361
ἀσχημοσύνην, καὶ εἰπὲ πρὸς αὐτόν· Οἶνος ἐδόθη, ἵνα εὐφραινώμεθα, οὐχ ἵνα ἀσχημονῶμεν· ἵνα γελῶμεν, οὐχ ἵνα γελώμεθα· ἵνα ὑγιαίνωμεν, οὐχ ἵνα νοσῶμεν· ἵνα ἀσθένειαν σώματος διορθωσώμεθα, οὐχ ἵνα ψυχῆς ἰσχὺν καταβάλωμεν. Ἐτίμησέ σε ὁ Θεὸς τῷ δώρῳ· τί σαυτὸν ὑβρίζεις τῇ ἀμετρίᾳ; Ἄκουσον τί φησιν ὁ Παῦλος· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Εἰ δὲ ὁ ἅγιος ἐκεῖνος, καὶ νόσῳ κατεχόμενος, καὶ ἐπαλλήλους ἀῤῥωστίας ὑπομένων, οὐ μετέλαβεν οἴνου, ἕως ἐπέτρεψεν ὁ διδάσκαλος, τίνα ἂν σχοίημεν συγγνώμην ἡμεῖς ἐν ὑγείᾳ μεθύοντες; Ἐκείνῳ μὲν ἔλεγεν, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στομαχόν σου· ὑμῶν δὲ ἑκάστῳ τῶν μεθυόντων ἐρεῖ· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὰς πορνείας, διὰ τὰς πυκνὰς αἰσχρολογίας, διὰ τὰς ἑτέρας ἐπιθυμίας τὰς πονηρὰς, ἃς ἡ μέθη τίκτειν εἴωθεν. Εἰ δὲ μὴ βούλεσθε διὰ ταῦτα ἀπέχεσθαι, διὰ γοῦν τὰς ἀθυμίας τὰς ἐξ αὐτοῦ καὶ τὰς ἀηδίας ἀπέχεσθε. Οἶνος γὰρ εἰς εὐφροσύνην ἐδόθη· Οἶνος γὰρ, 58.565 φησὶν, εὐφραίνει καρδίαν ἀνθρώπου· ὑμεῖς δὲ καὶ ταύτην αὐτοῦ λυμαίνεσθε τὴν ἀρετήν. Ποία γὰρ εὐφροσύνη μὴ εἶναι ἐν ἑαυτῷ, καὶ ἀλγηδόνας μυρίας ἔχειν, καὶ πάντα ὁρᾷν περιφερόμενα, καὶ σκοτοδίνῳ κατέχεσθαι, καὶ κατὰ τοὺς πυρέττοντας δεῖσθαι τῶν ἐλαίῳ καταβρεχόντων τὰς κεφαλάς; Ταῦτά μοι οὐ πρὸς πάντας εἴρηται, μᾶλλον δὲ πρὸς πάντας· οὐκ ἐπειδὴ πάντες μεθύουσι· μὴ γένοιτο· ἀλλ' ἐπειδὴ τῶν μεθυόντων οἱ μὴ μεθύοντες οὐ φροντίζουσι. ∆ιὰ τοῦτο καὶ πρὸς ὑμᾶς ἀποτείνομαι μᾶλλον, τοὺς ὑγιαίνοντας· ἐπεὶ καὶ ἰατρὸς τοὺς ἀῤῥωστοῦντας ἀφεὶς, ἐκείνοις διαλέγεται τοῖς παρακαθημένοις αὐτοῖς. Πρὸς ὑμᾶς τοίνυν ἀποτείνω τὸν λόγον, παρακαλῶν μήτε ἁλῶναί ποτε τῷ πάθει τούτῳ, καὶ τοὺς ἁλόντας ἀνιμᾶσθαι, ἵνα μὴ τῶν ἀλόγων φαίνωνται χείρους. Ἐκεῖνα μὲν γὰρ πλέον τῆς χρείας οὐδὲν ἐπιζητεῖ· οὗτοι δὲ κἀκείνων ἀλογώτεροι γεγόνασι, τοὺς τῆς συμμετρίας ὑπερβαίνοντες ὅρους. Πόσῳ γὰρ βελτίων τούτων ὁ ὄνος; πόσῳ δὲ ἀμείνων ὁ κύων; Καὶ γὰρ ἕκαστον τούτων τῶν ζώων, καὶ τῶν ἄλλων δὲ ἁπάντων, ἄν τε φαγεῖν, ἄν τε πιεῖν δέῃ, ὅρον τὴν αὐτάρκειαν οἶδε, καὶ πέρα τῆς χρείας οὐ πρόεισι· κἂν μυρίοι οἱ καταναγκάζοντες ὦσιν, οὐκ ἀνέξεται ἐξελθεῖν εἰς ἀμετρίαν. Οὐκοῦν ταύτῃ καὶ τῶν ἀλόγων χείρους ὑμεῖς, οὐ παρὰ τοῖς ὑγιαίνουσι μόνον, ἀλλὰ καὶ παρ' ὑμῖν αὐτοῖς. Ὅτι γὰρ καὶ κυνῶν καὶ ὄνων ἀτιμοτέρους ἑαυτοὺς εἶναι κεκρίκατε, δῆλον ἐκεῖθεν. Τὰ μὲν γὰρ ἄλογα ταῦτα οὐκ ἀναγκάζεις πέρα τοῦ μέτρου τροφῆς ἀπολαύειν· κἂν ἔρηταί τις, ∆ιατί; Ἵνα μὴ καταβλάψῃς, ἐρεῖς· σαυτῷ δὲ οὐδὲ ταύτην παρέχεις τὴν πρόνοιαν. Οὕτω κἀκείνων σαυτὸν εὐτελέστερον εἶναι νομίζεις, καὶ περιορᾷς διηνεκῶς χειμαζόμενον. Οὐδὲ γὰρ ἐν τῇ ἡμέρᾳ τῆς μέθης μόνον τὴν ἐκ τῆς μέθης βλάβην ὑπομένεις, ἀλλὰ καὶ μετὰ τὴν ἡμέραν ἐκείνην. Καὶ καθάπερ πυρετοῦ παρελθόντος, ἡ ἐκ τοῦ πυρετοῦ μένει λύμη· οὕτω καὶ μέθης ἀπελθούσης, ἡ τῆς μέθης 58.566 ζάλη καὶ ἐν τῇ ψυχῇ καὶ ἐν τῷ σώματι στρέφεται· καὶ τὸ μὲν ἄθλιον σῶμα κεῖται παραλυθὲν, καθάπερ ὑπὸ ναυαγίου σκάφος· ἡ δὲ τούτου ταλαιπωροτέρα ψυχὴ, καὶ τούτου διαλυθέντος τὸν χειμῶνα διεγείρει, καὶ τὴν ἐπιθυμίαν ἀνάπτει, καὶ ὅταν δοκῇ σωφρονεῖν, τότε μάλιστα μαίνεται, οἶνον καὶ πίθους καὶ φιάλας καὶ κρατῆρας φανταζομένη. Καὶ καθάπερ ἐν χειμῶνι παυθείσης τῆς ζάλης, ἡ διὰ τὸν χειμῶνα μένει ζημία· οὕτω δὴ καὶ ἐνταῦθα, Καὶ γὰρ ὥσπερ ἐκεῖ τῶν ἀγωγίμων, οὕτω καὶ Κἂν σωφροσύνην εὕρῃ, κἂν αἰδῶ, κἂν σύνεσιν, κἂν ἐπιείκειαν, κἂν ταπεινοφροσύνην, πάντα ῥίπτει εἰς τὸ τῆς παρανομίας πέλαγος ἡ μέθη. Ἀλλὰ τὰ μετὰ ταῦτα οὐκέτι ὅμοια. Ἐκεῖ μὲν γὰρ μετὰ τὴν ἐκβολὴν τὸ σκάφος κουφίζεται· ἐνταῦθα δὲ βαρύνεται μᾶλλον. Ἀντὶ γὰρ ἐκείνου τοῦ πλούτου δέχεται ψάμμον καὶ ὕδωρ ἁλμυρὸν, καὶ πάντα τὸν τῆς μέθης φορυτὸν, ἅπερ ἅμα τοῖς ἐπιβάταις καὶ τῷ κυβερνήτῃ καταβαπτίζει τὸ σκάφος εὐθέως. Ἵν' οὖν μὴ ταῦτα πάσχωμεν, ἀπαλλάξωμεν ἑαυτοὺς τοῦ χειμῶνος. Οὐκ ἔστι μετὰ μέθης βασιλείαν οὐρανῶν ἰδεῖν. Μὴ πλανᾶσθε γὰρ, φησίν· οὐ μέθυσοι, οὐ λοίδοροι βασιλείαν Θεοῦ κληρονομήσουσι. Καὶ τί λέγω βασιλείαν; Μετὰ γὰρ μέθης