344
ἀκούοντες. Εἶτα, ἐπειδὴ σφοδρὸν ἐδόκει εἶναι τὸ εἰρημένον, ὅρα πῶς αὐτὸ διὰ τῶν ἑξῆς παραμυθεῖται, καὶ τίθησιν ἔπαθλα ὑπερβάλλοντα τοὺς ἱδρῶτας· καὶ οὐκ ἔπαθλα μόνον, ἀλλὰ καὶ τὰ τῆς κακίας ἐπίχειρα. Καὶ γὰρ τούτοις ἐνδιατρίβει μᾶλλον, ἢ ἐκείνοις· ἐπειδήπερ οὐχ οὕτως ἡ τῶν ἀγαθῶν δόσις, ὡς ἡ τῶν αὐστηρῶν ἀπειλὴ τοὺς πολλοὺς σωφρονίζειν εἴωθε. Σκόπει γοῦν πῶς καὶ ἐντεῦθεν ἄρχεται, καὶ εἰς τοῦτο τελευτᾷ. Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει, φησὶν, αὐτήν· ὃς δ' ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν. Τί γὰρ ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα ὑπὲρ τῆς ψυχῆς αὐτοῦ; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐκ ἀφειδῶν ὑμῶν, ἀλλὰ καὶ σφόδρα φειδόμενος, ταῦτα ἐπιτάττω. Καὶ γὰρ ὁ φειδόμενος τοῦ παιδίου αὐτοῦ, ἀπόλλυσιν αὐτό· ὁ δὲ μὴ φειδόμενος, διασώζει. Ὃ καί τις σοφὸς ἔλεγεν, ὅτι Ἐὰν παίσῃς τὸν υἱόν σου ῥάβδῳ, οὐ μὴ ἀποθάνῃ· τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥύσῃ· καὶ πάλιν, Ὁ περιψύχων τὸν υἱὸν αὐτοῦ, καταδήσει τραύματα αὐτοῦ. Τοῦτο καὶ ἐπὶ στρατοπέδου γίνεται. Ἂν γὰρ ὁ στρατηγὸς, φειδόμενος τῶν στρατιωτῶν, ἔνδον κελεύῃ μένειν διαπαντὸς, καὶ τοὺς ἔνδον αὐτοῖς προσαπολεῖ. Ἵν' οὖν μὴ καὶ ἐφ' ὑμῶν τοῦτο συμβαίνῃ, φησί· ∆εῖ πρὸς τὸν διηνεκῆ θάνατον ὑμᾶς παρατετάχθαι. Καὶ γὰρ καὶ νῦν πόλεμος ἀναῤῥιπίζεσθαι μέλλει χαλεπός. Μὴ τοίνυν καθίσῃς ἔνδον, ἀλλ' ἐξέρχου καὶ πολέμει· κἂν πέσῃς ἐν τῇ παρατάξει, τότε ἔζησας. Εἰ γὰρ ἐπὶ τῶν αἰσθητῶν πολέμων ὁ παρατεταγμένος εἰς σφαγὴν, οὗτος τῶν ἄλλων εὐδοκιμώτερος καὶ ἀνάλωτος μᾶλλον, καὶ τοῖς πολεμίοις φοβερώτερος, καίτοιγε μετὰ θάνατον οὐκ ἰσχύοντος αὐτὸν ἀναστῆσαι τοῦ βασιλέως, ὑπὲρ οὗ τὰ ὅπλα τίθεται· πολλῷ μᾶλλον ἐπὶ τῶν πολέμων τούτων, ὅτε καὶ ἀναστάσεως ἐλπίδες τοσαῦται, ὁ προβαλλόμενος εἰς θάνατον τὴν ἑαυτοῦ ψυχὴν, εὑρήσει αὐτήν· ἑνὶ μὲν τρόπῳ, ὅτι οὐ ταχέως ἁλώσεται· δευτέρῳ δὲ, ὅτι κἂν πέσῃ, ἐπὶ μείζονα αὐτὴν χειραγωγήσει ζωήν. γʹ. Εἶτα ἐπειδὴ εἶπεν, ὅτι Ὁ θέλων σῶσαι, ἀπολέσει αὐτὴν, ὃς δ' ἂν ἀπολέσῃ, σώσει, κἀκεῖ σωτηρίαν καὶ ἀπώλειαν, καὶ ἐνταῦθα σωτηρίαν καὶ ἀπώλειαν τέθεικεν· ἵνα μὴ νομίσῃ τις ἴσην εἶναι τὴν ἀπώλειαν ταύτην κἀκείνην, καὶ τὴν σωτηρίαν, ἀλλὰ μάθῃ σαφῶς, ὅτι τοσοῦτον ἐκείνης τῆς σωτηρίας καὶ ταύτης τὸ μέσον, ὅσον ἀπωλείας καὶ σωτηρίας· καὶ ἐκ τῶν ἐναντίων καθάπαξ ἐπάγει ταῦτα κατασκευάζων. Τί γὰρ ὠφελεῖται ἄνθρωπος, φησὶν, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Εἶδες πῶς ἡ παρὰ τὸ δέον αὐτῆς σωτηρία, ἀπώλεια, καὶ ἀπωλείας ἁπάσης χείρων, ἅτε καὶ ἀνίατος οὖσα, τῷ μηδὲν εἶναι λοιπὸν 58.544 τὸ ἐξωνούμενον αὐτήν; Μὴ γάρ μοι λέγε τοῦτο, φησὶν, ὅτι τὴν ψυχὴν αὐτοῦ ἔσωσεν ὁ κινδύνους διαφυγὼν τοὺς τοιούτους, ἀλλὰ μετὰ τῆς ψυχῆς αὐτοῦ θὲς καὶ τὴν οἰκουμένην ἅπασαν, καὶ τί τὸ πλέον ἐντεῦθεν αὐτῷ ἐκείνης ἀπολλυμένης; Εἰπὲ γάρ μοι, εἰ τοὺς οἰκέτας ἴδοις τοὺς σοὺς ἐν τρυφῇ, σαυτὸν δὲ ἐν κακοῖς ἐσχάτοις, ἆρα κερδανεῖς ἐκ τοῦ δεσπότης εἶναί τι; Οὐδαμῶς. Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς ψυχῆς λογίζου, ὅταν τῆς σαρκὸς τρυφώσης καὶ πλουτούσης, αὕτη τὴν μέλλουσαν ἀπώλειαν ἀναμένῃ. Τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Πάλιν ἐπιμένει τῷ αὐτῷ. Μὴ γὰρ ἑτέραν ψυχὴν ἔχεις δοῦναι ἀντὶ ψυχῆς; φησί. Χρήματα μὲν γὰρ ἂν ἀπολέσῃς, δυνήσῃ δοῦναι χρήματα· κἂν οἰκίαν, κἂν ἀνδράποδα, κἂν ὁτιοῦν ἕτερον τῶν κτημάτων· ψυχὴν δὲ ἂν ἀπολέσῃς, ἑτέραν οὐ δυνήσῃ ἐπιδοῦναι ψυχήν· ἀλλὰ κἂν τὸν κόσμον ἔχῃς, κἂν βασιλεὺς τῆς οἰκουμένης ᾖς, οὐχ οἷός τε ἔσῃ τὰ τῆς οἰκουμένης πάντα καταβαλὼν μετὰ τῆς οἰκουμένης αὐτῆς, ψυχὴν ἀγοράσαι μίαν. Καὶ τί θαυμαστὸν εἰ ἐπὶ ψυχῆς τοῦτο συμβαίνει; Καὶ γὰρ καὶ ἐπὶ σώματος τοῦτο γινόμενον ἴδοι τις ἄν. Κἂν μυρία διαδήματα περικείμενος ᾖς, σῶμα δὲ ἔχῃς ἐπίνοσον φύσει καὶ ἀνιάτως ἔχον, οὐ δυνήσῃ, κἂν τὴν βασιλείαν ἅπασαν ἐπιδῷς, τὸ σῶμα διορθῶσαι τοῦτο, κἂν μυρία σώματα προσθῇς, καὶ πόλεις, καὶ χρήματα. Οὕτω τοίνυν καὶ ἐπὶ τῆς ψυχῆς λογίζου· μᾶλλον δὲ καὶ πολλῷ πλέον ἐπὶ τῆς ψυχῆς· καὶ πάντα τὰ