ἑρμηνείας ἀπαλλαγῆναι τοῦ θορύβου· διὸ καὶ ἐπετιμᾶτο. Τί οὖν ὁ Χριστός φησι· Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται. Τοῦτο περὶ τοῦ νόμου φασὶν εἰρῆσθαι οἱ τὰ Μανιχαίων νοσοῦντες· ἀλλ' ἐπιστομίζει τὰ ἔμπροσθεν εἰρημένα αὐτούς. Εἰ γὰρ περὶ τοῦ νόμου ἔλεγε, πῶς ἀνωτέρω ἀπολογεῖται ὑπὲρ αὐτοῦ καὶ μάχεται λέγων· ∆ιατί