352
λαλοῦντος, ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς. Καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε. Ὅταν μὲν γὰρ ἀπειλῇ, σκοτεινὴν δείκνυσιν, ὥσπερ ἐν τῷ Σινᾶ· Εἰσῆλθε γὰρ, φησὶν, εἰς τὴν νεφέλην καὶ εἰς τὸν γνόφον ὁ Μωϋσῆς, καὶ ὡς ἀτμὶς, οὕτως ἐφέρετο ὁ καπνός· καὶ ὁ Προφήτης φησὶ περὶ τῆς ἀπειλῆς αὐτοῦ διαλεγόμενος· Σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων· ἐνταῦθα δὲ, ἐπειδὴ οὐ φοβῆσαι ἐβούλετο, ἀλλὰ διδάξαι, νεφέλη φωτεινή. Καὶ ὁ μὲν Πέτρος ἔλεγε, Ποιήσωμεν τρεῖς σκηνάς· αὐτὸς δὲ ἀχειροποίητον ἔδειξε σκηνήν. ∆ιὰ τοῦτο ἐκεῖ μὲν καπνὸς καὶ ἀτμὶς καμίνου· ἐνταῦθα δὲ φῶς ἄφατον καὶ φωνή. Εἶτα ἵνα δειχθῇ, ὅτι οὐ περὶ ἑνὸς ἁπλῶς τῶν τριῶν ἐλέχθη ἀλλὰ περὶ τοῦ Χριστοῦ μόνον, ὅτε ἡ φωνὴ ἠνέχθη, ἐκποδὼν ἐγένοντο ἐκεῖνοι. Οὐδὲ γὰρ ἂν εἰ περί τινος αὐτῶν ἐλέγετο ἁπλῶς, οὗτος ἔμεινεν ἂν μόνος, ἀποσχισθέντων τῶν δύο. Τί οὖν οὐχὶ καὶ ἡ νεφέλη τὸν Χριστὸν μόνον ἀπέλαβεν, ἀλλὰ ἅπαντας; Εἰ τὸν Χριστὸν μόνον ἀπέλαβεν, ἐνομίσθη ἂν αὐτὸς ἀφεῖναι τὴν φωνήν. ∆ιὸ καὶ ὁ εὐαγγελιστὴς τοῦτο αὐτὸ ἀσφαλιζόμενος, φησὶν, ὅτι ἐκ τῆς νεφέλης ἦν ἡ φωνὴ, τουτέστιν, ἐκ τοῦ Θεοῦ. Καὶ τί φησιν ἡ φωνή; Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. Εἰ δὲ ἀγαπητὸς, μὴ φοβοῦ, Πέτρε. Ἔδει μὲν γάρ σε καὶ τὴν δύναμιν αὐτοῦ ἤδη εἰδέναι, καὶ πεπληροφορῆσθαι περὶ τῆς ἀναστάσεως· ἐπειδὴ δὲ ἀγνοεῖς, κἂν ἀπὸ τῆς φωνῆς τοῦ Πατρὸς θάῤῥησον. Εἰ γὰρ δυνατὸς ὁ Θεὸς, ὥσπερ οὖν καὶ δυνατὸς, εὔδηλον ὅτι καὶ ὁ Υἱὸς ὁμοίως. Μὴ τοίνυν δέδιθι τὰ δεινά. Εἰ δὲ οὐδέπω τοῦτο καταδέχῃ, κἂν ἐκεῖνο λογίζου, ὅτι καὶ Υἱὸς, καὶ φιλεῖται. Οὗτος γάρ ἐστι, φησὶν, ὁ Υἱός μου ὁ ἀγαπητός. Εἰ δὲ φιλεῖται, μὴ φοβοῦ. Οὐδεὶς γὰρ, ὃν ἀγαπᾷ, προΐεται. Μὴ τοίνυν θορυβοῦ· κἂν μυριάκις αὐτὸν φιλῇς, οὐ φιλεῖς αὐτὸν τοῦ γεγεννηκότος ἴσον. Ἐν ᾧ εὐδόκησα. Οὐ γὰρ ἐπειδὴ ἐγέννησε μόνον, φιλεῖ, ἀλλ' ἐπειδὴ καὶ ἴσος αὐτῷ κατὰ πάντα καὶ ὁμογνώμων ἐστίν. Ὥστε διπλοῦν τὸ φίλτρον, μᾶλλον δὲ καὶ τριπλοῦν· ἐπειδὴ Υἱὸς, ἐπειδὴ ἀγαπητὸς, ἐπειδὴ ἐν αὐτῷ εὐδόκησε. Τί δέ ἐστιν, Ἐν ᾧ εὐδόκησα; Ὡσανεὶ ἔλεγεν, Ἐν ᾧ ἀναπαύομαι, ᾧ ἀρέσκομαι· διὰ τὸ κατὰ πάντα ἐξισῶσθαι πρὸς αὐτὸν μετὰ ἀκριβείας, 58.554 καὶ βούλημα ἓν ἐν αὐτῷ εἶναι καὶ τῷ Πατρὶ, καὶ μένοντα Υἱὸν κατὰ πάντα ἓν εἶναι πρὸς τὸν γεγεννηκότα. Αὐτοῦ ἀκούετε. Ὥστε κἂν σταυρωθῆναι βουληθῇ, μὴ ἀντιπέσῃς. Καὶ ἀκούσαντες ἔπεσον ἐπὶ πρόσωπον, καὶ ἐφοβήθησαν σφόδρα. Καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν, καὶ εἶπεν· Ἐγέρθητε, καὶ μὴ φοβεῖσθε. Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν, οὐδένα εἶδον, εἰ μὴ τὸν Ἰησοῦν μόνον. δʹ. Πῶς ταῦτα ἀκούσαντες κατεπλάγησαν; Καίτοι καὶ πρὸ τούτου ἠνέχθη φωνὴ ἐπὶ τοῦ Ἰορδάνου τοιαύτη, καὶ ὄχλος παρῆν, καὶ οὐδεὶς οὐδὲν τοιοῦτον ἔπαθε· καὶ μετὰ ταῦτα πάλιν, ὅτε καὶ βροντὴν ἔλεγον γεγονέναι· ἀλλ' οὐδὲ τότε τοιοῦτον οὐδὲν ὑπέμειναν. Πῶς οὖν ἐν τῷ ὄρει ἔπεσον; Ὅτι καὶ ἐρημία καὶ ὕψος καὶ ἡσυχία ἦν πολλὴ, καὶ μεταμόρφωσις φρίκης γέμουσα, καὶ φῶς ἄκρατον, καὶ νεφέλη ἐκτεταμένη· ἅπερ ἅπαντα εἰς πολλὴν ἀγωνίαν αὐτοὺς ἐνέβαλε. Καὶ πανταχόθεν ἡ ἔκπληξις συνήγετο, καὶ ἔπεσον φοβηθέντες τε ὁμοῦ καὶ προσκυνοῦντες. Ὥστε δὲ μὴ ἐπιπολὺ τὸ δέος μεῖναν ἐκβαλεῖν αὐτῶν τὴν μνήμην, εὐθέως ἔλυσεν αὐτῶν τὴν ἀγωνίαν, καὶ ὁρᾶται αὐτὸς μόνος, καὶ ἐντέλλεται αὐτοῖς μηδενὶ τοῦτο εἰπεῖν, ἕως ἂν ἐκ νεκρῶν ἀναστῇ. Καταβαινόντων γὰρ αὐτῶν ἐκ τοῦ ὄρους, ἐνετείλατο αὐτοῖς μηδενὶ εἰπεῖν τὸ ὅραμα, ἕως ἂν ἐκ νεκρῶν ἀναστῇ. Ὅσῳ γὰρ μείζονα ἐλέγετο περὶ αὐτοῦ, τοσούτῳ δυσπαραδεκτότερα ἦν τοῖς πολλοῖς τότε· καὶ τὸ σκάνδαλον δὲ τὸ ἀπὸ τοῦ σταυροῦ ἐπετείνετο μᾶλλον ἐντεῦθεν. ∆ιὰ τοῦτο κελεύει σιγᾷν, καὶ οὐχ ἁπλῶς, ἀλλὰ πάλιν τοῦ πάθους ἀναμιμνήσκων, καὶ μόνον οὐχὶ καὶ τὴν αἰτίαν λέγων, δι' ἣν καὶ σιγᾷν ἐκέλευσεν. Οὐ γὰρ δὴ διαπαντὸς ἐκέλευσε μηδενὶ εἰπεῖν, ἀλλ' ἕως ἂν ἀναστῇ ἐκ νεκρῶν. Καὶ τὸ δυσχερὲς σιγήσας, τὸ χρηστὸν ἐμφαίνει μόνον. Τί οὖν; μετὰ ταῦτα οὐκ ἔμελλον σκανδαλίζεσθαι; Οὐδαμῶς. Τὸ γὰρ ζητούμενον ὁ πρὸ τοῦ σταυροῦ καιρὸς ἦν. Μετὰ γὰρ ταῦτα καὶ Πνεύματος