332
ἐπίστευον, οὐδ' ἂν ᾔτησαν. Καὶ ἑτέρωθεν δὲ δῆλον, ὅτι οὐκ ἐπίστευον· ὅτι ἐπιτιμηθέντες καὶ ἐλεγχθέντες, οὐ παρέμειναν, οὐδὲ εἶπον, ὅτι Ἀγνοοῦμεν καὶ μαθεῖν ζητοῦμεν. Τί δὲ σημεῖον ἐκ τοῦ οὐρανοῦ ᾔτουν; Ἢ τὸν ἥλιον στῆσαι, ἢ τὴν σελήνην χαλινῶσαι, ἢ κεραυνοὺς κατενεγκεῖν, ἢ τὸν ἀέρα μεταβαλεῖν, ἢ ἄλλο τι τοιοῦτον. Τί οὖν πρὸς ταῦτα αὐτός; Τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε; Ὁρᾶτε τὴν πραότητα καὶ τὴν ἐπιείκειαν; Οὐδὲ γὰρ ὡς πρότερον ἠρνήσατο μόνον καὶ εἶπεν, Οὐ δοθήσεται αὐτῇ, ἀλλὰ καὶ τὴν αἰτίαν λέγει, δι' ἢν οὐ δίδωσι, καίτοιγε οὐχ ὑπὲρ τοῦ μαθεῖν ἐρωτώντων αὐτῶν. Τίς οὖν ἡ αἰτία; Ὥσπερ ἐπὶ τοῦ οὐρανοῦ, φησὶν, ἄλλο μὲν σημεῖον τοῦ χειμῶνος, ἄλλο δὲ τῆς εὐδίας, καὶ οὐκ ἄν τις τὸ σημεῖον ἰδὼν τοῦ χειμῶνος γαλήνην ζητήσειεν, οὐδὲ ἐν γαλήνῃ εὐδινῇ χειμῶνα· οὕτω καὶ ἐπ' ἐμοῦ λογίζεσθαι χρή. Ἄλλος γὰρ οὗτος τῆς παρουσίας ὁ καιρὸς, ἄλλος δὲ ὁ μέλλων. Νῦν χρεία τούτων τῶν σημείων τῶν ἐν τῇ γῇ· τὰ δὲ ἐν τῷ οὐρανῷ ἐκείνῳ τεταμίευται τῷ καιρῷ. Νῦν ὡς ἰατρὸς ἦλθον, τότε ὡς δικαστὴς παρέσομαι· νῦν ὥστε ζητῆσαι τὸ πεπλανημένον, τότε ὥστε ἀπαιτῆσαι εὐθύνας. ∆ιὰ τοῦτο λαθὼν ἦλθον· τότε δὲ μετὰ πολλῆς τῆς δημοσιεύσεως, τὸν οὐρανὸν ἑλίττων, τὸν ἥλιον ἀποκρύπτων, τὴν σελήνην οὐκ ἀφιεὶς δοῦναι τὸ φῶς. Τότε καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, καὶ ἀστραπὴν ἀθρόως πᾶσι φαινομένην μιμήσεται τῆς παρουσίας μου ἡ ἐπιφάνεια. Ἀλλ' οὐχὶ νῦν τούτων ὁ καιρὸς τῶν σημείων· ἦλθον γὰρ ἀποθανεῖν, καὶ τὰ ἔσχατα παθεῖν. Οὐκ ἠκούσατε τοῦ προφήτου λέγοντος· Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ; καὶ ἑτέρου πάλιν· Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον; γʹ. Εἰ δὲ τὰ ἐπὶ Φαραὼ λέγοιεν σημεῖα, πολεμίου τότε ἀπαλλαγῆναι ἔδει, καὶ εἰκότως ἐκεῖνα ἐγίνετο· τῷ δὲ πρὸς φίλους ἐλθόντι τούτων οὐ χρεία τῶν σημείων. Πῶς δὲ καὶ τὰ μεγάλα δώσω, τῶν μικρῶν μὴ πιστευομένων; Μικρῶν ὡς πρὸς ἐπίδειξιν λέγω· ἐπεὶ τῇ δυνάμει πολλῷ ταῦτα ἐκείνων μείζονα ἦν. Τί γὰρ ἂν ἴσον εἴη τοῦ ἁμαρτήματα λῦσαι, καὶ νεκρὸν ἀναστῆσαι, καὶ δαίμονας ἀπελάσαι, καὶ δημιουργῆσαι σῶμα, καὶ τὰ ἄλλα πάντα διορθῶσαι; Σὺ δὲ αὐτῶν ὅρα τὴν πεπωρωμένην καρδίαν, πῶς ἀκούσαντες, ὅτι Οὐ δοθήσεται 58.529 αὐτοῖς σημεῖον, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου, οὐκ ἐρωτῶσι. Καίτοιγε ἐχρῆν καὶ τὸν προφήτην εἰδότας, καὶ τὰ συμβάντα ἅπαντα, καὶ ἐκ δευτέρου τοῦτο ἀκούσαντας, πυθέσθαι καὶ μαθεῖν τί ποτε ἦν τὸ λεγόμενον· ἀλλ' ὅπερ ἔφην, οὐκ ἐπιθυμίᾳ τοῦ μαθεῖν ταῦτα ποιοῦσι. ∆ιὰ δὴ τοῦτο καὶ αὐτὸς ἀφεὶς αὐτοὺς ἀπῆλθε. Καὶ ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ, φησὶν, εἰς τὸ πέραν, ἐπελάθοντο ἄρτους λαβεῖν. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. Καὶ διατί μὴ εἶπε, Προσέχετε ἀπὸ τῆς διδασκαλίας, σαφῶς; Βούλεται αὐτοὺς ἀναμνῆσαι τῶν γενομένων· καὶ γὰρ ᾔδει ἐπιλελησμένους. Ἀλλὰ τὸ μὲν ἁπλῶς ἐγκαλέσαι οὐκ ἐδόκει λόγον ἔχειν· τὸ δὲ ἀφορμὴν ἀπ' αὐτῶν λαβόντα οὕτως ἐπιτιμῆσαι εὐπαράδεκτον ἐποίει τὸ ἔγκλημα. Καὶ διατί μὴ τότε ἐπετίμησεν αὐτοῖς, ὅτε εἶπον· Πόθεν ἡμῖν ἐπ' ἐρημίας ἄρτοι τοσοῦτοι; καὶ γὰρ εὔκαιρον ἐδόκει τότε τοῦτο λέγεσθαι. Ἵνα μὴ δόξῃ ἐπιτρέχειν τῷ σημείῳ. Καὶ ἄλλως δὲ οὐκ ἐβούλετο ἐπὶ τῶν ὄχλων αὐτοῖς ἐγκαλέσαι, οὐδὲ ἐπ' ἐκείνων φιλοτιμεῖσθαι. Καὶ νῦν δὲ εὐλογωτέρα ἡ κατηγορία, ὅτι διπλοῦ τοῦ θαύματος γενομένου τοιοῦτοι ἦσαν. ∆ιὸ καὶ ἄλλο θαῦμα ποιήσας, τότε ἐπιτιμᾷ· ἃ γὰρ διελογίζοντο, ταῦτα εἰς μέσον φέρει. Τί δὲ διελογίζοντο; Ὅτι ἄρτους, φησὶν, οὐκ ἐλάβομεν. Ἔτι γὰρ περὶ τὰ καθάρσια ἦσαν τὰ Ἰουδαϊκὰ ἐπτοημένοι, καὶ τὰς τῶν βρωμάτων παρατηρήσεις. ∆ιὸ ἁπάντων ἕνεκεν καὶ σφοδρότερον αὐτοῖς ἐπιτίθεται, λέγων· Τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἐλάβετε; Οὔπω νοεῖτε, οὐδὲ συνίετε; Πεπωρωμένη ὑμῶν ἐστιν ἡ καρδία; ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε, ὦτα ἔχοντες οὐκ ἀκούετε; Οὐ μνημονεύετε τῶν πεντακισχιλίων τοὺς πέντε ἄρτους, καὶ πόσους