357
ἐγένοντο καὶ προσεκτικώτεροι πρὸς τὰ λεγόμενα, ταχέως συνίεσαν. Πόθεν δὲ ἔγνωσαν τοῦτο οἱ μαθηταί; Ἦν ἤδη προειρηκὼς αὐτοῖς, Αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι· ἐνταῦθα δὲ, ὅτι Ἦλθε· καὶ πάλιν, ὅτι Ἠλίας ἔρχεται καὶ ἀποκαταστήσει πάντα. Ἀλλὰ μὴ θορυβηθῇς, μηδὲ πεπλανῆσθαι τὸν λόγον νομίσῃς, εἰ ποτὲ μὲν αὐτὸν ἥξειν, ποτὲ δὲ ἐληλυθέναι ἔφη. Πάντα γὰρ ἀληθῆ ταῦτα. Ὅταν μὲν γὰρ εἴπῃ, ὅτι Ἠλίας μὲν ἔρχεται καὶ ἀποκαταστήσει πάντα, αὐτὸν Ἠλίαν φησὶ, καὶ τὴν τότε ἐσομένην τῶν Ἰουδαίων ἐπιστροφήν· ὅταν δὲ εἴπῃ, ὅτι Ὁ μέλλων ἔρχεσθαι, κατὰ τὸν τρόπον τῆς διακονίας Ἰωάννην Ἠλίαν καλεῖ. Καὶ γὰρ οἱ προφῆται ἕκαστον τῶν εὐδοκίμων βασιλέων ∆αυῒδ ἐκάλουν, καὶ τοὺς Ἰουδαίους ἄρχοντας Σοδόμων καὶ υἱοὺς Αἰθιόπων, ἀπὸ τῶν 58.560 τρόπων. Ὥσπερ γὰρ ἐκεῖνος τῆς δευτέρας ἔσται παρουσίας, οὕτως οὗτος τῆς προτέρας ἐγένετο πρόδρομος. βʹ. Οὐ διὰ τοῦτο δὲ μόνον Ἠλίαν αὐτὸν ὀνομάζει πανταχοῦ, ἀλλ' ἵνα δείξῃ σφόδρα αὐτὸν τῇ Παλαιᾷ συμβαίνοντα, καὶ κατὰ προφητείαν καὶ τὴν παρουσίαν ταύτην οὖσαν. ∆ιὸ καὶ ἐπάγει πάλιν, ὅτι Ἦλθε, καὶ οὐκ ἔγνωσαν αὐτὸν, ἀλλ' ἐποίησαν εἰς αὐτὸν πάντα ὅσα ἠθέλησαν. Τί ἐστι, Πάντα ὅσα ἠθέλησαν; Ἐνέβαλον εἰς δεσμωτήριον, ὕβρισαν, ἀπέκτειναν, ἤνεγκαν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακος. Οὕτω καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ' αὐτῶν. Ὁρᾷς πῶς πάλιν εὐκαίρως αὐτοὺς ἀναμιμνήσκει τοῦ πάθους, ἀπὸ τοῦ πάθους τοῦ Ἰωάννου πολλὴν αὐτοῖς προξενῶν τὴν παραμυθίαν; Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῷ θαύματα εὐθέως ἐργάσασθαι μεγάλα. Καὶ γὰρ ἡνίκα ἂν περὶ τοῦ πάθους διαλέγηται, εὐθέως θαυματουργεῖ, καὶ μετὰ τοὺς λόγους, καὶ πρὸ τῶν λόγων τούτων· καὶ πολλαχοῦ τοῦτο παρατηρήσαντα ἔστιν εὑρεῖν. Τότε γοῦν, φησὶν, ἤρξατο δεικνύειν, ὅτι δεῖ αὐτὸν ἀπελθεῖν εἰς Ἱεροσόλυμα, καὶ ἀποκτανθῆναι, καὶ πολλὰ παθεῖν. Τότε, πότε; Ὅτε ὡμολογήθη Χριστὸς καὶ Υἱὸς εἶναι τοῦ Θεοῦ. Πάλιν ἐν τῷ ὄρει, ὅτε τὴν θαυμαστὴν αὐτοῖς ἔδειξεν ὄψιν, καὶ περὶ τῆς δόξης αὐτοῦ διελέχθησαν οἱ προφῆται, ἀνέμνησεν αὐτοὺς τοῦ πάθους. Εἰπὼν γὰρ τὴν κατὰ Ἰωάννην ἱστορίαν, ἐπήγαγεν· Οὕτω καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ' αὐτῶν. Καὶ μετὰ μικρὸν πάλιν, ὅτε τὸν δαίμονα ἐξέβαλεν, ὃν οὐκ ἴσχυσαν οἱ μαθηταὶ ἐκβαλεῖν. Καὶ γὰρ καὶ τότε, Ἀναστρεφομένων αὐτῶν ἐν τῇ Γαλιλαίᾳ, φησὶν, εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, ὅτι μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ ἀποκτενοῦσιν αὐτὸν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Τοῦτο δὲ ἐποίει, τῷ μεγέθει τῶν θαυμάτων τὴν ὑπερβολὴν τῆς λύπης ὑποτεμνόμενος, καὶ παντὶ τρόπῳ αὐτοὺς παραμυθούμενος, ὥσπερ καὶ ἐνταῦθα τῇ μνήμῃ τοῦ θανάτου Ἰωάννου πολλὴν αὐτοῖς παρεῖχε τὴν παράκλησιν. Εἰ δὲ λέγοι τις· Τίνος ἕνεκεν μὴ καὶ νῦν τὸν Ἠλίαν ἀναστήσας ἔπεμψεν, εἴ γε τοσαῦτα αὐτοῦ μαρτυρεῖ τῇ παρουσίᾳ ἀγαθά; ἐροῦμεν, ὅτι καὶ νῦν τὸν Χριστὸν νομίζοντες Ἠλίαν εἶναι, οὐκ ἐπίστευον αὐτῷ. Οἱ μὲν γὰρ, φησὶν, Ἠλίαν σε λέγουσιν, οἱ δὲ Ἱερεμίαν. Καὶ Ἰωάννου δὲ καὶ Ἠλίου οὐδὲν ἦν τὸ μέσον, ἢ ὁ χρόνος μόνος. Πῶς οὖν τότε πιστεύσουσι; φησί. Καὶ γὰρ ἀποκαταστήσει πάντα, οὐ διὰ τὸ γνώριμος εἶναι μόνον, ἀλλὰ καὶ διὰ τὸ διαταθῆναι μέχρι τῆς ἡμέρας ἐκείνης ἐπὶ πλέον τοῦ Χριστοῦ τὴν δόξαν, καὶ παρὰ πᾶσιν εἶναι τοῦ ἡλίου φανερωτέραν. Ὅταν οὖν τοσαύτης προλαβούσης ὑπολήψεως καὶ προσδοκίας, ἔλθῃ ἐκεῖνος τὰ αὐτὰ κηρύττων τούτῳ, καὶ ἀναγγέλλων καὶ αὐτὸς τὸν Ἰησοῦν, εὐκολώτερον δέξονται τὰ λεγόμενα. Ὅταν δὲ εἴπῃ, Οὐκ ἔγνωσαν αὐτὸν, καὶ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπολογεῖται. Καὶ οὐ ταύτῃ αὐτοὺς μόνον παραμυθεῖται, ἀλλὰ καὶ τῷ δεῖξαι ἀδίκως παρ' αὐτῶν πάσχοντα ἅπερ πάσχει, καὶ τῷ τὰ λυπηρὰ δύο συγκαλύψαι σημείοις, τῷ τε ἐν τῷ ὄρει, καὶ τῷ μέλλοντι γίνεσθαι. Ταῦτα δὲ ἀκούσαντες, οὐκ ἐρωτῶσιν αὐτὸν, πότε ἔρχεται Ἠλίας, ἢ τῇ ἀθυμίᾳ πιεζόμενοι τοῦ πάθους, ἢ δεδοικότες. Πολλαχοῦ γὰρ ὅταν ἴδωσι μὴ βουλόμενόν τι σαφῶς εἰπεῖν, σιγῶσι λοιπόν. Ὅτε γοῦν ἐν τῇ Γαλιλαίᾳ διατριβόντων εἶπε, Μέλλει ὁ Υἱὸς τοῦ