322
κρατοῦν παρὰ τοῖς πολλοῖς, καὶ ὅπως μὲν ἐν καθαροῖς εἰσέλθοιεν ἱματίοις σπουδάζοντας, καὶ ὅπως τὰς χεῖρας νίψαιντο· ὅπως δὲ ψυχὴν καθαρὰν παραστήσαιεν τῷ Θεῷ, οὐδένα ποιουμένους λόγον. Καὶ ταῦτα λέγω, οὐ 58.516 κωλύων ὥστε χεῖρας νίπτειν, οὐδὲ στόμα· ἀλλὰ βουλόμενος οὕτω νίπτειν, ὡς προσήκει, οὐχ ὕδατι μόνον, ἀλλ' ἀντὶ τοῦ ὕδατος ταῖς ἀρεταῖς. Ῥύπος γὰρ στόματος, κακηγορία, βλασφημία, λοιδορία, ὀργίλα ῥήματα, αἰσχρολογία, γέλως, εὐτραπελία. Εἰ τοίνυν σύνοιδας σαυτῷ μηδὲν τούτων φθεγγομένῳ, μηδὲ ῥυπῶντι τὸν ῥύπον τοῦτον, πρόσελθε θαῤῥῶν· εἰ δὲ μυριάκις ταύτας ἐδέξω τὰς κηλῖδας, τί ματαιοπονεῖς, ὕδατι μὲν περικλύζων τὴν γλῶτταν, τὸν δὲ ὀλέθριον καὶ βλαβερὸν περιφέρων ἐν αὐτῇ ῥύπον; εʹ. Εἰπὲ γάρ μοι, εἰ κόπρον ἐν ταῖς χερσὶν εἶχες καὶ βόρβορον, ἆρα ἂν ἐτόλμησας εὔξασθαι; Οὐδαμῶς. Καὶ μὴν τοῦτο οὐδεμία βλάβη· ἐκεῖνο δὲ ὄλεθρος. Πῶς οὖν ἐν μὲν τοῖς ἀδιαφόροις εὐλαβὴς, ἐν δὲ τοῖς κεκωλυμένοις ῥᾴθυμος; Τί οὖν; οὐ δεῖ προσεύχεσθαι; φησί. ∆εῖ μὲν, ἀλλ' οὐχὶ ῥυπῶντα, οὐδὲ τοιοῦτον ἔχοντα βόρβορον. Τί οὖν, ἐὰν προληφθῶ; φησί. Κάθαρον σαυτόν. Πῶς καὶ τίνι τρόπῳ; Κλαῦσον, στέναξον, δὸς ἐλεημοσύνην, ἀπολόγησαι τῷ ὑβρισμένῳ, κατάλλαξον σαυτῷ διὰ τούτων, ἀπόσμηξον τὴν γλῶτταν, ἵνα μὴ μειζόνως παροξύνῃς τὸν Θεόν. Καὶ γὰρ εἴ τις κόπρου τὰς χεῖρας πληρώσας, οὕτω σου κατέσχε τοὺς πόδας ἱκετεύων, οὐ μόνον οὐκ ἂν ἤκουσας, ἀλλὰ καὶ τῷ ποδὶ ἐλάκτισας· πῶς οὖν σὺ τολμᾷς οὕτω Θεῷ προσιέναι; Καὶ γὰρ χείρ ἐστιν ἡ γλῶττα τῶν εὐχομένων, καὶ δι' αὐτῆς κατέχομεν τὰ γόνατα τοῦ Θεοῦ. Μὴ τοίνυν μολύνῃς αὐτὴν, ἵνα μὴ καὶ πρὸς σὲ εἴπῃ· Ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι. Καὶ γὰρ Ἐν χειρὶ γλώσσης ζωὴ καὶ θάνατος· καὶ, Ἀπὸ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἀπὸ τῶν λόγων σου κατακριθήσῃ. Μᾶλλον τοίνυν τῆς κόρης φύλαττε τὴν γλῶτταν. Ἵππος ἐστὶ βασιλικὸς ἡ γλῶσσα. Ἂν μὲν οὖν ἐπιθῇς αὐτῇ χαλινὸν, καὶ διδάξῃς βαδίζειν εὔρυθμα, ἐπαναπαύσεται αὐτῇ καὶ ἐπικαθιεῖται ὁ βασιλεύς· ἂν δὲ ἀχαλίνωτον ἀφῇς φέρεσθαι καὶ σκιρτᾷν, τοῦ διαβόλου καὶ τῶν δαιμόνων ὄχημα γίνεται. Σὺ δὲ ἀπὸ μὲν συνουσίας ὢν τῆς σαυτοῦ γυναικὸς, οὐ τολμᾷς εὔξασθαι, καίτοιγε οὐδὲ ἔγκλημα τοῦτο· ἀπὸ δὲ λοιδορίας ὢν καὶ ὕβρεως, ὃ καὶ γέενναν προξενεῖ, πρὶν ἢ καθᾶραι σαυτὸν καλῶς, ἀνατείνεις τὰς χεῖρας; καὶ πῶς οὐ φρίττεις; εἰπέ μοι. Οὐκ ἤκουσας Παύλου λέγοντος, ὅτι Τίμιος ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος; Εἰ δὲ ἀπὸ τῆς ἀμιάντου κοίτης ἀνιστάμενος οὐ τολμᾷς εὐχῇ προσελθεῖν, ἀπὸ τῆς κοίτης ὢν τῆς διαβολικῆς πῶς καλεῖς τὸ φρικτὸν ὄνομα ἐκεῖνο καὶ φοβερόν; Καὶ γὰρ κοίτη διαβολικὴ, τὸ ἐν ὕβρεσι πλύνεσθαι καὶ λοιδορίαις. Καὶ καθάπερ πονηρός τις μοιχὸς, ὁ θυμὸς μετὰ πολλῆς ἡμῖν συγγίνεται τῆς ἡδονῆς, τὰ ὀλέθρια προϊέμενος ἐν ἡμῖν σπέρματα, καὶ τὴν διαβολικὴν ποιῶν ἀποτίκτειν ἔχθραν, καὶ ἀπεναντίας τῷ γάμῳ πάντα ἐργαζόμενος. Ὁ μὲν γὰρ γάμος τοὺς δύο ποιεῖ σάρκα γενέσθαι μίαν· ὁ δὲ θυμὸς τοὺς ἡνωμένους εἰς πολλὰ διαιρεῖ μέρη, καὶ αὐτὴν κατασχίζει καὶ κατατέμνει τὴν ψυχήν. Ἵν' οὖν μετὰ παῤῥησίας τῷ Θεῷ προσίῃς, μὴ δέξῃ τὸν θυμὸν ἐπεισιόντα σοι, καὶ συγγενέσθαι βουλόμενον· ἀλλ' ὥσπερ κύνα λυττῶντα ἀπέλασον. Οὕτω γὰρ καὶ Παῦλος ἐκέλευσεν. Ἐπαίροντας γὰρ, φησὶν, ὁσίους χεῖρας, χωρὶς ὀργῆς καὶ διαλογισμῶν. Μὴ δὴ καται 58.517 σχύνῃς τὴν γλῶτταν· ἐπεὶ πῶς ὑπὲρ σοῦ δεηθήσεται, ὅταν τὴν οἰκείαν παῤῥησίαν ἀπολέσῃ; ἀλλὰ κόσμησον αὐτὴν ἐπιεικείᾳ, ταπεινοφροσύνῃ· ποίησον ἀξίαν τοῦ παρακαλουμένου Θεοῦ· εὐλογίας αὐτὴν ἔμπλησον, ἐλεημοσύνης πολλῆς. Ἔστι γὰρ καὶ διὰ ῥημάτων ἐλεημοσύνην ποιεῖν. Κρεῖττον γὰρ λόγος, ἢ δόσις· καὶ, Ἀποκρίθητι τῷ πτωχῷ ἐν πραΰτητι εἰρηνικά. Καὶ τὸν ἄλλον δὲ ἅπαντα χρόνον τῇ διηγήσει τῶν θείων καλλώπιζε νόμων. Πᾶσα γὰρ ἡ διήγησίς σου ἔστω ἐν νόμῳ Ὑψίστου. Οὕτως ἑαυτοὺς κοσμήσαντες προσερχώμεθα τῷ Βασιλεῖ, καὶ πίπτωμεν ἐπὶ γόνατα, μὴ τῷ σώματι μόνον, ἀλλὰ καὶ τῇ διανοίᾳ. Ἐννοήσωμεν τίνι πρόσιμεν, καὶ ὑπὲρ τίνων, καὶ τί βουλόμενοι ἀνύσαι. Θεῷ