338
τοῦ προσήκοντος τὸ τῶν μυστηρίων τούτων ἀκρότατον αὐτοῖς ἀπεκαλύφθη. ∆ιὰ δὴ τοῦτο κωλύει εἰπεῖν. Καὶ ἵνα μάθῃς πόσον ἦν τὸ μετὰ ταῦτα μαθεῖν πλήρη τὴν διδασκαλίαν, τῶν σκανδαλιζόντων παρελθόντων, ἀπ' αὐτοῦ τούτου τοῦ κορυφαίου μάνθανε. Αὐτὸς γὰρ οὗτος ὁ Πέτρος, ὁ μετὰ τοσαῦτα σημεῖα οὕτω φανεὶς ἀσθενὴς, ὡς καὶ ἀρνήσασθαι, καὶ κόρην εὐτελῆ δεῖσαι, ἐπειδὴ ὁ σταυρὸς προεχώρησε, καὶ τῆς ἀναστάσεως σαφεῖς ἔλαβε τὰς ἀποδείξεις, καὶ οὐδὲν ἦν λοιπὸν τὸ σκανδαλίζον αὐτὸν καὶ θορυβοῦν, οὕτως ἀκίνητον κατέσχε τοῦ Πνεύματος τὴν διδασκαλίαν, ὡς λέοντος σφοδρότερον ἐπιπηδᾷν τῷ δήμῳ τῶν Ἰουδαίων, καίτοι κινδύνων καὶ μυρίων θανάτων ἀπειλουμένων. Εἰκότως τοίνυν τοῖς πολλοῖς ἐκέλευσε μὴ εἰπεῖν πρὸ τοῦ σταυροῦ, ὅπου γε οὐδὲ αὐτοῖς τοῖς μέλλουσι διδάσκειν πάντα ἐνθεῖναι 58.536 ἐθάῤῥησε πρὸ τοῦ σταυροῦ. Πολλὰ γὰρ ἔχω λέγειν ὑμῖν, φησὶν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. Καὶ τῶν εἰρημένων δὲ παρ' αὐτοῦ πολλὰ ἀγνοοῦσιν, ἃ οὐκ ἐποίησε σαφῆ πρὸ τοῦ σταυροῦ. Ὅτε γοῦν ἀνέστη, τότε ἔγνωσαν ἔνια τῶν λεχθέντων. Ἀπὸ τότε ἤρξατο αὐτοῖς δεικνύειν, ὅτι δεῖ αὐτὸν παθεῖν. Ἀπὸ τότε· πότε; Ὅτε ἔπηξεν ἐν αὐτοῖς τὸ δόγμα· ὅτε τὴν ἀρχὴν τῶν ἐθνῶν εἰσήγαγεν. Ἀλλ' οὐδὲ οὕτω συνίεσαν τὸ λεγόμενον· Ἦν γὰρ, φησὶ, κεκαλυμμένος ὁ λόγος ἀπ' αὐτῶν· καὶ ὥσπερ ἐν ἀσαφείᾳ τινὶ ἦσαν, οὐκ εἰδότες ὅτι ἀναστῆναι αὐτὸν δεῖ. ∆ιὰ τοῦτο καὶ ἐνδιατρίβει τοῖς δυσχερέσι, καὶ ἐμπλατύνει τὸν λόγον, ἵνα διανοίξῃ αὐτῶν τὴν διάνοιαν, καὶ συνῶσι τί ποτέ ἐστι τὸ λεγόμενον. Ἀλλ' Οὐ συνῆκαν, ἀλλ' ἦν τὸ ῥῆμα κεκαλυμμένον ἀπ' αὐτῶν· καὶ ἐφοβοῦντο αὐτὸν ἐρωτῆσαι· οὐχὶ εἰ ἀποθανεῖται, ἀλλὰ πῶς καὶ τίνι τρόπῳ, καὶ τί ποτέ ἐστι τοῦτο τὸ μυστήριον. Οὐδὲ γὰρ ᾔδεσαν, τί ποτέ ἐστι τὸ ἀναστῆναι τοῦτο αὐτὸ, καὶ πολλῷ βέλτιον ἐνόμιζον εἶναι τὸ μὴ ἀποθανεῖν. ∆ιὰ τοῦτο τῶν ἄλλων θορυβουμένων καὶ διαπορούντων, πάλιν ὁ Πέτρος, θερμὸς ὢν, μόνος τολμᾷ περὶ τούτων διαλεχθῆναι· καὶ οὐδὲ οὗτος παῤῥησίᾳ, ἀλλὰ κατ' ἰδίαν λαβών· τουτέστι, τῶν λοιπῶν ἀποσχίσας ἑαυτὸν μαθητῶν· καί φησιν· Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Τί ποτε τοῦτό ἐστιν; ὁ ἀποκαλύψεως τυχὼν, ὁ μακαρισθεὶς, οὗτος οὕτω ταχέως διέπεσε καὶ ἐσφάλη, ὡς φοβηθῆναι τὸ πάθος; Καὶ τί θαυμαστὸν, τὸν οὐ δεξάμενον ἐν τούτοις ἀποκάλυψιν τοῦτο παθεῖν; Ἵνα γὰρ μάθῃς, ὅτι οὐδὲ ἐκεῖνα οἴκοθεν ἐφθέγξατο, ὅρα ἐν τούτοις τοῖς οὐκ ἀποκεκαλυμμένοις αὐτῷ πῶς θορυβεῖται καὶ περιτρέπεται, καὶ μυριάκις ἀκούων οὐκ οἶδε τί ποτέ ἐστι τὸ λεγόμενον. Ὅτι μὲν γὰρ Υἱὸς Θεοῦ ἐστιν, ἔμαθεν· ὅ τί ποτε δέ ἐστι τὸ μυστήριον τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως, οὐδέπω αὐτῷ δῆλον ἐγένετο. Καὶ γὰρ Ἦν, φησὶν, ὁ λόγος ἀπ' αὐτῶν κεκαλυμμένος. Ὁρᾷς ὅτι δικαίως ἐκέλευε τοῖς ἄλλοις μὴ ἐξειπεῖν; Εἰ γὰρ οὓς ἀναγκαῖον ἦν μαθεῖν οὕτως ἐθορύβησε, τί οὐκ ἂν ἔπαθον οἱ λοιποί; Αὐτὸς μέντοι δεικνὺς, ὅτι τοσοῦτον ἀπέχει ἄκων ἐλθεῖν ἐπὶ τὸ πάθος, καὶ ἐπετίμησε τῷ Πέτρῳ, καὶ Σατανᾶν ἐκάλεσεν. δʹ. Ἀκουσάτωσαν ὅσοι τὸ πάθος ἐπαισχύνονται τοῦ σταυροῦ τοῦ Χριστοῦ. Εἰ γὰρ ὁ κορυφαῖος, καὶ πρὶν ἢ πάντα μαθεῖν σαφῶς, Σατανᾶς ἐκλήθη τοῦτο παθὼν, τίνα ἂν ἔχοιεν συγγνώμην οἱ μετὰ τοσαύτην ἀπόδειξιν τὴν οἰκονομίαν ἀρνούμενοι; Ὅταν γὰρ ὁ οὕτω μακαρισθεὶς, ὁ τοιαῦτα ὁμολογήσας, τοιαῦτα ἀκούῃ, ἐννόησον τίνα πείσονται οἱ μετὰ ταῦτα ἀθετοῦντες τοῦ σταυροῦ τὸ μυστήριον. Καὶ οὐκ εἶπεν, Ὁ Σατανᾶς ἐφθέγξατο διὰ σοῦ· ἀλλ', Ὕπαγε ὀπίσω μου, Σατανᾶ. Καὶ γὰρ ἐπιθυμία ἦν τοῦ ἀντικειμένου τὸ μὴ παθεῖν τὸν Χριστόν. ∆ιὰ τοῦτο μετὰ τοσαύτης σφοδρότητος ἐπετίμησεν αὐτῷ, ἐπειδὴ ᾔδει μάλιστα καὶ αὐτὸν καὶ τοὺς ἄλλους τοῦτο φοβουμένους, καὶ οὐκ εὐκόλως αὐτὸ δεξομένους. ∆ιὰ τοῦτο καὶ ἀποκαλύπτει τὰ ἀπὸ τῆς διανοίας αὐτοῦ λέγων· Οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. Τί δέ ἐστιν, Οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων; Ἐκεῖνος ἀνθρωπίνῳ λογισμῷ καὶ γηΐνῳ τὸ πρᾶγμα ἐξετάζων, ἐνόμιζεν αἰσχρὸν εἶναι τοῦτο αὐτῷ καὶ ἀπρεπές. Καθικνούμενος τοίνυν αὐτοῦ φησιν· Οὐ τὸ ἐμὲ παθεῖν ἀπρεπές· ἀλλὰ σὺ