333
κοφίνους ἐλάβετε; οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων, καὶ πόσας σπυρίδας ἐλάβετε; Εἶδες ἀγανάκτησιν ἐπιτεταμένην; Οὐδὲ γὰρ ἀλλαχοῦ φαίνεται οὕτως αὐτοῖς ἐπιτιμήσας. Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ; Ὥστε πάλιν τὴν περὶ τῶν βρωμάτων πρόληψιν ἐκβαλεῖν. ∆ιὰ γὰρ τοῦτο τότε μὲν, Οὐ νοεῖτε, μόνον εἶπεν, οὐδὲ συνίετε· ἐνταῦθα δὲ, καὶ μετὰ πολλῆς τῆς ἐπιπλήξεως, Ὀλιγόπιστοι, φησίν. Οὐ γὰρ πανταχοῦ ἡ προσήνεια καλόν. Ὥσπερ γὰρ μετεδίδου παῤῥησίας αὐτοῖς, οὕτω καὶ ἐπιτιμᾷ, τῇ ποικιλίᾳ ταύτῃ τὴν σωτηρίαν αὐτῶν οἰκονομῶν. Ὅρα δὲ καὶ τὴν ἐπιτίμησιν πολλὴν, καὶ τὴν ἐπιείκειαν. Μόνον οὐχὶ γὰρ ἀπολογούμενος αὐτοῖς ὑπὲρ ὧν ἐπετίμησεν αὐτοῖς σφοδρῶς, φησίν· Οὔπω νοεῖτε τοὺς πέντε ἄρτους, καὶ πόσους κοφίνους ἐλάβετε; καὶ τοὺς ἑπτὰ ἄρτους, καὶ πόσας σπυρίδας ἐλάβετε; ∆ιὰ τοῦτο δὲ καὶ τὸν ἀριθμὸν τίθησι καὶ τῶν τραφέντων καὶ τῶν λειψάνων, ὁμοῦ τε εἰς ἀνάμνησιν αὐτοὺς ἄγων τῶν παρελθόντων, καὶ πρὸς τὰ μέλλοντα προσεκτικωτέρους ποιῶν. Καὶ ἵνα μάθῃς, ὅσον ἴσχυσεν ἡ ἐπιτίμησις, καὶ πῶς διήγειρε καθεύδουσαν αὐτῶν τὴν διάνοιαν, ἄκουσον τί φησιν ὁ εὐαγγελιστής. Οὐδὲν γὰρ πλέον εἰπόντος τοῦ Ἰησοῦ, ἀλλ' ἐπιτιμήσαντος, καὶ τοῦτο προσθέντος μόνον, Πῶς οὐ νοεῖτε, ὅτι οὐ περὶ ἄρτων εἶπον ὑμῖν προσέχειν, ἀλλ' ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων; ἐπήγαγε λέγων· Τότε συνῆκαν, ὅτι οὐκ εἶπε 58.530 προσέχειν ἀπὸ τῆς ζύμης τοῦ ἄρτου, ἀλλ' ἀπὸ τῆς διδασκαλίας τῶν Φαρισαίων καὶ Σαδδουκαίων· καίτοι αὐτοῦ τοῦτο μὴ ἑρμηνεύσαντος. Ὅρα πόσα ἀγαθὰ ἡ ἐπιτίμησις εἰργάσατο. Καὶ γὰρ τῶν Ἰουδαϊκῶν αὐτοὺς ἀπήγαγε παρατηρήσεων, καὶ ῥᾳθύμους ὄντας προσεκτικωτέρους ἐποίησε, καὶ τῆς [φιλοτιμίας καὶ] ὀλιγοπιστίας ἀπήλλαξεν, ὥστε μὴ δεδοικέναι, μηδὲ τρέμειν, εἴ ποτε ἄρτους φαίνοιντο ὀλίγους ἔχοντες, μηδὲ ὑπὲρ λιμοῦ φροντίζειν, ἀλλ' ὑπερορᾷν τούτων πάντων. Μὴ τοίνυν μηδὲ ἡμεῖς πανταχοῦ κολακεύωμεν τοὺς ὑποκειμένους. μηδὲ κολακεύεσθαι παρὰ τῶν ἀρχόντων ζητῶμεν. Καὶ γὰρ ἀμφοτέρων δεῖται ἡ τῶν ἀνθρώπων ψυχὴ τῶν φαρμάκων τούτων. ∆ιὰ δὴ τοῦτο καὶ τὰ κατὰ τὴν οἰκουμένην ἅπασαν ὁ Θεὸς οὕτω διοικεῖ, ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἐκεῖνο ποιῶν, καὶ οὔτε τὰ χρηστὰ μόνιμα, οὔτε τὰ λυπηρὰ καθ' ἑαυτὰ ἀφίησιν εἶναι. Ὥσπερ γὰρ ποτὲ μὲν νὺξ, ποτὲ δὲ ἡμέρα, καὶ ποτὲ μὲν θέρος, ποτὲ δὲ χειμών· οὕτω καὶ ἐν ἡμῖν, ποτὲ μὲν λύπη, ποτὲ δὲ ἡδονή· ποτὲ μὲν νόσος, ποτὲ δὲ ὑγεία. Μὴ τοίνυν θαυμάζωμεν ὅταν νοσῶμεν, ἐπεὶ καὶ ὅταν ὑγιαίνωμεν θαυμάζειν δεῖ. Μηδὲ θορυβώμεθα ὅταν ἀλγῶμεν, ἐπεὶ καὶ ὅταν χαίρωμεν θορυβεῖσθαι εἰκός. Κατὰ φύσιν γὰρ πάντα γίνεται καὶ κατὰ ἀκολουθίαν. δʹ. Καὶ τί θαυμάζεις εἰ ἐπὶ σοῦ ταῦτα; καὶ γὰρ καὶ ἐπὶ τῶν ἁγίων ἐκείνων συμβαῖνον τοῦτο ἴδοι τις ἄν. Καὶ ἵνα τοῦτο μάθῃς, ὃν νομίζεις μάλιστα βίον ἡδονῆς γέμειν καὶ ἀπηλλάχθαι πραγμάτων, τοῦτον εἰς μέσον ἀγάγωμεν. Βούλει τοῦ Ἀβραὰμ τὴν ζωὴν ἐξετάσωμεν ἐκ προοιμίων· Τί οὖν οὗτος εὐθέως ἤκουσεν; Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου. Εἶδες πρᾶγμα λυπηρὸν ἐπιταττόμενον; Ἀλλ' ὅρα καὶ τὸ χρηστὸν διαδεχόμενον· Καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω, καὶ ποιήσω σε εἰς ἔθνος μέγα. Τί οὖν; ἐπειδὴ ἦλθεν εἰς τὴν γῆν, καὶ τοῦ λιμένος ἐπελάβετο, ἔστη τὰ λυπηρά; Οὐδαμῶς· ἀλλὰ πάλιν ἕτερα χαλεπώτερα τῶν προτέρων διαδέχεται, λιμὸς καὶ μετάβασις καὶ γυναικὸς ἁρπαγή· καὶ μετὰ ταῦτα χρηστὰ ἕτερα αὐτὸν ἐξεδέχετο, ἡ κατὰ τοῦ Φαραὼ πληγὴ, καὶ ἡ ἄφεσις, καὶ ἡ τιμὴ, καὶ τὰ πολλὰ δῶρα ἐκεῖνα, καὶ ἡ πρὸς τὴν οἰκίαν ἐπάνοδος. Καὶ τὰ ἑξῆς δὲ ἅπαντα τοιαύτην ἔχει τὴν σειρὰν, ἀπὸ χρηστῶν καὶ λυπηρῶν πλεκομένην. Καὶ ἐπὶ τῶν ἀποστόλων δὲ τοιαῦτα συνέβαινε. ∆ιὸ καὶ Παῦλος ἔλεγεν· Ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ τῇ θλίψει, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει. Τί οὖν πρὸς ἐμὲ, φησὶ, τὸν ἀεὶ ἐν λύπαις ὄντα; Μὴ ἀγνώμων, μηδὲ ἀχάριστος· καὶ γὰρ ἀμήχανόν τινα ἐν λυπηροῖς εἶναι διηνεκῶς· οὐδὲ γὰρ ἀρκεῖ ἡ φύσις· ἀλλ' ἐπειδὴ ἐν χαρᾷ βουλόμεθα εἶναι ἀεὶ, διὰ τοῦτο ἐν λύπαις νομίζομεν εἶναι ἀεί. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ἐπειδὴ τῶν μὲν χρηστῶν καὶ ἀγαθῶν εὐθέως ἐπιλανθανόμεθα, τῶν δὲ