334
λυπηρῶν ἀεὶ μνημονεύομεν, διὰ τοῦτο ἐν λύπαις εἶναί φαμεν. Οὐδὲ γὰρ δυνατὸν ἄνθρωπον ὄντα ἀεὶ ἐν λύπαις εἶναι. Καὶ εἰ βούλεσθε, καὶ τὸν ἐν τρυφῇ βίον ἐξετάσωμεν, τὸν ἁβρὸν καὶ διαῤῥέοντα, καὶ τὸν φορτικὸν, καὶ ἐπαχθῆ καὶ ὀδυνηρόν. Ἐπιδείξομεν γὰρ ὑμῖν καὶ τοῦτον ἔχοντα λύπας, κἀκεῖνον ἀνέσεις. Ἀλλὰ μὴ θορυβήθητε. Προκείσθω δὲ εἰς μέσον δεσμώτης ἄνθρωπος, καὶ ἄλλος βα 58.531 σιλεὺς νέος, ὀρφανὸς, οὐσίαν διαδεξάμενος μεγάλην· προκείσθω δὲ καί τις μισθωτὸς, δι' ὅλης πονούμενος τῆς ἡμέρας, ἕτερος δὲ τρυφῶν διηνεκῶς. Βούλει οὖν ἐκείνου τὰς ἀθυμίας πρότερον εἴπωμεν τοῦ τρυφῶντος; Ἐννόησον πῶς αὐτοῦ εἰκὸς χειμάζεσθαι τὴν διάνοιαν, ὅταν δόξης ἐφίηται τῆς ὑπερβαινούσης αὐτὸν, ὅταν καταφρονῆται παρὰ τῶν οἰκετῶν· ὅταν ὑπὸ τῶν ἐλαττόνων ὑβρίζηται· ὅταν μυρίους ἔχῃ κατηγόρους, καὶ τοὺς διαβάλλοντας αὐτοῦ τὴν πολυτέλειαν. Καὶ τὰ ἄλλα δὲ, ὅσα ἐν πλούτῳ τοιούτῳ συμβαίνειν εἰκὸς, οὐδὲ εἰπεῖν ἔνι· τὰς ἐπαχθείας, τὰ προσκρούσματα, τὰς κατηγορίας, τὰς ζημίας, τὰς παρὰ τῶν φθονούντων ἐπιβουλὰς, οἳ ἐπειδὰν τὸν ἐκείνου πλοῦτον εἰς ἑαυτοὺς μετενεγκεῖν μὴ δυνηθῶσιν, ἕλκουσι, σπαράττουσι πανταχόθεν τὸν νέον, μυρίους ἐγείρουσι χειμῶνας αὐτῷ. Βούλει καὶ τούτου εἴπω τὴν ἡδονὴν τοῦ μισθωτοῦ; Ἁπάντων ἀπήλλακται τούτων· κἂν ὑβρίσῃ τις αὐτὸν, οὐκ ἀλγεῖ· οὐδενὸς γὰρ ἑαυτὸν ἡγεῖται μείζονα· οὐχ ὑπὲρ χρημάτων δέδοικε, μεθ' ἡδονῆς ἐσθίει, μετ' εὐφροσύνης καθεύδει πολλῆς. Οὐχ οὕτως οἱ τὸν Θάσιον οἶνον πίνοντες τρυφῶσιν, ὡς ἐκεῖνος ἐπὶ πηγὰς ἀπιὼν καὶ τῶν ναμάτων ἀπολαύων ἐκείνων. Ἀλλ' οὐ τὰ ἐκείνου τοιαῦτα. Εἰ δὲ οὐκ ἀρκεῖ σοι τὰ εἰρημένα, ἵνα μείζονα ποιήσω τὴν νίκην, φέρε, τὸν βασιλέα καὶ τὸν δεσμώτην συγκρίνωμεν· καὶ ὄψει πολλάκις τοῦτον μὲν ἐν ἡδονῇ ὄντα καὶ παίζοντα καὶ πηδῶντα, ἐκεῖνον δὲ ἐν διαδήματι καὶ πορφυρίδι ἀθυμοῦντα, καὶ μυρίας ἔχοντα φροντίδας, καὶ ἀποτεθνηκότα τῷ δέει Οὐ γὰρ ἔστιν, οὐκ ἔστι βίον ἄλυπον οὐδενὸς εὑρεῖν, ἀλλ' οὐδὲ ἡδονῆς ἄμοιρον· οὐδὲ γὰρ ἂν ἤρκεσεν ἡμῶν ἡ φύσις, καθάπερ ἔφθην εἰπών. Εἰ δὲ ὁ μὲν χαίρει πλείονα, ὁ δὲ ἀλγεῖ πλείονα, τοῦτο παρ' αὐτὸν τὸν ἀλγοῦντα συμβαίνει, ὅταν μικρόψυχος ᾖ, οὐ παρὰ τὴν τῶν πραγμάτων φύσιν. Εἰ γὰρ βουλοίμεθα συνεχῶς χαίρειν, πολλὰς ἔχομεν ἀφορμάς. Ἂν γὰρ ἐπιλαβώμεθα ἀρετῆς, οὐδὲν ἔσται τὸ λυποῦν ἡμᾶς λοιπόν. Καὶ γὰρ ἐλπίδας ὑποτείνει χρηστὰς αὕτη τοῖς κεκτημένοις αὐτὴν, καὶ Θεῷ εὐαρέστους ποιεῖ, καὶ παρὰ ἀνθρώποις εὐδοκίμους, καὶ ἡδονὴν ἐνίησιν ἄφατον. Εἰ γὰρ καὶ ἐν τῷ κατορθοῦν πόνον ἔχει ἡ ἀρετὴ, ἀλλὰ τὸ συνειδὸς πολλῆς πληροῖ τῆς εὐφροσύνης, καὶ τοσαύτην ἔνδον ἐντίθησι τὴν ἡδονὴν, ὅσην οὐδεὶς παραστῆσαι δυνήσεται λόγος. Τί γάρ σοι δοκεῖ τῶν ἐν τῷ παρόντι βίῳ εἶναι ἡδύ; τράπεζα πολυτελὴς, καὶ σώματος ὑγεία, καὶ δόξα καὶ πλοῦτος; Ἀλλὰ ταῦτα τὰ ἡδέα ἂν ἐκείνῃ παραβάλῃς τῇ ἡδονῇ, πάντων ἔσται πικρότερα πρὸς αὐτὴν συγκρινόμενα. Οὐδὲν γὰρ ἥδιον συνειδότος ἀγαθοῦ, καὶ ἐλπίδος χρηστῆς. εʹ. Καὶ εἰ βούλεσθε τοῦτο μαθεῖν, τὸν μέλλοντα ἀπιέναι ἐντεῦθεν ἐξετάσωμεν, ἢ τὸν γεγηρακότα· καὶ ἀναμνήσαντες αὐτὸν τραπέζης πολυτελοῦς ἧς ἀπέλαυσε, καὶ δόξης καὶ τιμῆς, καὶ ἀγαθῶν ἔργων ὧν εἰργάσατό ποτε καὶ ἐποίησεν, ἐρώμεθα ἐπὶ τίσι γάννυται μᾶλλον, 58.532 καὶ ὑψόμεθα ἐπ' ἐκείνοις μὲν αἰσχυνόμενον καὶ ἐγκαλυπτόμενον, ἐπὶ τούτοις δὲ πετόμενον καὶ σκιρτῶντα. Οὕτω καὶ Ἐζεχίας ὅτε ἐμαλακίσθη, οὐ τραπέζης ἐμνημόνευσε πολυτελοῦς, οὐ δόξης, οὐ βασιλείας, ἀλλὰ δικαιοσύνης. Μνήσθητι γὰρ, φησὶν, ὡς ἐπορεύθην ἐνώπιόν σου ἐν ὁδῷ εὐθείᾳ. Ὅρα καὶ Παῦλον ἀπὸ τούτων σκιρτῶντα καὶ λέγοντα· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα. Τί γὰρ καὶ εἶχεν εἰπεῖν οὗτος; φησί. Πολλὰ καὶ πλείονα τούτων καὶ τιμὰς ἃς ἐτιμήθη, καὶ δορυφορίας ἧς ἀπέλαυσε, καὶ θεραπείας πολλῆς. Ἢ οὐκ ἀκούεις αὐτοῦ λέγοντος· Ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν· καὶ ὅτι, Εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι· καὶ ὅτι Ὑπὲρ τῆς ψυχῆς αὐτοῦ τὸν τράχηλον ὑπέθηκαν; Ἀλλ' οὐδὲν