358
ἀνθρώπου παραδίδοσθαι, καὶ ἀποκτενοῦσιν αὐτὸν, ἐπήγαγεν, ὁ Μάρκος μὲν, ὅτι 58.561 Ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐρωτῆσαι· ὁ Λουκᾶς δὲ, ὅτι Ἦν παρακεκαλυμμένον ἀπ' αὐτῶν, ἵνα μὴ αἴσθωνται αὐτοῦ, καὶ ἐφοβοῦντο αὐτὸν ἐρωτῆσαι περὶ τοῦ ῥήματος. Ἐλθόντων δὲ αὐτῶν πρὸς τὸν ὄχλον, προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν, καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱὸν, ὅτι σεληνιάζεται, καὶ κακῶς πάσχει. Πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ, καὶ πολλάκις εἰς τὸ ὕδωρ· καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἴσχυσαν αὐτὸν θεραπεῦσαι. Τοῦτον τὸν ἄνθρωπον σφόδρα ἀσθενοῦντα κατὰ πίστιν δείκνυσιν ἡ Γραφή· καὶ ἐκ πολλῶν τοῦτο δῆλον· ἔκ τε τοῦ εἰπεῖν τὸν Χριστὸν, Τῷ πιστεύοντι πάντα δυνατά· ἔκ τε τοῦ εἰπεῖν αὐτὸν τὸν προσελθόντα, Βοήθει μου τῇ ἀπιστίᾳ· καὶ ἐκ τοῦ τὸν Χριστὸν κελεῦσαι τῷ δαίμονι, μηκέτι εἰσελθεῖν εἰς αὐτόν· καὶ ἐκ τοῦ πάλιν εἰπεῖν τὸν ἄνθρωπον τῷ Χριστῷ, Εἰ δύνασαι Καὶ εἰ ἡ ἀπιστία αὐτοῦ γέγονεν αἰτία, φησὶ, τοῦ μὴ ἐξελθεῖν τὸν δαίμονα, τί τοῖς μαθηταῖς ἐγκαλεῖ; ∆εικνὺς ὅτι δυνατὸν αὐτοῖς, καὶ χωρὶς τῶν προσαγόντων μετὰ πίστεως, πολλαχοῦ θεραπεῦσαι. Ὥσπερ γὰρ ἤρκει πολλάκις ἡ τοῦ προσάγοντος πίστις εἰς τὸ καὶ παρ' ἐλαττόνων λαβεῖν, οὕτω τῶν ποιούντων πολλάκις ἤρκεσεν ἡ δύναμις, καὶ μὴ πιστευόντων τῶν προσελθόντων, θαυματουργῆσαι. Καὶ ταῦτα ἀμφότερα δείκνυται ἐν ταῖς Γραφαῖς. Οἵ τε γὰρ περὶ Κορνήλιον ἀπὸ τῆς αὐτῶν πίστεως ἐπεσπάσαντο τοῦ Πνεύματος τὴν χάριν· καὶ ἐπὶ τοῦ Ἐλισσαίου δὲ, οὐδενὸς πιστεύσαντος, νεκρὸς ἀνέστη. Οἵ τε γὰρ ῥίψαντες, οὐ διὰ πίστιν, ἀλλὰ διὰ δειλίαν ἔῤῥιψαν ἁπλῶς καὶ ὡς ἔτυχε, φοβηθέντες τὸ πειρατήριον, καὶ ἔφυγον· αὐτός τε ὁ ῥιφεὶς ἀποτεθνηκὼς ἦν, καὶ ἀπὸ μόνης τῆς τοῦ ἁγίου σώματος δυνάμεως ἀνίστατο ὁ νεκρός. Ὅθεν δῆλον ἐνταῦθα, ὅτι καὶ οἱ μαθηταὶ ἠσθένησαν, ἀλλ' οὐ πάντες· οἱ στῦλοι γὰρ οὐ παρῆσαν ἐκεῖ. γʹ. Θέα δὲ τούτου καὶ ἑτέρωθεν τὴν ἀγνωμοσύνην, πῶς ἐπὶ τοῦ ὄχλου ἐντυγχάνει τῷ Ἰησοῦ κατὰ τῶν μαθητῶν λέγων, ὅτι Προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἴσχυσαν αὐτὸν θεραπεῦσαι. Ἀλλ' αὐτὸς ἀπαλλάττων αὐτοὺς τῶν ἐγκλημάτων ἐπὶ τοῦ δήμου, ἐκείνῳ τὸ πλέον λογίζεται. Ὦ γενεὰ γὰρ, φησὶν, ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι μεθ' ὑμῶν; οὐκ εἰς τὸ τούτου πρόσωπον μόνον ἀποτεινόμενος, ἵνα μὴ ἀπορήσῃ τὸν ἄνθρωπον, ἀλλὰ καὶ εἰς πάντας Ἰουδαίους. Καὶ γὰρ εἰκὸς πολλοὺς τῶν παρόντων σκανδαλισθῆναι, καὶ τὰ μὴ προσήκοντα ἐννοῆσαι περὶ αὐτῶν. Ὅταν δὲ εἴπῃ, Ἕως πότε ἔσομαι μεθ' ὑμῶν; δείκνυσι πάλιν ἀσπαστὸν ὄντα τὸν θάνατον αὐτῷ, καὶ ἐπιθυμίας τὸ πρᾶγμα, καὶ ποθεινὴν τὴν ἀποδημίαν· καὶ ὅτι οὐ τὸ σταυρωθῆναι, ἀλλὰ τὸ εἶναι μετ' αὐτῶν βαρύ. Οὐ μὴν ἔστη μέχρι τῶν ἐγκλημάτων· ἀλλὰ τί φησι; Φέρετέ μοι αὐτὸν ὧδε. Καὶ αὐτὸς δὲ ἐρωτᾷ αὐτὸν, πόσον χρόνον ἔχει, καὶ ὑπὲρ τῶν μαθητῶν ἀπολογούμενος, κἀκεῖνον ἄγων εἰς ἐλπίδα χρηστὴν, καὶ τοῦ πιστεῦσαι, ὅτι ἔσται αὐτῷ ἀπαλλαγὴ τοῦ κακοῦ. Καὶ ἀφίησιν αὐτὸν σπαράττεσθαι, οὐ πρὸς ἐπίδειξιν (ἐπειδὴ γοῦν ὄχλος συνήγετο, καὶ ἐπετίμησεν αὐτῷ), ἀλλὰ δι' αὐτὸν τὸν πατέρα· ἵν' ὅταν ἴδῃ θορυβούμενον τὸ δαιμόνιον ἀπὸ τοῦ κληθῆναι μόνον, κἂν οὕτως ἐναχθῇ εἰς τὴν πίστιν τοῦ ἐσομένου θαύματος. Ἐπειδὴ δὲ ἐκεῖνος εἶπεν, ὅτι Ἐκ παιδὸς, καὶ ὅτι, Εἰ δύνασαι, βοήθει μοι, λέγει· Τῷ πιστεύοντι πάντα δυνατὰ, πάλιν εἰς αὐτὸν περιτρέπων 58.562 τὸ ἔγκλημα. Καὶ ὅτε μὲν ἔλεγεν ὁ λεπρός· Εἰ θέλεις, δύνασαί με καθαρίσαι, μαρτυρῶν αὐτοῦ τῇ ἐξουσίᾳ, ἐπαινῶν αὐτὸν καὶ βεβαιῶν τὸ εἰρημένον, ἔλεγε· Θέλω, καθαρίσθητι. Ὅτε δὲ οὗτος οὐδὲν ἄξιον τῆς αὐτοῦ δυνάμεως ἐφθέγξατο εἰπών· Εἰ δύνασαι, βοήθει μοι, ὅρα πῶς αὐτὸ διορθοῦται, ὡς οὐ δεόντως εἰρημένον. Τί γάρ φησιν; Εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τοσαύτη παρ' ἐμοὶ δυνάμεως περιουσία, ὡς καὶ ἑτέρους δύνασθαι ποιεῖν ταῦτα θαυματουργεῖν. Ὥστε ἂν πιστεύῃς ὡς δεῖ, καὶ αὐτὸς δύνασαι θεραπεῦσαι, φησὶ, καὶ τοῦτον καὶ ἑτέρους πολλούς. Καὶ ταῦτα εἰπὼν, ἀπήλλαξε τὸν δαιμονῶντα. Σὺ δὲ μὴ μόνον ἐντεῦθεν αὐτοῦ σκόπει τὴν πρόνοιαν καὶ