359
τὴν εὐεργεσίαν, ἀλλὰ καὶ ἐξ ἐκείνου τοῦ καιροῦ, οὗ συνεχώρησεν ἔνδον εἶναι τὸν δαίμονα. Καὶ γὰρ εἰ μὴ πολλῆς προνοίας καὶ τότε ἀπέλαυεν ὁ ἄνθρωπος, πάλαι ἂν ἀπολώλει. Καὶ γὰρ εἰς τὸ πῦρ αὐτὸν ἔβαλλε, φησὶ, καὶ εἰς τὸ ὕδωρ. Ὁ δὲ ταῦτα τολμῶν καὶ ἀνεῖλεν ἂν πάντως, εἰ μὴ καὶ ἐν τοσαύτῃ μανίᾳ πολὺν ἐπέθηκεν ὁ Θεὸς αὐτῷ τὸν χαλινόν· ὥσπερ οὖν καὶ ἐπ' ἐκείνων τῶν γυμνῶν, τῶν ἐν ταῖς ἐρημίαις τρεχόντων, καὶ λίθοις ἑαυτοὺς κατακοπτόντων. Εἰ δὲ σεληνιαζόμενον καλεῖ, μηδὲν θορυβηθῇς· τοῦ γὰρ πατρὸς τοῦ δαιμονῶντός ἐστιν ἡ φωνή. Πῶς οὖν φησι καὶ ὁ εὐαγγελιστὴς, ὅτι σεληνιαζομένους πολλοὺς ἐθεράπευσεν; Ἀπὸ τῆς τῶν πολλῶν ὑπονοίας αὐτοὺς καλῶν. Ὁ γὰρ δαίμων ἐπὶ διαβολῇ τοῦ στοιχείου καὶ ἐπιτίθεται τοῖς ἁλοῦσι, καὶ ἀνίησιν αὐτοὺς, κατὰ τοὺς τῆς σελήνης δρόμους· οὐχ ὡς ἐκείνης ἐνεργούσης, ἄπαγε· ἀλλ' αὐτὸς τοῦτο κακουργῶν εἰς τὴν τοῦ στοιχείου διαβολήν. ∆ιὸ καὶ πεπλανημένη παρὰ τοῖς ἀνοήτοις ἐκράτησε δόξα, καὶ οὕτω τοὺς τοιούτους καλοῦσι δαίμονας ἀπατώμενοι· οὐδὲ γάρ ἐστι τοῦτο ἀληθές. Τότε προσελθόντες οἱ μαθηταὶ αὐτοῦ κατ' ἰδίαν, ἠρώτησαν αὐτὸν, τίνος ἕνεκεν οὐκ ἠδυνήθησαν αὐτοὶ τὸν δαίμονα ἐκβαλεῖν. Ἐμοὶ δοκοῦσιν ἀγωνιᾷν καὶ δεδοικέναι, μήποτε τὴν χάριν, ἣν ἐπιστεύθησαν, ἀπώλεσαν. Ἔλαβον γὰρ ἐξουσίαν κατὰ δαιμόνων ἀκαθάρτων. ∆ιὸ καὶ ἐρωτῶσι, κατ' ἰδίαν αὐτῷ προσελθόντες, οὐκ αἰσχυνόμενοι (εἰ γὰρ τὸ ἔργον ἐξῆλθε, καὶ ἠλέγχθησαν, περιττὸν ἦν αἰσχύνεσθαι λοιπὸν τὴν διὰ τῶν λόγων ὁμολογίαν)· ἀλλ' ἐπειδὴ περὶ ἀποῤῥήτου καὶ μεγάλου πράγματος ἔμελλον αὐτὸν ἐρωτᾷν. Τί οὖν ὁ Χριστός; ∆ιὰ τὴν ἀπιστίαν ὑμῶν, φησίν. Ἐὰν γὰρ ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. Εἰ δὲ λέγοις, Ποῦ ὄρος μετέθηκαν; ἐκεῖνο ἂν εἴποιμι, ὅτι πολλῷ μείζονα ἐποίησαν, μυρίους νεκροὺς ἀναστήσαντες. Οὐδὲ γὰρ ἴσον, ὄρος μεταστῆσαι, καὶ θάνατον ἀπὸ σώματος κινῆσαι. Λέγονται δὲ μετ' ἐκείνους ἅγιοί τινες ἐκείνων ἐλάττους πολλῷ, καὶ ὄρη χρείας καλεσάσης μεταθεῖναι. Ὅθεν δῆλον ὡς καὶ οὗτοι μετέθεσαν ἂν, καλούσης χρείας. Εἰ δὲ τότε οὐκ ἐγένετο χρεία, μὴ ἐγκάλει. Ἄλλως δὲ καὶ αὐτὸς οὐκ εἶπεν, ὅτι Μεταστήσετε πάντως, ἀλλ' ὅτι ∆υνήσεσθε καὶ τοῦτο. Εἰ δὲ οὐ μετέστησαν, οὐκ ἐπειδὴ οὐκ ἠδυνήθησαν, (πῶς γὰρ, οἱ τὰ μείζονα δυνηθέντες;) ἀλλ' ἐπειδὴ οὐκ ἐβουλήθησαν, διὰ τὸ μὴ γενέσθαι χρείαν. Εἰκὸς δὲ καὶ γεγενῆσθαι τοῦτο, καὶ μὴ γεγράφθαι· οὐδὲ γὰρ πάντα ἃ ἐθαυματούργησαν ἐγράφη. Τότε μέντοι ἀτελέστερον πολλῷ διέκειντο. Τί οὖν; οὐδὲ ταύτην τὴν πίστιν εἶχον τότε; Οὐκ εἶχον· οὐδὲ γὰρ ἀεὶ οἱ αὐτοὶ 58.563 ἦσαν· ἐπεὶ καὶ Πέτρος νῦν μὲν μακαρίζεται, νῦν δὲ ἐπιτιμᾶται· καὶ οἱ λοιποὶ δὲ εἰς ἄνοιαν σκώπτονται παρ' αὐτοῦ, ὅτε οὐ συνῆκαν τὸν περὶ τῆς ζύμης λόγον. Συνέβη δὲ καὶ τότε τοὺς μαθητὰς ἀσθενῆσαι· ἀτελέστερον γὰρ διέκειντο πρὸ τοῦ σταυροῦ. Πίστιν δὲ ἐνταῦθα λέγει τὴν τῶν σημείων, καὶ σινάπεως μέμνηται, τὴν ἄφατον αὐτῆς δηλῶν δύναμιν. Εἰ γὰρ καὶ τῷ ὄγκῳ μικρὸν εἴναι τὸ σίνηπι δοκεῖ, ἀλλὰ τῇ δυνάμει ἁπάντων ἐστὶ σφοδρότερον. ∆εικνὺς τοίνυν, ὅτι καὶ τὸ ἐλάχιστον τῆς γνησίας πίστεως μεγάλα δύναται, ἐμνήσθη τοῦ σινάπεως· καὶ οὐδὲ μέχρι τούτου ἔστη μόνον, ἀλλὰ καὶ ὄρη προσέθηκε, καὶ περαιτέρω προέβη. Οὐδὲν γὰρ, φησὶν, ἀδυνατήσει ὑμῖν. δʹ. Σὺ δὲ κἀνταῦθα αὐτῶν θαύμασον τὴν φιλοσοφίαν, καὶ τοῦ Πνεύματος τὴν ἰσχύν· τὴν μὲν φιλοσοφίαν, ὅτι οὐκ ἔκρυψαν αὐτῶν τὸ ἐλάττωμα· τοῦ δὲ Πνεύματος τὴν ἰσχὺν, ὅτι τοὺς οὐδὲ κόκκον σινάπεως ἔχοντας οὕτω κατὰ μικρὸν ἀνήγαγεν, ὡς ποταμοὺς καὶ πηγὰς ἐν αὐτοῖς πίστεως ἀναδοῦναι. Τὸ δὲ γένος τοῦτο οὐκ ἐκπορεύεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ· τὸ τῶν δαιμόνων ἅπαν, οὐ τὸ τῶν σεληνιαζομένων λέγων μόνον. Ὁρᾷς πῶς αὐτοῖς ἤδη τὸν περὶ νηστείας προκαταβάλλεται λόγον; Μὴ γάρ μοι ἀπὸ τῶν σπανιζόντων λέγε, ὅτι τινὲς καὶ χωρὶς νηστείας ἐξέβαλον. Εἰ γὰρ καὶ περὶ τῶν ἐπιτιμώντων τοῦτο ἂν εἴποι τις ἑνός που καὶ δευτέρου, ἀλλὰ πάσχοντα ἀμήχανόν ποτε τρυφῶντα ἀπαλλαγῆναι τῆς μανίας ταύτης. ∆εῖ γὰρ μάλιστα τοῦ πράγματος τούτου τῷ τὰ τοιαῦτα νοσοῦντι. Καὶ