323
πρόσιμεν, ὃν τὰ Σεραφὶμ ἰδόντα τὰς ὄψεις ἀπέστρεψεν, οὐ φέροντα τὴν λαμπηδόνα· ὃν ἡ γῆ βλέπουσα τρέμει. Θεῷ πρόσιμεν, τῷ φῶς οἰκοῦντι ἀπρόσιτον. Καὶ πρόσιμεν ὑπὲρ γεέννης ἀπαλλαγῆς, ὑπὲρ ἁμαρτημάτων ἀφέσεως, ὑπὲρ τοῦ λυθῆναι τὰς ἀφορήτους ἡμῖν τιμωρίας ἐκείνας, ὑπὲρ τοῦ τῶν οὐρανῶν τυχεῖν καὶ τῶν ἀγαθῶν τῶν ἐκεῖ. ʹ. Προσπέσωμεν τοίνυν καὶ τῷ σώματι καὶ τῇ διανοίᾳ, ἵνα αὐτὸς ἡμᾶς ἀναστήσῃ κειμένους· μετὰ ἐπιεικείας διαλεχθῶμεν καὶ πραότητος ἁπάσης. Καὶ τίς οὕτως ἄθλιος, φησὶ, καὶ ταλαίπωρος, ὡς ἐν εὐχῇ μὴ γενέσθαι ἐπιεικής; Ὁ μετὰ ἀρᾶς εὐχόμενος, καὶ θυμοῦ πληρῶν ἑαυτὸν, καὶ τῶν ἐχθρῶν καταβοῶν. Εἰ γὰρ βούλει κατηγορεῖν, σαυτοῦ κατηγόρει. Εἰ βούλει τὴν γλῶτταν ἀκονᾷν καὶ θήγειν, κατὰ τῶν σῶν ἁμαρτημάτων. Καὶ μὴ τί ἕτερός σε εἰργάσατο κακὸν εἴπῃς, ἀλλὰ τί σὺ σαυτὸν εἰργάσω· τοῦτο γὰρ μάλιστά ἐστι κακόν. Οὐδὲ γὰρ ἕτερός σέ τις ἀδικῆσαι δυνήσεται, ἂν μὴ σὺ σαυτὸν ἀδικῇς. Ὥστε εἰ κατὰ τῶν ἀδικούντων γενέσθαι βούλει, κατὰ σαυτοῦ πρόσελθε πρῶτον· οὐδεὶς ὁ κωλύων· ὡς ἂν κατὰ ἑτέρου προσέλθῃς, μείζονα ἀδικηθεὶς ἀπῆλθες. Τίνα δὲ ὅλως καὶ ἀδικίαν ἔχεις εἰπεῖν; Ὅτι ὁ δεῖνα ὕβρισε, καὶ ἥρπασε, καὶ κινδύνοις περιέβαλεν; Ἀλλὰ τοῦτο οὐκ ἔστιν ἠδικῆσθαι, ἀλλ' ἐὰν νήφωμεν, καὶ ὠφελεῖσθαι τὰ μέγιστα. Ὁ γὰρ ἠδικημένος ὁ τὰ τοιαῦτα ποιήσας ἐστὶν, οὐχ ὁ παθών. Καὶ τοῦτο μάλιστά ἐστι τὸ πάντων αἴτιον τῶν κακῶν, ὅτι οὐδὲ ἴσμεν τίς ποτέ ἐστιν ὁ ἀδικούμενος, καὶ τίς ὁ ἀδικῶν. Ὡς εἰ τοῦτο ᾔδειμεν καλῶς, οὐκ ἂν ἑαυτούς ποτε ἠδικήσαμεν, οὐκ ἂν καθ' ἑτέρου ηὐξάμεθα, μαθόντες ὅτι παρ' ἑτέρου ἀδύνατον παθεῖν κακῶς. Οὐδὲ γὰρ τὸ ἁρπάζεσθαι, ἀλλὰ τὸ ἁρπάζειν κακόν. Ὥστε εἰ μὲν ἥρπασας, κατηγόρει σαυτοῦ· εἰ δὲ ἡρπάγης, καὶ εὔχου ὑπὲρ τοῦ ἡρπακότος, ὅτι σε τὰ μέγιστα ὤνησεν. Εἰ γὰρ καὶ μὴ τοιαύτη 58.518 ἡ γνώμη τοῦ πεποιηκότος, ἀλλὰ σὺ τὰ μέγιστα ὠφελήθης, ἂν γενναίως ἐνέγκῃς. Ἐκεῖνον μὲν γὰρ καὶ οἱ ἄνθρωποι καὶ οἱ θεῖοι ταλανίζουσι νόμοι· σὲ δὲ τὸν ἠδικημένον καὶ στεφανοῦσι καὶ ἀνακηρύττουσιν. Οὐδὲ γὰρ εἰ πυρέττων τις ἥρπασε παρά τινος ἀγγεῖον ὕδωρ ἔχον, καὶ ἐνεφορήθη τῆς βλαβερᾶς ἐπιθυμίας, τὸν ἁρπαγέντα εἴποιμεν ἂν ἠδικῆσθαι, ἀλλὰ τὸν ἁρπάσαντα· τὸν γὰρ πυρετὸν ηὔξησε, καὶ τὴν νόσον χαλεπωτέραν ἐποίησε. Τοῦτο τοίνυν καὶ ἐπὶ τοῦ φιλοχρημάτου καὶ φιλαργύρου λογίζου. Καὶ γὰρ οὗτος πυρέττων πολλῷ χαλεπώτερον ἐκείνου, διὰ τῆς ἁρπαγῆς ταύτης τὴν φλόγα ἀνῆψε τὴν ἑαυτοῦ. Καὶ ξίφος δὲ εἴ τις μαινόμενος ἁρπάσας παρ' ὁτουοῦν ἑαυτὸν διεχειρίσατο, τίς ἦν ὁ ἠδικημένος πάλιν; ὁ ἁρπαγεὶς, ἢ ὁ ἁρπάσας; Εὔδηλον ὅτι ὁ ἁρπάσας. Οὐκοῦν καὶ ἐπὶ τῆς τῶν χρημάτων ἁρπαγῆς τὸ αὐτὸ τοῦτο ψηφιζώμεθα. Ὅπερ γὰρ μαινομένῳ ξίφος, τοῦτο καὶ φιλαργύρῳ πλοῦτος· μᾶλλον δὲ καὶ χαλεπώτερον. Ὁ μὲν γὰρ μαινόμενος, τὸ ξίφος λαβὼν καὶ ὠθήσας δι' ἑαυτοῦ, τῆς τε μανίας ἀπηλλάγη, καὶ οὐκέτι δευτέραν λαμβάνει πληγήν· ὁ δὲ φιλάργυρος μυρία χαλεπώτερα ἐκείνου τραύματα καθ' ἑκάστην δέχεται τὴν ἡμέραν, οὐκ ἀπαλλάττων τῆς μανίας ἑαυτὸν, ἀλλ' ἐπιτείνων μειζόνως· καὶ ὅσῳπερ ἂν λάβῃ πλείονα τραύματα, τοσούτῳ μᾶλλον ὑπόθεσιν ἑτέραις παρέχει πληγαῖς χαλεπωτέραις. Ταῦτ' οὖν ἐννοοῦντες, φύγωμεν τουτὶ τὸ ξίφος, φύγωμεν τὴν μανίαν, κἂν ὀψέ ποτε σωφρονήσωμεν. Καὶ γὰρ καὶ ταύτην τὴν ἀρετὴν σωφροσύνην δεῖ καλεῖν, οὐχ ἧττον ἐκείνης τῆς παρὰ πᾶσι νενομισμένης. Ἐκεῖ μὲν γὰρ πρὸς μίαν ἐπιθυμίας τυραννίδα ἡ πάλη γίνεται· ἐνταῦθα δὲ πολλῶν καὶ παντοδαπῶν ἐπιθυμιῶν περιγίνεσθαι δεῖ. Οὐδὲν γὰρ, οὐδὲν ἀφρονέστερον τοῦ χρημάτων δούλου. ∆οκεῖ κρατεῖν, κρατούμενος· δοκεῖ κύριος εἶναι, δοῦλος ὤν· καὶ δεσμὰ περιτιθεὶς ἑαυτῷ, χαίρει· χαλεπώτερον τὸ θηρίον ἐργαζόμενος, εὐφραίνεται· καὶ αἰχμάλωτος γινόμενος, ἀγάλλεται καὶ πηδᾷ· καὶ ὁρῶν κύνα λυττῶντα καὶ ἐφαλλόμενον αὐτοῦ τῇ ψυχῇ, δῆσαι δέον καὶ λιμῷ τῆξαι, ὁ δὲ καὶ ἄφθονον αὐτῷ παρέχει τροφὴν, ἵνα μειζόνως ἐφάλληται καὶ φοβερώτερος ᾖ. Ταῦτα οὖν ἅπαντα ἐννοοῦντες, λύσωμεν τὰ δεσμὰ, ἀνέλωμεν τὸ θηρίον, ἀπελάσωμεν τὴν νόσον, ἐκβάλωμεν τὴν μανίαν ταύτην, ἵνα γαλήνης ἀπολαύσωμεν