335
ἐκείνων φέρει εἰς μέσον, ἀλλὰ τοὺς πόνους καὶ τοὺς κινδύνους, καὶ τοὺς ὑπὲρ τούτων στεφάνους καὶ μάλα εἰκότως. Ταῦτα μὲν γὰρ ἐνταῦθα ἀφίεται ἐκεῖνα δὲ ἡμῖν συναποδημεῖ· κἀκείνων μὲν δώσομεν λόγον, τούτων δὲ μισθὸν ἀπαιτήσομεν. Οὐκ ἴστε ἐν τῇ ἡμέρᾳ τῇ τελευταίᾳ πῶς συστρέφει ψυχὴν ἁμαρτήματα; πῶς κάτωθεν τὴν καρδίαν ἀνακινεῖ; Τότε τοίνυν, ὅτε ταῦτα γίνεται, τῶν ἀγαθῶν ἔργων ἡ μνήμη παραστᾶσα, καθάπερ εὐδία ἐν χειμῶνι, παραμυθεῖται τὴν τεθορυβημένην ψυχήν. Ἂν μὲν γὰρ νήφωμεν, καὶ ζώντων ἡμῶν ἀεὶ οὗτος παρέσται ὁ φόβος· ἐπειδὴ δὲ ἀναισθήτως διακείμεθα, ὅταν ἐκβαλλώμεθα ἐντεῦθεν, ἐπιστήσεται πάντως. Ἐπεὶ καὶ ὁ δεσμώτης τότε μάλιστα ἀλγεῖ, ὅταν αὐτὸν ἐξαγάγωσιν ἐπὶ τὸ δικαστήριον· τότε μάλιστα τρέμει, ὅταν ἐγγὺς ᾖ τοῦ βήματος, ὅταν δέῃ τὰς εὐθύνας δοῦναι. ∆ιὰ δὴ τοῦτο καὶ δείματα τῶν πολλῶν τότε ἔστιν ἀκούειν διηγουμένων, καὶ ὄψεις φοβερὰς, ὧν οὐδὲ τὴν θεωρίαν λοιπὸν φέροντες οἱ ἀπιόντες, καὶ τὴν κλίνην αὐτὴν μετὰ πολλῆς τῆς ῥύμης τινάσσουσι κείμενοι, καὶ φοβερὸν ἐνορῶσι τοῖς παροῦσι, τῆς ψυχῆς ἔνδον ἑαυτὴν εἰσωθούσης, καὶ ὀκνούσης ἀποῤῥαγῆναι τοῦ σώματος, καὶ τὴν ὄψιν τῶν ἐρχομένων ἀγγέλων οὐ φερούσης. Εἰ γὰρ ἀνθρώπους φοβεροὺς ἐνορῶντες δεδιττόμεθα, ἀγγέλους ἀπειληφόρους καὶ δυνάμεις ἀποτόμους τῶν παραγινομένων βλέποντες, τί οὐ πεισόμεθα, ἑλκομένης ἡμῖν ἀπὸ τοῦ σώματος τῆς ψυχῆς, καὶ συρομένης, καὶ πολλὰ ἀποδυρομένης εἰκῆ καὶ μάτην; Ἐπεὶ καὶ ὁ πλούσιος ἐκεῖνος μετὰ τὸ ἀπελθεῖν πολλὰ ἐπένθησεν, ἀλλ' οὐδὲν ἀπώνατο. Ταῦτα δὴ πάντα ἀναπλάττοντες παρ' ἑαυτοῖς καὶ ἀναστρέφοντες, ἵνα μὴ καὶ ἡμεῖς τὰ αὐτὰ πάθωμεν, τὸν ἐκ τούτων φόβον ἀκμάζοντα διατηρῶμεν, ὅπως τὴν ἀπὸ τῶν πραγμάτων φύγωμεν κόλασιν, καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
58.531 ΟΜΙΛΙΑ Ν∆ʹ. Ἐξελθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου, ἠρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων· Τίνα με λέγουσιν οἷ ἄνθρωποι εἶναι,
τὸν Υἱὸν τοῦ ἀνθρώπου; αʹ. Τίνος ἕνεκεν τὸν οἰκιστὴν τῆς πόλεως εἴρηκεν; Ἐπειδὴ ἔστι καὶ ἑτέρα, ἡ
Στράτωνος. Καὶ οὐκ ἐν ἐκείνῃ, 58.532 ἀλλ' ἐν ταύτῃ αὐτοὺς ἐρωτᾷ, πόῤῥω τῶν Ἰουδαίων ἀπάγων, ὡς πάσης ἀπαλλαγέντας ἀγωνίας μετὰ παῤῥησίας εἰπεῖν τὰ κατὰ διάνοιαν ἅπαντα. Καὶ τίνος ἕνεκεν οὐκ εὐθέως τὴν γνώμην αὐτῶν ἠρώτησεν, ἀλλὰ τὴν τῶν πολλῶν; Ἵνα εἰπόντες τὴν ἐκείνων, εἶτα ἐρωτηθέντες, Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀπὸ τοῦ τρόπου τῆς ἐρωτήσεως εἰς 58.533 μείζονα ἀνενεχθῶσιν ἔννοιαν, καὶ μὴ εἰς τὴν αὐτὴν ταπεινότητα τοῖς πολλοῖς περιπέσωσι. ∆ιὰ δὴ τοῦτο οὐδὲ ἐν ἀρχῇ τοῦ κηρύγματος αὐτῶν πυνθάνεται· ἀλλ' ὅτε σημεῖα πολλὰ ἐποίησε, καὶ περὶ πολλῶν αὐτοῖς διελέχθη καὶ ὑψηλῶν δογμάτων, καὶ τῆς αὐτοῦ θεότητος καὶ τῆς πρὸς τὸν Πατέρα ὁμονοίας πολλὰς παρέσχε τὰς ἀποδείξεις, τότε τὴν πεῦσιν αὐτοῖς προσάγει ταύτην. Καὶ οὐκ εἶπε, Τίνα με λέγουσιν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἶναι; καίτοιγε οὗτοι αὐτῷ πολλάκις προσῄεσαν καὶ διελέγοντο· ἀλλὰ, Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; τὴν τοῦ δήμου γνώμην τὴν ἀδέκαστον ἐξετάζων. Εἰ γὰρ καὶ πολλῷ ταπεινοτέρα τοῦ δέοντος ἦν, ἀλλὰ πονηρίας ἀπήλλακτο· ἐκείνη δὲ πολλῆς ἔγεμε τῆς κακίας. Καὶ δεικνὺς πῶς σφόδρα βούλεται τὴν οἰκονομίαν ὁμολογεῖσθαι, φησὶ Τὸν Υἱὸν τοῦ ἀνθρώπου, τὴν θεότητα ἐντεῦθεν καλῶν, ὃ καὶ ἀλλαχοῦ πολλαχοῦ ποιεῖ. Φησὶ γὰρ, Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ· καὶ πάλιν, Ὅταν δὲ ἴδητε