321
παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; πῶς δὲ τὸν προφήτην παράγει εἰς μέσον; Ἀλλὰ περὶ αὐτῶν ἐκείνων καὶ τῶν παραδόσεων αὐτῶν ταῦτά φησιν. Εἰ γὰρ ὁ Θεὸς εἶπε, Τίμα τὸν πατέρα καὶ τὴν μητέρα· πῶς οὐκ ἔστι φυτεία Θεοῦ τὸ παρὰ Θεοῦ εἰρημένον; δʹ. Καὶ τὸ ἑξῆς δὲ δείκνυσιν, ὅτι περὶ αὐτῶν εἴρηται καὶ τῶν παραδόσεων αὐτῶν. Ἐπήγαγε γοῦν· Ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν. Εἰ δὲ περὶ τοῦ νόμου ἔλεγε τοῦτο, εἶπεν ἄν· Ὁδηγός ἐστι τυφλὸς τυφλῶν. Ἀλλ' οὐχ οὕτως εἶπεν, ἀλλ', Ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν, ἐκεῖνον μὲν ἀπαλλάττων τῆς κατηγορίας, εἰς δὲ τούτους τὸ πᾶν περιέλκων. Εἶτα καὶ τὸ πλῆθος ἀποσχίζων αὐτῶν, ὡς μέλλον εἰς βάραθρον ἐμπίπτειν δι' αὐτοὺς, φησί· Τυφλὸς τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται. Μέγα μὲν κακὸν καὶ τυφλὸν εἶναι· τὸ δὲ καὶ τοιοῦτον ὄντα μήτε ἔχειν τὸν χειραγωγὸν, καὶ ὁδηγοῦ τάξιν ἐπέχειν, διπλοῦν καὶ τριπλοῦν ἔγκλημα. Εἰ γὰρ τὸ μὴ ἔχειν ὁδηγὸν τὸν τυφλὸν ἐπισφαλὲς, πολλῷ μᾶλλον τὸ καὶ ἑτέρῳ τοῦτο βούλεσθαι εἶναι. Τί οὖν ὁ Πέτρος; Οὐ λέγει, Τί ποτέ ἐστι τοῦτο ὃ εἴρηκας; ἀλλ' ὡς ἀσαφείας γέμον ἐρωτᾷ. Καὶ οὐ λέγει· ∆ιατί παράνομον εἶπας; ἐδεδοίκει γὰρ, ἵνα μὴ νομισθῇ 58.515 ἐσκανδαλίσθαι· ἀλλ' ἀσαφείας τοῦτο εἶναί φησιν. Ὅτι δὲ οὐκ ἦν ἀσαφείας, ἀλλ' ἐσκανδαλίζετο, δῆλον· οὐδὲν γὰρ ἀσαφείας εἶχε. ∆ιὸ καὶ ἐπιπλήττει αὐτῷ λέγων· Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Οἱ μὲν γὰρ ὄχλοι οὐδὲ συνῆκαν ἴσως τὸ λεχθέν· αὐτοὶ δὲ ἦσαν οἱ σκανδαλισθέντες. ∆ιὸ παρὰ μὲν τὴν ἀρχὴν, ὡς ὑπὲρ τῶν Φαρισαίων δῆθεν ἐρωτῶντες, ἐβούλοντο μαθεῖν· ἐπειδὴ δὲ ἤκουσαν αὐτοῦ μεγάλην ἀπειλὴν ἀπειλοῦντος καὶ λέγοντος, ὅτι Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται, καὶ, Ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν, κατεστάλησαν· Ὁ δὲ πανταχοῦ θερμὸς οὐδὲ οὕτως ἀνέχεται σιγῆσαι, ἀλλά φησι· Φράσον ἡμῖν τὴν παραβολὴν ταύτην. Τί οὖν ὁ Χριστός; Σφόδρα ἐπιπληκτικῶς ἀποκρίνεται· Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Οὔπω νοεῖτε; Ταῦτα δὲ ἔλεγε καὶ ἐπετίμα, ὥστε τὴν πρόληψιν ἐκβαλεῖν· οὐ μὴν ἔστη μέχρι τούτου, ἀλλὰ καὶ ἕτερα ἐπάγει λέγων· Ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα, εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκβάλλεται· τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος, ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροὶ, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαὶ, βλασφημίαι, ψευδομαρτυρίαι· καὶ ταῦτά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον. Τὸ δὲ ἀνίπτοις χερσὶν ἐσθίειν, οὐ κοινοῖ τὸν ἄνθρωπον. Εἶδες πῶς αὐτοῖς σφοδρῶς κέχρηται καὶ ἐπιτιμητικῶς; Εἶτα κατασκευάζει τὸ εἰρημένον ἀπὸ τῆς κοινῆς φύσεως, καὶ πρὸς τὴν θεραπείαν τὴν ἐκείνων. Ὅταν γὰρ εἴπῃ, Εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκβάλλεται, ἔτι κατὰ Ἰουδαϊκὴν ταπεινότητα ἀποκρίνεται. Λέγει γὰρ ὅτι οὐ μένει, ἀλλ' ἐξέρχεται. Καίτοι καὶ εἰ ἔμενεν, οὐκ ἐποίει ἀκάθαρτον. Ἀλλ' οὐδέπω τοῦτο δυνατοὶ ἦσαν ἀκοῦσαι. ∆ιὰ γοῦν τοῦτο καὶ ὁ νομοθέτης τοσοῦτον χρόνον ἀφίησιν, ὅσον ἂν ἔνδον μένῃ· ὅταν δὲ ἐξέλθῃ, οὐκέτι. Ἐν ἑσπέρᾳ γοῦν κελεύει λούεσθαι, καὶ καθαρὸν εἶναι, τὸν καιρὸν τῆς πέψεως ἀναμετρῶν, καὶ τῆς ἐκκρίσεως. Τὰ δὲ τῆς καρδίας, φησὶν, ἔνδον μένει, καὶ ἐξελθόντα κοινοῖ, οὐ μένοντα μόνον. Καὶ πρότερον τίθησι τοὺς πονηροὺς διαλογισμοὺς, ὅπερ ἦν Ἰουδαϊκόν· καὶ οὐδέπω ἀπὸ τῆς τῶν πραγμάτων φύσεως ποιεῖται τὸν ἔλεγχον, ἀλλ' ἀπὸ τοῦ τόκου τῆς κοιλίας καὶ τῆς καρδίας, καὶ ἐκ τοῦ τὰ μὲν μένειν, τὰ δὲ μὴ μένειν. Τὰ μὲν γὰρ, ἔξωθεν εἰσιόντα, ἔξω πάλιν ἄπεισιν· τὰ δὲ ἔνδοθεν τίκτεται, καὶ ἐξελθόντα κοινοῖ, καὶ τότε μᾶλλον, ὅταν ἐξέλθῃ. Οὔπω γὰρ ἦσαν δυνατοὶ, ὅπερ ἔφην, ἀκοῦσαι μετὰ τῆς προσηκούσης φιλοσοφίας ταῦτα. Ὁ δὲ Μάρκος φησὶν, ὅτι καθαρίζων τὰ βρώματα, ταῦτα ἔλεγεν· οὐ μὴν ἐνέφηνεν, οὐδὲ εἶπε, Τὸ δὲ βρώματα τοιάδε φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον· οὔτε γὰρ ἠνείχοντο σαφῶς οὕτως αὐτοῦ ἀκοῦσαι. ∆ιὸ καὶ ἐπήγαγε· Τὸ δὲ ἀνίπτοις χερσὶ φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον. Μάθωμεν τοίνυν τίνα ἐστὶ τὰ κοινοῦντα τὸν ἄνθρωπον· μάθωμεν, καὶ φύγωμεν. Καὶ γὰρ ἐν τῇ Ἐκκλησίᾳ τοιοῦτον ὁρῶμεν ἔθος