342
ἐκείνης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 58.539 ΟΜΙΛΙΑ ΝΕʹ. Τότε ὁ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· Εἴ τις θέ λει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. αʹ. Τότε· πότε; Ὅτε ὁ Πέτρος εἶπεν, Ἵλεώς σοι, οὐ μὴ ἔσται σοι τοῦτο· καὶ ἤκουσεν, Ὕπαγε ὀπίσω μου, Σατανᾶ. Οὐδὲ γὰρ ἠρκέσθη τῇ ἐπιτιμήσει μόνον, ἀλλὰ καὶ ἐκ περιουσίας βουλόμενος δεῖξαι τήν τε τῶν παρὰ τοῦ Πέτρου εἰρημένων ἀτοπίαν, καὶ τὸ κέρδος τὸ ἀπὸ τοῦ πάθους, φησί· Σύ μοι λέγεις, Ἵλεώς σοι, οὐ μὴ 58.540 ἔσται σοι τοῦτο· ἐγὼ δέ σοι λέγω, ὅτι οὐ μόνον τὸ ἐμὲ κωλῦσαι καὶ τῷ ἐμῷ πάθει δυσχεραίνειν, ἐπιβλαβές σοι καὶ ὀλέθριον, ἀλλ' ὅτι οὐδὲ σωθῆναι δυνήσῃ, ἐὰν μὴ καὶ αὐτὸς εἰς τὸ ἀποθανεῖν ᾖς παρεσκευασμένος διαπαντός. Ἵνα γὰρ μὴ ἀνάξιον αὐτοῦ τὸ παθεῖν εἶναι νομίσωσιν, οὐ διὰ τῶν προτέρων μόνον, ἀλλὰ καὶ διὰ τῶν ἐπαγομένων αὐτοὺς παιδεύει τοῦ πράγματος τὸ κέρδος. Ἐν μὲν οὖν τῷ Ἰωάννῃ φησίν· Ἐὰν πεσὼν ὁ κόκκος τοῦ σίτου εἰς τὴν γῆν μὴ ἀποθάνῃ, αὐτὸς μόνος μένει· 58.541 ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει· ἐνταῦθα δὲ ἐκ περιουσίας αὐτὸ γυμνάζων, οὐκ ἐφ' ἑαυτοῦ προάγει τὸν λόγον μόνον τὸν περὶ τοῦ δεῖν ἀποθνήσκειν, ἀλλὰ καὶ ἐπ' ἐκείνων. Τοσοῦτον γὰρ τοῦ πράγματος τούτου τὸ κέρδος, ὅτι καὶ ἐφ' ὑμῶν τὸ μὲν μὴ θέλειν ἀποθανεῖν, δεινόν· τὸ δὲ ἕτοιμον εἶναι πρὸς τοῦτο, ἀγαθόν. Ἀλλὰ τοῦτο μὲν διὰ τῶν ἑξῆς δηλοῖ, τέως δὲ ἐξ ἑνὸς αὐτὸ γυμνάζει μέρους. Καὶ ὅρα πῶς καὶ ἀκατανάγκαστον ποιεῖ τὸν λόγον. Οὐδὲ γὰρ εἶπεν, ὅτι Κἂν βούλησθε, κἂν μὴ βούλησθε, δεῖ τοῦτο ὑμᾶς παθεῖν· ἀλλὰ πῶς; Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν. Οὐ βιάζομαι, οὐκ ἀναγκάζω, ἀλλ' ἕκαστον κύριον τῆς ἑαυτοῦ προαιρέσεως ποιῶ· διὸ καὶ λέγω, Εἴ τις θέλει. Ἐπὶ γὰρ ἀγαθὰ καλῶ, οὐχὶ ἐπὶ κακὰ καὶ ἐπαχθῆ, οὐκ ἐπὶ κόλασιν καὶ τιμωρίαν, ἵνα καὶ ἀναγκάσω. Καὶ γὰρ αὐτὴ τοῦ πράγματος ἡ φύσις ἱκανὴ ἐφελκύσασθαι. Ταῦτα δὲ λέγων ἐπεσπᾶτο μειζόνως. Ὁ μὲν γὰρ βιαζόμενος ἀποτρέπει πολλάκις· ὁ δὲ ἀφεὶς κύριον τὸν ἀκροατὴν εἶναι, μᾶλλον ἐφέλκεται. Βίας γὰρ δυνατώτερον θεραπεία. ∆ιὸ καὶ αὐτὸς ἔλεγεν· Εἴ τις θέλει. Μεγάλα γάρ ἐστι, φησὶν, ἃ δίδωμι ὑμῖν ἀγαθὰ, καὶ τοιαῦτα, ὡς καὶ ἐπιτρέχειν ἑκόντας. Οὐδὲ γὰρ εἴ τις χρυσίον παρεῖχε, καὶ θησαυρὸν προετίθει, μετὰ βίας ἐκάλεσεν ἄν. Εἰ δὲ εἰς ἐκεῖνα οὐ μετὰ βίας, πολλῷ μᾶλλον ἐπὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθά. Εἰ γὰρ μὴ ἡ τοῦ πράγματος φύσις πείθει σε δραμεῖν, οὐδὲ λαβεῖν ἄξιος εἶ, οὐδ' ἂν λάβῃς, εἴσῃ καλῶς τὸ ληφθέν. ∆ιὰ τοῦτο οὐκ ἀναγκάζει ὁ Χριστὸς, ἀλλὰ προτρέπει, φειδόμενος ἡμῶν. Ἐπειδὴ γὰρ ἐδόκουν πολλὰ διαθρυλλεῖν, ἰδίᾳ θορυβούμενοι πρὸς τὸ εἰρημένον, φησίν· Οὐ χρεία θορύβου καὶ ταραχῆς. Εἰ μὴ νομίζετε μυρίων ἀγαθῶν αἴτιον εἶναι τὸ εἰρημένον, καὶ ἐφ' ὑμῶν συμβαῖνον, οὐ βιάζομαι, οὐδὲ ἀναγκάζω, ἀλλ' εἴ τις θέλει ἀκολουθεῖν, τοῦτον καλῶ. Μὴ γὰρ δὴ τοῦτο νομίζετε εἶναι τὴν ἀκολούθησιν, ὃ ποιεῖτε νῦν ἑπόμενοί μοι. Πολλῶν ὑμῖν δεῖ πόνων, πολλῶν κινδύνων, εἰ μέλλοιτε ὀπίσω μου ἰέναι. Οὐ γὰρ δὴ, ὦ Πέτρε, ἐπειδὴ Υἱόν με ὡμολόγησας Θεοῦ, διὰ τοῦτο μόνον προσδοκᾷν ὀφείλεις στεφάνους, καὶ νομίζειν ἀρκεῖν εἰς σωτηρίαν σοι τοῦτο, καὶ ἀδείας λοιπὸν ἀπολαύειν, ὡς τὸ πᾶν ἐργασάμενος. ∆ύναμαι μὲν γὰρ, ἅτε Υἱὸς ὢν Θεοῦ, μηδὲ ἀφεῖναί σε πεῖραν τῶν δεινῶν λαβεῖν· οὐ βούλομαι δὲ διὰ σὲ, ἵνα καὶ αὐτός τι συνεισενέγκῃς, καὶ δοκιμώτερος γένῃ. Οὐδὲ γὰρ εἴ τις ἀγωνοθέτης εἴη, καὶ φίλον ἀθλητὴν ἔχοι, βουληθείη ἂν χάριτι αὐτὸν στεφανῶσαι μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν οἰκείων πόνων· καὶ διὰ τοῦτο μάλιστα, ἐπειδὴ αὐτὸν φιλεῖ. Οὕτω καὶ ὁ Χριστός· οὓς μάλιστα φιλεῖ, τούτους μάλιστα βούλεται καὶ οἴκοθεν εὐδοκιμεῖν, οὐκ ἀπὸ τῆς αὐτοῦ βοηθείας μόνης. Ὅρα δὲ πῶς καὶ ἀνεπαχθῆ ποιεῖ τὸν λόγον. Οὐδὲ γὰρ εἰς αὐτοὺς περιίστησι μόνους τὰ δεινὰ, ἀλλὰ καὶ κοινὸν τὸ δόγμα τῇ οἰκουμένῃ προτίθησι λέγων· Εἴ τις θέλει· κἂν γυνὴ, κἂν ἀνὴρ, κἂν ἄρχων, κἂν ἀρχόμενος, ταύτην ἐρχέσθω τὴν ὁδόν. Καὶ δοκεῖ μὲν ἕν τι εἰρηκέναι, τρία δέ ἐστι τὰ λεγόμενα·