330
αʹ. Καὶ ἀνωτέρω τὸ σημεῖον τοῦτο μέλλων ποιεῖν, πρῶτον ἐθεράπευσε τοὺς τὸ σῶμα πεπηρωμένους· καὶ ἐνταῦθα τὸ αὐτὸ τοῦτο ποιεῖ· ἀπὸ τῆς τῶν τυφλῶν καὶ χωλῶν ἰάσεως εἰς τοῦτο ἐμβαίνει πάλιν. Τί δήποτε δὲ τότε μὲν εἶπον οἱ μαθηταὶ, Ἀπόλυσον τοὺς ὄχλους· νῦν δὲ οὐκ εἶπον, καὶ ταῦτα παρελθουσῶν τριῶν ἡμερῶν; Ἢ καὶ αὐτοὶ βελτίους γενόμενοι λοιπὸν, ἢ καὶ ἐκείνους ὁρῶντες οὐ σφόδρα αἰσθανομένους τοῦ λιμοῦ· καὶ γὰρ ἐδόξαζον τὸν Θεὸν ἐπὶ τοῖς γινομένοις. Ἀλλ' ὅρα πῶς καὶ νῦν οὐχ ἁπλῶς ἐπὶ τὸ θαῦμα ἔρχεται, ἀλλ' ἐκκαλεῖται αὐτοὺς εἰς τοῦτο. Οἱ μὲν γὰρ ὄχλοι ἐπὶ ἰατρείαν ἐλθόντες οὐκ ἐτόλμων τοὺς ἄρτους αἰτῆσαι· αὐτὸς δὲ ὁ φιλάνθρωπος καὶ κηδεμὼν, καὶ οὐκ αἰτοῦσι δίδωσι, καί φησι πρὸς τοὺς μαθητάς· Σπλαγχνίζομαι, καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι ἐφόδια ἔχοντες ἦλθον, φησί· Τρεῖς ἡμέρας ἤδη μοι παραμένουσιν· ὥστε εἰ καὶ ἔχοντες ἦλθον, ἀνάλωται ταῦτα. ∆ιὰ γὰρ τοῦτο καὶ αὐτὸς οὐκ ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ τοῦτο πεποίηκεν, ἀλλ' ὅτε αὐτοῖς ἅπαντα ἀνάλωτο, ὥστε πρότερον αὐτοὺς ἐν χρείᾳ καταστάντας μετὰ πλείονος τῆς προθυμίας δέξασθαι τὸ γινόμενον. ∆ιὰ τοῦτό φησιν, Ἵνα μὴ ἐκλυθῶσιν ἐν τῇ ὁδῷ· δεικνὺς ὅτι καὶ πόῤῥωθεν ἀφεστήκεσαν, καὶ οὐδὲν αὐτοῖς ὑπολελειμμένον ἦν. Καὶ εἰ μὴ θέλεις ἀπολῦσαι νήστεις, τίνος ἕνεκεν οὐ ποιεῖς τὸ σημεῖον; Ἵνα ἐν τῇ ἐρωτήσει ταύτῃ καὶ τῇ ἀποκρίσει προσεκτικωτέρους ποιήσῃ τοὺς μαθητὰς, καὶ τὴν πίστιν αὐτῶν ἐπιδείξωνται, προσιόντες καὶ λέγοντες· Ποίησον ἄρτους. Ἀλλ' οὐδὲ οὕτω συνῆκαν τῆς ἐρωτήσεως τὴν αἰτίαν· ὅθεν ὕστερον λέγει 58.526 αὐτοῖς, καθώς φησιν ὁ Μάρκος, ὅτι Οὕτως εἰσὶ πεπωρωμέναι αἱ καρδίαι ὑμῶν; ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε, καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, τίνος ἕνεκεν τοῖς μαθηταῖς λέγει, καὶ δείκνυσιν ἀξίους τοῦ παθεῖν εὖ τοὺς ὄχλους, καὶ προστίθησι καὶ τὸν ἔλεον τὸν παρ' αὐτοῦ; Ὁ δὲ Ματθαῖός φησιν, ὅτι μετὰ ταῦτα καὶ ἐπετίμησεν αὐτοῖς λέγων· Ὀλιγόπιστοι, οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων, καὶ πόσους κοφίνους ἐλάβετε; οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων, καὶ πόσας σπυρίδας ἐλάβετε; Οὕτως ἀλλήλοις συμφωνοῦσιν οἱ εὐαγγελισταί. Τί οὖν οἱ μαθηταί; Ἔτι χαμαὶ ἕρπουσι· καίτοι μυρία ἐποίησεν, ὥστε μνημονευθῆναι ἐκεῖνο τὸ θαῦμα, καὶ διὰ τῆς ἐρωτήσεως, καὶ διὰ τῆς ἀποκρίσεως, καὶ διὰ τοῦ ποιῆσαι διακόνους αὐτοὺς, καὶ διὰ τοῦ νεῖμαι τοὺς κοφίνους ἀλλ' ἔτι ἀτελέστερον διέκειντο. ∆ιὸ καὶ λέγουσιν αὐτῷ· Πόθεν ἡμῖν ἐν ἐρήμῳ ἄρτοι τοσοῦτοι; Καὶ πρὸ τούτου καὶ νῦν τῆς ἐρημίας μέμνηνται, αὐτοὶ μὲν ἀσθενεῖ λογισμῷ τοῦτο λέγοντες, τὸ δὲ σημεῖον καὶ ἐντεῦθεν ἀνύποπτον ποιοῦντες. Ἵνα γὰρ μή τις λέγῃ, ὅπερ καὶ ἤδη εἶπον, ὅτι ἀπὸ πλησίον τινὸς κώμης οὔσης ἔλαβον, ὁμολογεῖται ὁ τόπος, ἵνα πιστευθῇ τὸ θαῦμα. ∆ιὰ τοῦτο καὶ τὸ πρότερον σημεῖον καὶ τοῦτο ἐν ἐρημίᾳ ποιεῖ, πολὺ τῶν κωμῶν ἀπεχούσῃ. Ὧν οὐδὲν συνιέντες οἱ μαθηταὶ ἔλεγον· Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι; Καὶ γὰρ ἐνόμιζον ταῦτα αὐτὸν εἰρηκέναι, ὡς αὐτοῖς μέλλοντα ἐπιτάττειν διατρέφειν αὐτούς· σφόδρα ἀνοήτως. ∆ιὰ γὰρ τοῦτο καὶ πρώην ἔλεγε, ∆ότε αὐτοῖς ὑμεῖς φαγεῖν, ἵνα αὐτοὺς εἰς ἀφορμὴν ἐμβάλῃ τοῦ αὐτὸν παρακαλέσαι. Νῦν δὲ οὐδὲ τοῦτό φησιν, ὅτι ∆ότε αὐτοῖς φαγεῖν, ἀλλὰ τί; Σπλαγχνίζομαι, καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω· ἐγγύτερον αὐτοὺς ἄγων καὶ ἐρεθίζων μᾶλλον, καὶ διδοὺς 58.527 διαβλέψαι πρὸς τὸ παρ' αὐτοῦ ταῦτα αἰτῆσαι. Καὶ γὰρ δεικνύντος ἦν τὰ ῥήματα, ὅτι δύναται μὴ ἀπολῦσαι αὐτοὺς νήστεις, καὶ ἐμφαίνοντος τὴν ἐξουσίαν. Τὸ γὰρ, Οὐ θέλω, τοῦτό ἐστιν ἐνδεικνυμένου. Ἐπειδὴ δὲ τοῦ πλήθους ἐμνημόνευσαν λοιπὸν, καὶ τοῦ τόπου, καὶ τῆς ἐρημίας· (Πόθεν γὰρ, φησὶν, ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι, ὥστε χορτάσαι ὄχλον τοσοῦτον;) καὶ οὐδὲ οὕτω συνῆκαν τὸ λεχθὲν, λοιπὸν αὐτὸς τὰ παρ' ἑαυτοῦ εἰσφέρει, καί φησιν αὐτοῖς· Πόσους ἄρτους ἔχετε; Οἱ δὲ λέγουσιν, Ἑπτὰ, καὶ ὀλίγα ἰχθύδια. Καὶ οὐκέτι λέγουσιν, Ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; ὥσπερ ἔμπροσθεν εἶπον. Οὕτως εἰ καὶ μὴ τοῦ παντὸς ἐπελαμβάνοντο, ἀλλ' ὅμως ὑψηλότεροι κατὰ