360
μὴν εἰ πίστεως χρεία, φησὶ, τί δεῖ νηστείας; Ὅτι μετὰ τῆς πίστεως κἀκεῖνο οὐ μικρὰν εἰσάγει τὴν ἰσχύν. Καὶ γὰρ φιλοσοφίαν πολλὴν ἐντίθησι, καὶ ἄγγελον ἐξ ἀνθρώπου κατασκευάζει, καὶ ταῖς ἀσωμάτοις δυνάμεσι πυκτεύει· ἀλλ' οὐ καθ' ἑαυτὴν, ἀλλὰ δεῖ καὶ εὐχῆς, καὶ πρώτης εὐχῆς. Ὅρα γοῦν ὅσα ἀγαθὰ ἐξ ἀμφοτέρων γίνεται. Ὁ γὰρ εὐχόμενος ὡς χρὴ, καὶ νηστεύων, οὐ πολλῶν δεῖται· ὁ δὲ πολλῶν μὴ δεόμενος οὐκ ἂν γένοιτο φιλοχρήματος· ὁ μὴ φιλοχρήματος, καὶ πρὸς ἐλεημοσύνην ἐπιτηδειότερος. Ὁ νηστεύων κοῦφός ἐστι καὶ ἐπτερωμένος, καὶ μετὰ νήψεως εὔχεται, καὶ τὰς ἐπιθυμίας σβέννυσι τὰς πονηρὰς, καὶ ἐξιλεοῦται Θεὸν, καὶ ταπεινοῖ τὴν ψυχὴν ἐπαιρομένην. ∆ιὰ τοῦτο καὶ οἱ ἀπόστολοι ἀεὶ σχεδὸν ἐνήστευον. Ὁ εὐχόμενος μετὰ νηστείας διπλᾶς ἔχει τὰς πτέρυγας, καὶ τῶν ἀνέμων αὐτῶν κουφοτέρας. Οὐδὲ γὰρ χασμᾶται καὶ διατείνεται καὶ ναρκᾷ εὐχόμενος, ὅπερ πάσχουσιν οἱ πολλοί· ἀλλ' ἔστι πυρὸς σφοδρότερος, καὶ τῆς γῆς ἀνώτερος. ∆ιὸ καὶ μάλιστα ὁ τοιοῦτος τοῖς δαίμοσιν ἐχθρὸς καὶ πολέμιος. Οὐδὲν γὰρ ἀνθρώπου γνησίως εὐχομένου δυνατώτερον. Εἰ γὰρ γυνὴ ὠμόν τινα ἄρχοντα, καὶ οὔτε Θεὸν φοβούμενον, οὔτε ἄνθρωπον ἐντρεπόμενον, ἴσχυσεν ἐπικάμψαι, πολλῷ μᾶλλον τὸν Θεὸν ἐπισπάσεται ὁ συνεχῶς αὐτῷ προσεδρεύων, καὶ γαστρὸς κρατῶν, καὶ τρυφὴν ἐκβάλλων. Εἰ δὲ ἀσθενές σοι τὸ σῶμα, ὥστε νηστεύειν διηνεκῶς, ἀλλ' οὐκ εἰς προσευχὴν ἀσθενὲς, οὐδὲ πρὸς ὑπεροψίαν γαστρὸς ἄτονον. Εἰ γὰρ καὶ νηστεύειν οὐ δύνασαι, ἀλλὰ μὴ τρυφᾷν δύνασαι· οὐ μικρὸν δὲ καὶ τοῦτο, οὐδὲ πολὺ νηστείας ἀπέχον· ἀλλ' ἱκανὸν μὲν καὶ τοῦτο κατασπάσαι τοῦ διαβόλου τὴν μανίαν. Καὶ γὰρ οὐδὲν οὕτως ἐκείνῳ τῷ δαίμονι φίλον, ὡς τρυφὴ καὶ μέθη· ἐπειδὴ καὶ πηγὴ καὶ μήτηρ ἐστὶν ἁπάντων τῶν κακῶν. ∆ιὰ ταύτης γοῦν ποτε τοὺς Ἰσραηλίτας εἰς εἰδωλολατρείαν 58.564 ἐνέβαλε· διὰ ταύτης τοὺς Σοδομίτας εἰς παρανόμους ἀνῆψεν ἔρωτας. Τοῦτο γὰρ, φησὶ, τὸ ἀνόμημα Σοδόμων· ἐν ὑπερηφανίᾳ, καὶ ἐν πλησμονῇ ἄρτων, καὶ εὐθηνίαις ἐσπατάλων. ∆ιὰ ταύτης μυρίους ἑτέρους ἀπώλεσε, καὶ τῇ γεέννῃ παρέδωκε. Τί γὰρ οὐκ ἐργάζεται κακὸν ἡ τρυφή; Χοίρους ἐξ ἀνθρώπων ποιεῖ, καὶ χοίρων χείρους. Ὁ μὲν γὰρ χοῖρος βορβόρῳ ἐγκαλινδεῖται, καὶ κόπρῳ τρέφεται· οὗτος δὲ ἐκείνης βδελυκτοτέραν σιτεῖται τράπεζαν, μίξεις ἐπινοῶν ἀθέσμους, καὶ παρανόμους ἔρωτας. Ὁ τοιοῦτος οὐδὲν δαιμονῶντος διενήνοχεν· ὁμοίως γὰρ ἀναισχυντεῖ καὶ μαίνεται. Καὶ τὸν μὲν δαιμονῶντα κἂν ἐλεοῦμεν, τοῦτον δὲ ἀποστρεφόμεθα καὶ μισοῦμεν. Τί δήποτε; Ὅτι αὐθαίρετον ἐπισπᾶται μανίαν, καὶ τὸ στόμα, καὶ τοὺς ὀφθαλμοὺς καὶ ῥῖνας, καὶ πάντα ἁπλῶς ὀχετοὺς ἀμάρας ἐργάζεται. Εἰ δὲ καὶ τὰ ἔνδον ἴδοις, ὄψει καὶ τὴν ψυχὴν καθάπερ ἔν τινι χειμῶνι καὶ κρυμῷ πεπηγυῖαν καὶ ναρκῶσαν, καὶ οὐδὲν τὸ σκάφος ὠφελῆσαι δυναμένην διὰ τὴν τοῦ χειμῶνος ὑπερβολήν. Αἰσχύνομαι εἰπεῖν, ὅσα ἀπὸ τρυφῆς πάσχουσιν ἄνδρες καὶ γυναῖκες κακά· τῷ δὲ αὐτῶν καταλείπω συνειδότι, τῷ ταῦτα ἀκριβέστερον εἰδότι. Τί γὰρ αἰσχρότερον γυναικὸς μεθυούσης, ἢ ἁπλῶς παραφερομένης; Ὅσῳ γὰρ ἀσθενέστερον τὸ σκεῦος, τοσούτῳ πλέον τὸ ναυάγιον, ἄν τε ἐλευθέρα ᾖ, ἄν τε δούλη. Ἡ μὲν γὰρ ἐλευθέρα ἐν μέσῳ τῷ θεάτρῳ τῶν δούλων ἀσχημονεῖ· ἡ δὲ δούλη πάλιν ὁμοίως μεταξὺ τῶν δούλων· καὶ παρασκευάζουσι τοῦ Θεοῦ τὰ δῶρα βλασφημεῖσθαι παρὰ τῶν ἀνοήτων. Πολλῶν γοῦν ἀκούω λεγόντων, ὅταν ταῦτα συμβαίνῃ τὰ πάθη· Μὴ ἔστω οἶνος. Ὢ τῆς ἀνοίας! ὢ τῆς παραπληξίας! Ἄλλων ἁμαρτανόντων ταῖς τοῦ Θεοῦ δωρεαῖς ἐγκαλεῖς· καὶ πόσης τοῦτο μανίας; Μὴ γὰρ ὁ οἶνος ἐποίησεν, ἀλλ' ἡ ἀκολασία τῶν ἀπολαυόντων κακῶς. Εἰπὲ τοίνυν, Μὴ ἔστω μέθη, μὴ ἔστω τρυφή· εἰ δὲ λέγοις, Μὴ ἔστω οἶνος, ἐρεῖς κατὰ μικρὸν προβαίνων, Μὴ ἔστω σίδηρος, διὰ τοὺς ἀνδροφόνους· Μὴ ἔστω νὺξ, διὰ τοὺς κλέπτας· Μὴ ἔστω φῶς, διὰ τοὺς συκοφάντας· Μὴ ἔστω γυνὴ, διὰ τὰς μοιχείας· καὶ πάντα ἁπλῶς ἀναιρήσεις. εʹ. Ἀλλὰ μὴ οὕτω ποίει· σατανικῆς γὰρ τοῦτο γνώμης· μηδὲ διάβαλλε τὸν οἶνον, ἀλλὰ τὴν μέθην· καὶ λαβὼν τοῦτον αὐτὸν νήφοντα, ὑπόγραψον πᾶσαν αὐτοῦ τὴν