325
μετὰ τοῦ εἰδέναι μαινομένη. Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Τί τὸ καινὸν καὶ παράδοξον; τοὺς μὲν Ἰουδαίους καὶ ἀγνωμονοῦντας ἐνάγει, καὶ βλασφημοῦντας παρακαλεῖ, καὶ πειράζοντας οὐκ ἀφίησι· τὴν δὲ ἐπιτρέχουσαν αὐτῷ καὶ παρακαλοῦσαν καὶ δεομένην, καὶ οὔτε νόμῳ οὔτε προφήταις ἐντραφεῖσαν, καὶ τοσαύτην εὐλάβειαν ἐπιδεικνυμένην, ταύτην οὐδὲ ἀποκρίσεως ἀξιοῖ. Τίνα οὐκ ἂν τοῦτο ἐσκανδάλισεν, ὁρῶντα ἐναντία τῇ φήμῃ τὰ γινόμενα; Καὶ γὰρ ἤκουσαν, ὅτι περιῆγε τὰς κώμας θεραπεύων· ταύτην δὲ ἐλθοῦσαν διακρούεται. Τίνα δὲ οὐκ ἂν ἐπέκλασε τὸ πάθος καὶ ἡ ἱκετηρία, ἣν ἐποιεῖτο ὑπὲρ θυγατρὸς οὕτω κακῶς διακειμένης; Οὐδὲ γὰρ ὡς ἀξία οὖσα, οὐδὲ ὡς ὀφειλὴν ἀπαιτοῦσα, οὕτω προσῆλθεν, ἀλλ' ἐλεηθῆναι ἐδεῖτο, καὶ τὴν συμφορὰν τὴν οἰκείαν ἐξετραγῴδει μόνον, καὶ οὐδὲ ἀποκρίσεως ἀξιοῦται. Τάχα πολλοὶ τῶν ἀκουόν 58.520 των ἐσκανδαλίσθησαν· ἐκείνη δὲ οὐκ ἐσκανδαλίσθη. Καὶ τί λέγω, τῶν ἀκουόντων· Καὶ γὰρ οἶμαι καὶ τοὺς μαθητὰς αὐτοὺς παθεῖν τι πρὸς τὴν συμφορὰν τῆς γυναικὸς, καὶ διαταραχθῆναι καὶ ἀθυμῆσαι. Ἀλλ' ὅμως οὐδὲ ταραχθέντες ἐτόλμησαν εἰπεῖν· ∆ὸς αὐτῇ τὴν χάριν· ἀλλὰ, Προσελθόντες οἱ μαθηταὶ ἠρώτων αὐτὸν λέγοντες· Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Καὶ γὰρ ἡμεῖς ὅταν βουληθῶμέν τινα πεῖσαι, τἀναντία πολλάκις λέγομεν. Ὁ δὲ Χριστός φησιν· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. βʹ. Τί οὖν ἡ γυνὴ, ἐπειδὴ ταῦτα ἤκουσεν; ἐσίγησε καὶ ἀπέστη; ἢ καθυφῆκε τῆς προθυμίας; Οὐδαμῶς· ἀλλὰ μᾶλλον ἐπέκειτο. Ἀλλ' οὐχ ἡμεῖς οὕτως· ἀλλ' ὅταν μὴ τύχωμεν, ἀφιστάμεθα, δέον διὰ τοῦτο ἐπικεῖσθαι μᾶλλον. Καίτοι τίνα οὐκ ἂν ἐξηπόρησε τοῦτο τὸ τότε ῥηθέν; Ἱκανὴ μὲν οὖν καὶ ἡ σιγὴ εἰς ἀπόγνωσιν αὐτὴν ἐμβαλεῖν· ἡ δὲ ἀπόκρισις καὶ πολλῷ μᾶλλον ἐποίει. Τὸ γὰρ μεθ' ἑαυτῆς καὶ τοὺς συνηγόρους ἐξαπορηθέντας ἰδεῖν, καὶ τὸ ἀκοῦσαι, ὅτι καὶ τὸ πρᾶγμα γενέσθαι ἀμήχανον, εἰς ἄφατον ἀπορίαν ἐνέβαλεν. Ἀλλ' ὅμως οὐκ ἠπορεῖτο ἡ γυνή· ἀλλ' ἐπειδὴ εἶδεν οὐδὲν ἰσχύοντας τοὺς προστάτας, ἀπηναισχύντησε καλὴν ἀναισχυντίαν. Πρὸ τούτου μὲν γὰρ οὐδὲ εἰς ὄψιν ἐλθεῖν ἐτόλμα· Κράζει γὰρ, φησὶν, ὄπισθεν ἡμῶν· ὅτε δὲ εἰκὸς ἦν αὐτὴν καὶ ποῤῥωτέρω ἀπελθεῖν ἐξαπορηθεῖσαν, τότε καὶ ἐγγυτέρω ἔρχεται, καὶ προσκυνεῖ λέγουσα· Κύριε, βοήθει μοι. Τί τοῦτο, ὦ γύναι; μὴ γὰρ μείζονα παῤῥησίαν ἔχεις τῶν ἀποστόλων; μὴ γὰρ πλείονα ἰσχύν; Παῤῥησίαν μὲν καὶ ἰσχὺν, φησὶν, οὐδαμῶς, ἀλλὰ καὶ αἰσχύνης γέμω· ἀλλ' ὅμως αὐτὴν τὴν ἀναισχυντίαν ἀντὶ ἱκετηρίας προβάλλομαι αἰδεσθήσεταί μου τὴν παῤῥησίαν. Καὶ τί τοῦτο; οὐκ ἤκουσας αὐτοῦ λέγοντος, ὅτι Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ; Ἤκουσα, φησὶν, ἀλλ' αὐτὸς Κύριός ἐστι. ∆ιόπερ οὐδὲ ἔλεγε, Παρακάλεσον καὶ δεήθητι· ἀλλὰ, Βοήθει μοι. Τί οὖν ὁ Χριστός; Οὐδὲ τούτοις ἠρκέσθη, ἀλλ' ἐπιτείνει τὴν ἐξαπόρησιν πάλιν λέγων· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις. Καὶ ὅτε ἠξίωσεν αὐτὴν λόγου, τότε μειζόνως ἐπέπληξεν ἢ διὰ τῆς σιγῆς. Καὶ οὐκέτι ἐφ' ἕτερον μεταφέρει τὴν αἰτίαν, οὐδὲ λέγει, Οὐκ ἀπεστάλην· ἀλλ' ὅσῳ ἐπέτεινεν ἐκείνη τὴν ἱκετηρίαν, τοσούτῳ καὶ αὐτὸς τὴν παραίτησιν ἐπιτείνει. Καὶ οὐκέτι πρόβατα αὐτοὺς καλεῖ, ἀλλὰ τέκνα, καὶ αὐτὴν κυνάριον. Τί οὖν ἡ γυνή; Ἀπ' αὐτῶν τῶν αὐτοῦ ῥημάτων πλέκει τὴν συνηγορίαν. Εἰ γὰρ κυνάριόν εἰμι, φησὶν, οὐκ εἰμὶ ἀλλοτρία. ∆ικαίως ἔλεγεν ὁ Χριστός· Εἰς κρῖμα ἐγὼ ἦλθον. Ἡ γυνὴ φιλοσοφεῖ, καὶ καρτερίαν ἐπιδείκνυται πᾶσαν καὶ πίστιν, καὶ ταῦτα ὑβριζομένη· ἐκεῖνοι δὲ, θεραπευόμενοι καὶ τιμώμενοι, τοῖς ἐναντίοις ἀμείβονται. Ὅτι μὲν γὰρ ἀναγκαία ἡ τροφὴ τοῖς τέκνοις, φησὶν, οἶδα κἀγώ· πλὴν οὐδὲ ἐγὼ κεκώλυμαι, κυνάριον οὖσα. Εἰ μὲν γὰρ μὴ θέμις λαβεῖν, οὐδὲ τῶν ψιχίων μετασχεῖν θέμις· εἰ δὲ κἂν ἐκ μικροῦ δεῖ κοινωνεῖν, οὐδὲ ἐγὼ κεκώλυμαι, κἂν κυνάριον ὦ· ἀλλὰ καὶ ταύτῃ μάλιστα μετέχω, εἰ κυνάριόν εἰμι. ∆ιὰ ταῦτα ἀνεβάλλετο ὁ Χριστός· ἐροῦσαν γὰρ ταῦτα ᾔδει· διὰ ταῦτα ἠρνεῖτο τὴν δόσιν, ἵνα δείξῃ αὐτῆς τὴν φιλοσοφίαν. Εἰ γὰρ μὴ δοῦναι ἔμελλεν, οὐδ' ἂν μετὰ ταῦτα