354
τόκων γραμματεῖα, τὰ τῶν δανεισμάτων οὕτω καλῶν. Ἀπόλυε τεθραυσμένους ἐν ἀφέσει· τοὺς τεταλαιπωρημένους. Τοιοῦτον γὰρ ὁ χρεώστης· ὅταν ἴδῃ τὸν δανειστὴν, κλᾶται αὐτοῦ ἡ διάνοια, καὶ θηρίου μᾶλλον αὐτὸν δέδοικε. Πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνὸν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐκ ὑπερόψει. Ἐν μὲν οὖν τῇ πρώην ἡμῖν γενο 58.556 μένῃ διαλέξει τὰ ἔπαθλα διηγούμενοι, τὸν πλοῦτον ἐδείκνυμεν τὸν ἐκ τούτων· νυνὶ δὲ ἴδωμεν εἴ τι τῶν ἐπιταγμάτων ἐστὶ δύσκολον, καὶ τὴν ἡμετέραν ὑπερβαῖνον φύσιν. Ἀλλ' οὐδὲν τοιοῦτον εὑρήσομεν, ἀλλὰ τοὐναντίον ἅπαν, ταῦτα μὲν πολλὴν ἔχοντα τὴν εὐκολίαν, τὰ δὲ τῆς κακίας πολὺν τὸν ἱδρῶτα. Τί γὰρ δυσκολώτερον τοῦ δανείζειν, καὶ ὑπὲρ τόκων καὶ συναλλαγμάτων φροντίζειν, καὶ ἐγγύας ἀπαιτεῖν, καὶ δεδοικέναι καὶ τρέμειν ὑπὲρ ἐνεχύρων, ὑπὲρ τοῦ κεφαλαίου, ὑπὲρ τῶν γραμματείων, ὑπὲρ τῶν τόκων, ὑπὲρ τῶν ἐγγυωμένων; Τοιαῦτα γὰρ τὰ βιωτικά. Αὕτη γὰρ ἡ δοκοῦσα καὶ ἐπινοουμένη ἀσφάλεια πάντων ἐστὶ σαθροτέρα καὶ ὕποπτος· τὸ δὲ ἐλεεῖν ῥᾴδιον, καὶ πάσης ἀπαλλάττον φροντίδος. Μὴ τοίνυν πραγματευώμεθα τὰς ἀλλοτρίας συμφορὰς, μηδὲ καπηλεύωμεν τὴν φιλανθρωπίαν. Καὶ οἶδα μὲν, ὅτι πολλοὶ τούτων ἀηδῶς ἀκούουσι τῶν λόγων· ἀλλὰ τί τὸ κέρδος τῆς σιγῆς; Κἂν γὰρ σιγάσω, καὶ μηδὲν ἐνοχλήσω διὰ ῥημάτων, ἀδύνατον διὰ τῆς σιγῆς ταύτης ἀπαλλάξαι τῆς κολάσεως ὑμᾶς, ἀλλὰ καὶ τοὐναντίον ἅπαν ἐντεῦθεν γίνεται· ἐπιτείνεται τὰ τῆς τιμωρίας, καὶ οὐχ ὑμῖν μόνον, ἀλλὰ καὶ ἐμοὶ προξενεῖ τὴν κόλασιν ἡ τοιαύτη σιγή. Τίς οὖν ἡ τῶν ῥημάτων χάρις, ὅταν εἰς τὰ ἔργα μὴ βοηθῇ, ἀλλὰ καὶ καταβλάπτῃ; Τί τὸ κέρδος, εὐφρᾶναι λόγῳ, καὶ λυπῆσαι πράγματι; τέρψαι τὴν ἀκοὴν, καὶ κολάσαι τὴν ψυχήν, ∆ιόπερ ἀναγκαῖον ἐνταῦθα λυπεῖν, ἵνα μὴ τιμωρίαν δῶμεν ἐκεῖ. Καὶ γὰρ δεινὸν, ἀγαπητὲ, δεινὸν καὶ πολλῆς δεόμενον θεραπείας νόσημα εἰς τὴν Ἐκκλησίαν ἐμπέπτωκεν. Οἱ γὰρ μηδὲ ἐκ δικαίων πόνων θησαυρίζειν κελευόμενοι, ἀλλὰ τὰς οἰκίας ἀνοίγειν τοῖς δεομένοις, τὴν ἑτέρων καρποῦνται πενίαν, εὐπρόσωπον ἁρπαγὴν, εὐπροφάσιστον πλεονεξίαν ἐπινοοῦντες. Μὴ γάρ μοι λέγε τοὺς ἔξω νόμους· ἐπεὶ καὶ ὁ τελώνης νόμον πληροῖ τὸν ἔξωθεν, ἀλλ' ὅμως κολάζεται. Ὃ καὶ ἡμεῖς πεισόμεθα, ἐὰν μὴ ἀποστῶμεν τοὺς πένητας ἐπιτρίβοντες, καὶ τῇ χρείᾳ καὶ τῇ ἀνάγκῃ ἀφορμῇ εἰς καπηλείαν ἀναίσχυντον ἀποχρώμενοι. ∆ιὰ γὰρ τοῦτο χρήματα ἔχεις, ἵνα λύσῃς πενίαν, οὐχ ἵνα πραγματεύσῃ πενίαν· σὺ δὲ ἐν προσχήματι παραμυθίας μείζονα ἐργάζῃ τὴν συμφορὰν, καὶ πωλεῖς φιλανθρωπίαν χρημάτων. Πώλησον, οὐ κωλύω, ἀλλὰ βασιλείας οὐρανῶν. Μὴ μικρὰν λάβῃς τιμὴν τοῦ τοσούτου κατορθώματος τόκον ἑκατοστιαῖον, ἀλλὰ τὴν ἀθάνατον ζωὴν ἐκείνην. Τί πτωχὸς εἶ, καὶ πένης καὶ μικρολόγος, ὀλίγου τὰ μεγάλα πωλῶν, χρημάτων ἀπολλυμένων, δέον βασιλείας ἀεὶ μενούσης; Τί τὸν Θεὸν ἀφεὶς, ἀνθρώπινα κερδαίνεις κέρδη; τί τὸν πλουτοῦντα παραδραμὼν, τὸν οὐκ ἔχοντα ἐνοχλεῖς, καὶ τὸν ἀποδιδόντα καταλιπὼν, τῷ ἀγνωμονοῦντι συμβάλλεις; Ἐκεῖνος ἐπιθυμεῖ ἀποδοῦναι· οὗτος δὲ καὶ δυσχεραίνει ἀποδιδούς. Οὗτος μόλις ἑκατοστὴν ἀποδίδωσιν· ἐκεῖνος δὲ ἑκατονταπλασίονα, καὶ ζωὴν αἰώνιον. Οὗτος μετὰ ὕβρεων καὶ λοιδοριῶν· ἐκεῖνος μετὰ ἐπαίνων καὶ εὐφημίας. Οὗτός σοι βασκανίαν ἐγείρει· ἐκεῖνος δὲ καὶ στεφάνους σοι πλέκει. Οὗτος μόλις ἐνταῦθα· ἐκεῖνος δὲ καὶ ἐκεῖ καὶ ἐνταῦθα. Ἆρ' οὖν οὐκ ἐσχάτης ταῦτα ἀνοίας. 58.557 τὸ μηδὲ εἰδέναι κερδαίνειν; Πόσοι καὶ τὸ κεφάλαιον ἀπώλεσαν διὰ τόκους; πόσοι κινδύνοις περιέπεσον διὰ τόκους; πόσοι καὶ ἑαυτοὺς καὶ ἑτέρους πενίᾳ περιέβαλον ἐσχάτῃ διὰ τὴν ἄφατον πλεονεξίαν; ʹ. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι ἥδεται λαμβάνων, καὶ χάριν ἔχει τοῦ δανείσματος. Τοῦτο γὰρ διὰ τὴν σὴν ὠμότητα γίνεται. Ἐπεὶ καὶ ὁ Ἀβραὰμ τὴν γυναῖκα ἐκδιδοὺς τοῖς βαρβάροις, αὐτὸς κατεσκεύαζεν εὐπαράδεκτον γενέσθαι τὴν ἐπιβουλήν· ἀλλ' οὐχ ἑκὼν, ἀλλὰ διὰ τὸν φόβον τοῦ Φαραώ. Οὕτω καὶ ὁ πένης, ἐπειδὴ οὐδὲ τούτου ἄξιον αὐτὸν εἶναι νομίζεις, καὶ ὠμότητος ἀναγκάζεται χάριν εἰδέναι. Σὺ δέ μοι δοκεῖς, κἂν κινδύνων