351
θάλατταν ῥηγνύντες, ἀλλὰ βυθὸν ἀσεβείας διὰ τῆς ῥάβδου τῆς Ἰεσσαὶ, πολλῷ χαλεπώτερα κύματα ἔχοντα. Ὅρα γοῦν πόσα ἐφόβει τοὺς ἀνθρώπους· θάνατος, πενία, ἀδοξία, τὰ μυρία πάθη· καὶ μᾶλλον ταῦτα ἔτρεμον, ἢ τὸ πέλαγος τότε ἐκεῖνο οἱ Ἰουδαῖοι. Ἀλλ' ὅμως ἁπάντων τούτων ἔπεισεν αὐτοὺς κατατολμῆσαι, καὶ ὥσπερ διὰ ξηρᾶς διαβῆναι μετὰ ἀσφαλείας ἁπάσης. Πρὸς ταῦτα τοίνυν ἅπαντα αὐτοὺς ἀλείφων, παρῆγε τοὺς ἐν τῇ Παλαιᾷ λάμψαντας. Τί οὖν ὁ Πέτρος ὁ θερμός; Καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι. Ἐπειδὴ γὰρ ἤκουσεν, ὅτι δεῖ αὐτὸν εἰς τὰ Ἱεροσόλυμα ἀπελθεῖν καὶ παθεῖν, δεδοικὼς ἔτι καὶ τρέμων ὑπὲρ αὐτοῦ καὶ μετὰ τὴν ἐπιτίμησιν, προσελθεῖν μὲν καὶ εἰπεῖν τὸ αὐτὸ τοῦτο πάλιν οὐ τολμᾷ, ὅτι Ἵλεώς σοι, ἀπὸ δὲ τοῦ φόβου ἐκείνου τὰ αὐτὰ πάλιν αἰνίττεται δι' ἑτέρων ῥημάτων. Ἐπειδὴ γὰρ εἶδεν ὄρος καὶ πολλὴν τὴν ἀναχώρησιν καὶ τὴν ἐρημίαν, ἐνενόησεν ὅτι ἔχει πολλὴν ἀσφάλειαν τὴν ἀπὸ τοῦ τόπου· οὐ μόνον δὲ τὴν ἀπὸ τοῦ τόπου, ἀλλὰ καὶ τοῦ μηκέτι ἀπελθεῖν αὐτὸν εἰς τὰ Ἱεροσόλυμα· βούλεται γὰρ αὐτὸν ἐκεῖ εἶναι διηνεκῶς· διὸ καὶ σκηνῶν μέμνηται. Εἰ γὰρ τοῦτο γένοιτο, φησὶν, οὐκ ἀναβησόμεθα εἰς τὰ Ἱεροσόλυμα· εἰ δὲ μὴ ἀναβαίημεν, οὐκ ἀποθανεῖται· ἐκεῖ γὰρ ἔφη τοὺς γραμματεῖς ἐπιθήσεσθαι αὐτῷ. Ἀλλ' οὕτω μὲν οὐκ ἐτόλμησεν εἰπεῖν· ταῦτα δὲ βουλόμενος κατασκευάσαι, ἔλεγεν ἐν ἀσφαλείᾳ· Καλόν ἐστιν ἐνταῦθα εἶναι, ἔνθα καὶ Μωϋσῆς πάρεστι καὶ Ἠλίας. Ἠλίας ὁ ἐπὶ τοῦ ὄρους πῦρ κατενεγκὼν, καὶ Μωϋσῆς ὁ εἰς τὸν γνόφον, εἰσελθὼν, καὶ τῷ Θεῷ διαλεχθείς· καὶ οὐδεὶς οὐδὲ εἴσεται ἔνθα ἐσμέν. γʹ. Εἶδες τὸν θερμὸν ἐραστὴν τοῦ Χριστοῦ; Μὴ γὰρ δὴ τοῦτο ζήτει, ὅτι οὐκ ἦν ἐξητασμένος ὁ τρόπος τῆς παρακλήσεως, ἀλλὰ πῶς θερμὸς ἦν, πῶς περιεκαίετο τοῦ Χριστοῦ. Ὅτι γὰρ οὐχ ὑπὲρ ἑαυτοῦ τοσοῦτον τρέμων ταῦτα ἔλεγεν, ἡνίκα αὐτοῦ τὸν ἐσόμενον προεμήνυε θάνατον καὶ τὴν ἔφοδον, ἄκουσον τί φησι· Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. Ὅρα δὲ πῶς καὶ ἐν μέσοις αὐτοῖς τοῖς κινδύνοις παρεβουλεύετο. Τοσούτου γοῦν περιεστῶτος δήμου, οὐ μόνον οὐκ ἔφυγεν, ἀλλὰ καὶ τὴν μάχαιραν σπασάμενος, τὸ ὠτίον ἀπέκοψε τοῦ δούλου τοῦ ἀρχιερέως. Οὕτως οὐ τὸ καθ' ἑαυτὸν ἐσκόπει, ἀλλ' ὑπὲρ τοῦ ∆ιδασκάλου ἔτρεμεν. Εἶτα ἐπειδὴ ἀποφαντικῶς ἐφθέγξατο, ἐπιλαμβάνεται ἑαυτοῦ, καὶ ἐννοήσας μὴ πάλιν ἐπιτιμηθῇ, φησίν· Εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνὰς, σοὶ μίαν, καὶ Μωϋσῇ μίαν, καὶ Ἡλίᾳ μίαν. Τί λέγεις, ὦ Πέτρε; Οὐ πρὸ μικροῦ τῶν δούλων αὐτὸν ἀπήλλαξας; Πάλιν μετὰ τῶν δούλων αὐτὸν ἀριθμεῖς; Εἶδες πῶς σφόδρα ἀτελεῖς ἦσαν πρὸ τοῦ σταυροῦ; Εἰ γὰρ καὶ ἀπεκάλυψεν αὐτῷ ὁ Πατὴρ, ἀλλ' οὐ διηνεκῶς κατεῖχε τὴν ἀποκάλυψιν, ἀλλ' ὑπὸ τῆς ἀγωνίας ἐταράχθη, οὐχὶ ταύτης ἧς εἶπον μόνης, ἀλλὰ καὶ ἑτέρας, τῆς ἀπὸ τῆς ὄψεως ἐκείνης. Οἱ γοῦν ἕτεροι εὐαγγελισταὶ τοῦτο δηλοῦντες, καὶ τὸ συγκεχυμένον αὐτοῦ τῆς γνώμης, μεθ' ἧς ταῦτα ἐφθέγγετο, ἀπὸ τῆς ἀγωνίας ἐκείνης δεικνύντες γεγενῆσθαι, ἔλεγον· ὁ μὲν Μάρ 58.553 κος, ὅτι Οὐ γὰρ ᾔδει τί λαλήσει· ἔκφοβοι γὰρ ἐγένοντο· ὁ δὲ Λουκᾶς μετὰ τὸ εἰπεῖν, Τρεῖς σκηνὰς ποιήσωμεν, ἐπήγαγεν, ὅτι Μὴ εἰδὼς ὃ λέγει. Εἶτα δηλῶν ὅτι πολλῷ κατείχετο φόβῳ, καὶ αὐτὸς καὶ οἱ λοιποὶ, φησί· Βεβαρημένοι ἦσαν ὕπνῳ· καὶ διαγρηγορήσαντες εἶδον τὴν δόξαν αὐτοῦ· ὕπνον ἐνταῦθα καλῶν τὸν πολὺν κάρον τὸν ἀπὸ τῆς ὄψεως ἐκείνης αὐτοῖς ἐγγινόμενον. Καθάπερ γὰρ ὀφθαλμοὶ ἐξ ὑπερβαλλούσης λαμπηδόνος σκοτοῦνται, οὕτω καὶ τότε ἔπαθον. Οὐ γὰρ δὴ νὺξ ἦν, ἀλλ' ἡμέρα· καὶ τὸ τῆς αὐγῆς ὑπέρογκον ἐβάρει τῶν ὀφθαλμῶν τὴν ἀσθένειαν. Τί οὖν; Αὐτὸς μὲν οὐδὲν φθέγγεται, οὐδὲ Μωϋσῆς, οὐδὲ Ἠλίας· ὁ δὲ πάντων μείζων καὶ ἀξιοπιστότερος, ὁ Πατὴρ, φωνὴν ἀφίησιν ἐκ τῆς νεφέλης. ∆ιὰ τί ἐκ τῆς νεφέλης; Οὕτως ἀεὶ φαίνεται ὁ Θεός. Νεφέλη γὰρ καὶ γνόφος κύκλῳ αὐτοῦ· καὶ, Κάθηται ἐπὶ νεφέλης κούφης· καὶ πάλιν, Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ· καὶ, Νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν· καὶ, Ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος ἐπὶ τῶν νεφελῶν. Ἵν' οὖν πιστεύσωσιν, ὅτι παρὰ τοῦ Θεοῦ ἡ φωνὴ φέρεται, ἐκεῖθεν ἔρχεται. Καὶ ἡ νεφέλη φωτεινή. Ἔτι γὰρ αὐτοῦ