331
μικρὸν ἐγίνοντο. Καὶ γὰρ καὶ αὐτὸς διὰ τούτων ἐγείρων αὐτῶν τὴν διάνοιαν, ὁμοίως ἐρωτᾷ, ὥσπερ καὶ πρότερον, ἵνα καὶ τῷ τρόπῳ τῆς ἐρωτήσεως ἀναμνήσῃ αὐτοὺς τῶν ἤδη γεγενημένων. Σὺ δὲ ὥσπερ εἶδες αὐτῶν τὸ ἀτελὲς ἐκ τούτων, οὕτω κατάμαθε καὶ τὸ φιλόσοφον τῆς γνώμης, καὶ θαύμασον τὸ φιλάληθες, πῶς αὐτοὶ γράφοντες, τὰ ἑαυτῶν οὐ κρύπτουσιν ἐλαττώματα, καὶ ταῦτα μεγάλα ὄντα. Οὐδὲ γὰρ τὸ τυχὸν ἦν ἔγκλημα, ἔναγχος τοῦ σημείου τούτου γενομένου οὕτως εὐθέως ἐπιλαθέσθαι· διὰ τοῦτο καὶ ἐπιτιμῶνται. βʹ. Μετὰ δὲ τούτων καὶ τὴν ἄλλην φιλοσοφίαν ἐννόησον· πῶς ἦσαν γαστρὸς κρείττους· πῶς ἐπαιδεύοντο μὴ πολὺν ποιεῖσθαι τραπέζης λόγον. Ἐν ἐρημίᾳ γὰρ ὄντες, καὶ τρεῖς ἡμέρας ἐκεῖ διατρίβοντες, ἑπτὰ ἄρτους εἶχον. Τὰ μὲν οὖν ἄλλα ὁμοίως τοῖς προτέροις ποιεῖ· καὶ γὰρ κατακλίνει αὐτοὺς ἐπὶ τὴν γῆν, καὶ ἐν ταῖς χερσὶ τῶν μαθητῶν ποιεῖ πηγάζειν τοὺς ἄρτους. Ἐκέλευσε γὰρ, φησὶ, τοὺς ὄχλους ἀναπεσεῖν ἐπὶ τὴν γῆν. Καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας, εὐχαριστήσας ἔκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς· οἱ δὲ μαθηταὶ τῷ ὄχλῳ. Τὸ δὲ τέλος οὐκέτι ὅμοιον. Ἔφαγον γὰρ πάντες, φησὶ, καὶ ἐχορτάσθησαν· καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων ἑπτὰ σπυρίδας πλήρεις. Οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων. Ἀλλὰ διατί τότε μὲν πεντακισχιλίων ὄντων, δώδεκα κόφινοι ἐπερίσσευσαν, ἐνταῦθα δὲ τετρακισχιλίων, ἑπτὰ σπυρίδες; τίνος οὖν ἕνεκεν καὶ διατί ἐλάττονα ἦν τὰ λείψανα, καίτοι οὐ τοσούτων ὄντων τῶν ἑστιωμένων; Ἢ τοίνυν τοῦτο ἔστιν εἰπεῖν, ὅτι αἱ σπυρίδες τῶν κοφίνων μείζους ἦσαν· ἢ εἰ μὴ τοῦτο, ἵνα μὴ πάλιν ἡ ἰσότης τοῦ σημείου εἰς λήθην αὐτοὺς ἐμβάλῃ, τῇ διαφορᾷ τὴν μνήμην αὐτῶν διεγείρει, ἵνα ἐκ τοῦ παρηλλαγμένου ἀναμνησθῶσι κἀκείνου καὶ τούτου. ∆ιὰ δὴ τοῦτο τότε μὲν τοῖς μαθηταῖς ἰσαρίθμους ποιεῖ τοὺς κοφίνους τῶν λειψάνων, νυνὶ δὲ τοῖς ἄρτοις τὰς σπυρίδας, κἀν τούτῳ τὴν ἄφατον δύναμιν ἐνδεικνύμενος, καὶ τὴν εὐκολίαν τῆς ἐξουσίας, ὅτι αὐτῷ δυνατὸν καὶ οὕτω καὶ ἑτέρως τὰ τοιαῦτα θαυματουργεῖν. Οὐδὲ γὰρ μικρᾶς δυνάμεως ἦν, τὸ τὸν ἀριθμὸν διατηρῆσαι καὶ τότε καὶ νῦν, τότε μὲν πεντακισχιλίων ὄντων, νυνὶ δὲ τετρακισχιλίων· καὶ μήτε τότε τῶν κοφίνων, μήτε νῦν τῶν σπυρίδων μήτε ἐλάττονα μήτε πλείονα γενέσθαι ἀφεῖναι τὰ λείψανα, καίτοιγε τοῦ πλήθους τῶν ἑστιωμένων διαφόρου ὄντος. Καὶ τὸ τέλος δὲ ὅμοιον τῷ προτέρῳ. Καὶ γὰρ καὶ τότε τοὺς ὄχλους ἀφεὶς ἀνεχώρησεν ἐν πλοίῳ καὶ νῦν· καὶ ὁ Ἰωάννης δὲ τοῦτό φησιν. Ἐπειδὴ γὰρ οὐδὲν οὕτω σημεῖον ἀκολουθεῖν αὐτῷ παρεσκεύαζεν, ὡς τὸ τῶν ἄρτων θαῦμα, καὶ οὐ μόνον ἀκολουθεῖν, ἀλλὰ καὶ βασιλέα ποιεῖν ἐβούλοντο, τυραννίδος φεύγων ὑποψίαν ἀποπηδᾷ μετὰ τὴν θαυματουργίαν ταύτην· καὶ οὐδὲ πεζῇ ἄπεισιν, ἵνα μὴ ἀκολουθήσωσιν, ἀλλ' εἰς τὸ πλοῖον ἐμβάς. Καὶ ἀπολύσας, φησὶ, τοὺς ὄχλους, 58.528 ἀνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγδαλά. Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι ἠρώτων αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ δεῖξαι αὐτοῖς. Ὁ δέ φησιν· Ὀψίας γενομένης λέγετε, Εὐδία· πυῤῥάζει γὰρ ὁ οὐρανός· καὶ πρωῒ, Σήμερον χειμών· πυῤῥάζει γὰρ στυγνάζων ὁ οὐρανός. Τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρῖναι, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε; Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. Καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν. Ὁ δὲ Μάρκος φησὶν, ὅτι προσελθόντων αὐτῶν καὶ συζητούντων, Ἀναστενάξας τῷ πνεύματι αὐτοῦ, λέγει· Τί ἡ γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ; Καίτοιγε ὀργῆς ἀξία ἡ ἐρώτησις καὶ ἀγανακτήσεως· ἀλλ' ὅμως ὁ φιλάνθρωπος καὶ κηδεμὼν οὐκ ὀργίζεται, ἀλλ' ἐλεεῖ καὶ ταλανίζει ἅτε ἀνίατα νοσοῦντας, καὶ μετὰ τοσαύτην ἀπόδειξιν τῆς αὐτοῦ δυνάμεως πειράζοντας αὐτόν. Οὐδὲ γὰρ ὥστε πιστεῦσαι ἐζήτουν, ἀλλ' ὥστε ἐπιλαβέσθαι. Εἰ γὰρ ὡς πιστεύσοντες προσῆλθον, ἔδωκεν ἄν. Ὁ γὰρ τῇ γυναικὶ εἰπὼν, Οὐκ ἔστι καλὸν, καὶ μετὰ ταῦτα δοὺς, πολλῷ μᾶλλον ἂν τούτοις παρέσχεν. Ἀλλ' ἐπειδὴ οὐ πιστεῦσαι ἐζήτουν, διὰ τοῦτο καὶ ὑποκριτὰς ἑτέρωθι καλεῖ, ὅτι ἕτερα μὲν ἔλεγον, ἕτερα δὲ ἐφρόνουν. Εἰ γὰρ