349
ἀποκαλύπτει ταύτην· ἵνα μήτε ἐπὶ τῷ οἰκείῳ θανάτῳ, μήτε ἐπὶ τῷ τοῦ ∆εσπότου λοιπὸν ἀλγῶσι, καὶ μάλιστα Πέτρος ὀδυνώμενος. Καὶ ὅρα τί ποιεῖ. Περὶ γεέννης καὶ βασιλείας διαλεχθείς· (τῷ τε γὰρ εἰπεῖν· Ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτήν· καὶ ὃς ἂν ἀπολέσῃ αὐτὴν ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν· καὶ τῷ εἰπεῖν, Ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ, ἀμφότερα ταῦτα ἐδήλωσε·) περὶ ἀμφοτέρων τοίνυν εἰπὼν, τὴν μὲν βασιλείαν τῇ ὄψει δείκνυσι, τὴν δὲ γέενναν οὐκέτι. Τί δήποτε; Ὅτι εἰ μὲν ἄλλοι τινὲς ἦσαν παχύτεροι, ἀναγκαῖον καὶ τοῦτο ἦν· ἐπειδὴ δὲ εὐδόκιμοι καὶ εὐγνώμονες, ἀπὸ τῶν χρηστοτέρων αὐτοὺς ἐνάγει. Οὐ διὰ τοῦτο δὲ μόνον δείκνυσι τοῦτο· ἀλλ' ὅτι καὶ αὐτῷ τοῦτο μᾶλλον πρεπωδέστερον ἦν. Οὐ μὴν οὐδὲ ἐκεῖνο παρατρέχει τὸ μέρος· ἀλλ' ἔστιν ὅπου σχεδὸν καὶ ὑπ' ὄψιν αὐτὰ φέρει τὰ πράγματα τῆς γεέννης· ὡς ὅταν τοῦ Λαζάρου τὴν εἰκόνα εἰσάγῃ, καὶ τοῦ τὰ ἑκατὸν δηνάρια ἀπαιτήσαντος μνημονεύῃ, καὶ τοῦ τὰ ῥυπαρὰ ἐνδεδυμένου ἱμάτια, καὶ ἑτέρων πλειόνων. Καὶ μεθ' ἡμέρας ἓξ παραλαμβάνει Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην. Ἕτερος δὲ μετὰ ὀκτώ φησιν, οὐκ ἐναντιούμενος τούτῳ, ἀλλὰ καὶ σφόδρα συνᾴδων. Ὁ μὲν γὰρ καὶ αὐτὴν τὴν ἡμέραν καθ' ἣν ἐφθέγξατο, κἀκείνην καθ' ἣν ἀνήγαγεν, εἶπεν· ὁ δὲ τὰς μεταξὺ τούτων μόνον. Σὺ δέ μοι σκόπει πῶς ὁ Ματθαῖος φιλοσοφεῖ, οὐκ ἀποκρυπτόμενος τοὺς ἑαυτοῦ προτιμηθέντας. Τοῦτο δὲ καὶ Ἰωάννης πολλαχοῦ ποιεῖ, τὰ ἐξαίρετα τοῦ Πέτρου ἐγκώμια μετὰ πολλῆς ἀναγράφων τῆς ἀληθείας. Βασκανίας γὰρ καὶ δόξης κενῆς πανταχοῦ καθαρὸς ἦν ὁ τῶν ἁγίων τούτων χορός. Λαβὼν τοίνυν τοὺς κορυφαίους, Ἀναφέρει εἰς ὄρος ὑψηλὸν κατ' ἰδίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ γέγονε λευκὰ ὡς τὸ φῶς. Καὶ ὤφθησαν αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας συλλαλοῦντες μετ' αὐτοῦ. ∆ιατί τούτους παραλαμβάνει μόνους; Ὅτι 58.550 οὗτοι τῶν ἄλλων ἦσαν ὑπερέχοντες. Καὶ ὁ μὲν Πέτρος ἐκ τοῦ σφόδρα φιλεῖν αὐτὸν ἐδήλου τὴν ὑπεροχήν· ὁ δὲ Ἰωάννης ἐκ τοῦ σφόδρα φιλεῖσθαι· καὶ Ἰάκωβος δὲ ἀπὸ τῆς ἀποκρίσεως ἧς ἀπεκρίνατο μετὰ τοῦ ἀδελφοῦ λέγων· ∆υνάμεθα πιεῖν τὸ ποτήριον· οὐκ ἀπὸ τῆς ἀποκρίσεως δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἔργων, τῶν τε ἄλλων, καὶ ἀφ' ὧν ἐπλήρωσεν ἅπερ εἶπεν. Οὕτω γὰρ ἦν σφοδρὸς καὶ βαρὺς Ἰουδαίοις, ὡς καὶ τὸν Ἡρώδην ταύτην δωρεὰν μεγίστην νομίσαι χαρίσασθαι τοῖς Ἰουδαίοις, εἰ ἐκεῖνον ἀνέλοι. ∆ιατί δὲ μὴ εὐθέως αὐτοὺς ἀνάγει; Ὥστε μηδὲν παθεῖν ἀνθρώπινον τοὺς λοιποὺς μαθητάς. ∆ιὰ τοῦτο οὐδὲ τὰ ὀνόματα αὐτῶν λέγει τῶν ἀνιέναι μελλόντων. Καὶ γὰρ σφόδρα ἂν ἐπεθύμησαν οἱ λοιποὶ ἀκολουθῆσαι, ὑπόδειγμα μέλλοντες τῆς δόξης ἐκείνης ὁρᾷν, καὶ ἤλγησαν ἂν ὡς παροφθέντες. Εἰ γὰρ καὶ σωματικώτερον τοῦτο ἐδείκνυ, ἀλλ' ὅμως πολλὴν ἐπιθυμίαν τὸ πρᾶγμα εἶχε. Τί δήποτε οὖν καὶ προλέγει; Ἵνα εὐμαθέστεροι περὶ τὴν θεωρίαν γένωνται, ἀφ' ὧν προεῖπε, καὶ σφοδροτέρας ἐν τῷ τῶν ἡμερῶν ἀριθμῷ τῆς ἐπιθυμίας ἐμπλησθέντες, οὕτω νηφούσῃ καὶ μεμεριμνημένῃ τῇ διανοίᾳ παραγένωνται. Τίνος δὲ ἕνεκεν καὶ Μωϋσῆν καὶ Ἠλίαν εἰς μέσον ἄγει; Πολλὰς ἂν ἔχοι τις εἰπεῖν αἰτίας· καὶ πρώτην μὲν ταύτην, ὅτι ἐπειδὴ οἱ ὄχλοι ἔλεγον, οἱ μὲν Ἠλίαν, οἱ δὲ Ἱερεμίαν, οἱ δὲ ἕνα τῶν ἀρχαίων προφητῶν, τοὺς κορυφαίους ἄγει, ἵνα τὸ μέσον καὶ ἐντεῦθεν ἴδωσι τῶν δούλων καὶ τοῦ ∆εσπότου, καὶ ὅτι καλῶς ἐπῃνέθη Πέτρος ὁμολογήσας αὐτὸν Υἱὸν Θεοῦ. Μετ' ἐκείνην δὲ καὶ ἑτέραν ἔστιν εἰπεῖν. Ἐπειδὴ γὰρ συνεχῶς ἐνεκάλουν αὐτῷ τὸ παραβαίνειν τὸν νόμον, καὶ βλάσφημον αὐτὸν εἶναι ἐνόμιζον, ὡς σφετεριζόμενον δόξαν οὐ προσήκουσαν αὐτῷ τὴν τοῦ Πατρὸς, καὶ ἔλεγον· Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ· καὶ πάλιν, Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν· ἵνα δειχθῇ ὅτι βασκανίας ἀμφότερα τὰ ἐγκλήματα, καὶ ἑκατέρων τούτων ἐστὶν ἀνεύθυνος, καὶ οὔτε νόμου παράβασις τὸ γινόμενον, οὔτε δόξης σφετερισμὸς τῆς μὴ προσηκούσης τὸ λέγειν ἑαυτὸν ἴσον τῷ Πατρὶ, τοὺς ἐν ἑκατέρῳ λάμψαντας τούτων εἰς μέσον ἄγει.