365
τῶν μικροψύχων οὐχ ὡς ἔτυχεν ἐκ τοῦ παροφθῆναι καὶ καθυβρισθῆναι ἐσκανδαλίσθησαν. Ἐπαίρων τοίνυν καὶ αὔξων τὸ ἔγκλημα, τὴν ἐξ αὐτοῦ τίθησι βλάβην. Καὶ οὐκέτι ἀπὸ τῶν αὐτῶν τὴν τιμωρίαν ἐμφαίνει, ἀλλ' ἀπὸ τῶν παρ' ἡμῖν γνωρίμων τὸ ἀφόρητον αὐτῆς ἐνδείκνυται. Ὅταν γὰρ μάλιστα καθάψασθαι βούληται τῶν παχυτέρων, αἰσθητὰ ἄγει παραδείγματα. ∆ιὸ καὶ ἐνταῦθα βουλόμενος δεῖξαι, ὅτι πολλὴν ὑποστήσονται τὴν τιμωρίαν, καὶ καθικέσθαι τῆς τῶν διαπτυόντων αὐτοὺς ἀπονοίας, αἰσθητήν τινα κόλασιν εἰς μέσον ἤγαγε, τὴν τοῦ μύλου καὶ τοῦ καταποντισμοῦ. Καίτοιγε ἀκόλουθον τῷ προτέρῳ ἦν εἰπεῖν· Ὁ μὴ δεχόμενος ἕνα τῶν μικρῶν τούτων, ἐμὲ οὐ δέχεται· ὃ πάσης κολάσεως πικρότερον ἦν· ἀλλ' ἐπειδὴ τῶν σφόδρα ἀναισθήτων καὶ παχυτάτων, καίτοι φοβερὸν ὂν τοῦτο οὐχ οὕτω καθικνεῖτο, τίθησι μύλον καὶ καταποντισμόν. Καὶ οὐκ εἶπεν, ὅτι μύλος κρεμασθήσεται εἰς τὸν τράχηλον αὐτοῦ· ἀλλὰ, Συμφέρει αὐτῷ τοῦτο ὑπομεῖναι, δεικνὺς ὅτι ἕτερον τούτου χαλεπώτερον αὐτὸν ἀναμένει κακόν· εἰ δὲ τοῦτο ἀφόρητον, πολλῶ μᾶλλον ἐκεῖνο. Εἶδες πῶς ἑκα 58.570 τέρωθεν φοβερὰν ἐποίησε τὴν ἀπειλὴν, τῇ μὲν τοῦ γνωρίμου παραδείγματος συγκρίσει σαφεστέραν αὐτὴν ποιῶν, τῇ δὲ ἐντεῦθεν ὑπεροχῇ πολλῷ μείζονα τῆς ὁρωμένης φαντάζεσθαι παρασκευάσας; Εἶδες πῶς πρόῤῥιζον ἀνέσπασε τῆς ἀπονοίας τὸ φρόνημα; πῶς ἰάσατο τῆς κενοδοξίας τὸ ἕλκος; πῶς ἐπαίδευσε μηδαμοῦ τῶν πρωτείων ἐρᾷν; πῶς ἔπεισε τοὺς ἐπιθυμοῦντας τῶν πρωτείων τὴν ἐσχάτην πανταχοῦ διώκειν τάξιν; Οὐδὲν γὰρ ἀπονοίας χεῖρον. Αὕτη καὶ τῶν κατὰ φύσιν ἐξίστησι φρενῶν, καὶ μωρῶν ἐπιτίθησι δόξαν· μᾶλλον δὲ καὶ σφόδρα ἀνοήτους εἶναι ποιεῖ. Ὥσπερ γὰρ εἴ τις, τρίπηχυς ὢν, βιάζοιτο εἶναι τῶν ὀρῶν ὑψηλότερος, ἢ καὶ νομίζοι τοῦτο, καὶ ἀνατείνοι ἑαυτὸν ὡς ὑπερβαλλόμενος αὐτῶν τὰς κορυφὰς, οὐδὲν ἕτερον ζητήσομεν δεῖγμα ἀνοίας· οὕτω καὶ ὅταν ἄνθρωπον ἀπονενοημένον ἴδῃς, καὶ ἁπάντων βελτίονα ἑαυτὸν ἡγούμενον εἶναι, καὶ ὕβριν νομίζοντα τὸ μετὰ τῶν πολλῶν ζῇν, μὴ ζήτει λοιπὸν ἕτερον ἔλεγχον ἰδεῖν τῆς ἐκείνου παρανοίας. Τῶν γὰρ φύσει μωρῶν πολὺ καταγελαστότερος οὗτος, ὅσον καὶ ἑκὼν ταύτην δημιουργεῖ τὴν νόσον. Οὐ ταύτῃ δὲ μόνον ἄθλιος, ἀλλ' ὅτι καὶ ἀναλγήτως εἰς αὐτὸ τῆς κακίας ἐμπίπτει τὸ βάραθρον. Πότε γὰρ ὁ τοιοῦτος ἐπιγνώσεται ἁμαρτίαν ὡς χρή; πότε αἰσθήσεται πλημμελῶν; Καὶ γὰρ ὡς ἀνδράποδον κακὸν καὶ αἰχμάλωτον λαβὼν αὐτὸν ὁ διάβολος ἄπεισι, καὶ ἄγει καὶ φέρει, ῥαπίζων πάντοθεν καὶ μυρίαις περιβάλλων ὕβρεσιν. Εἰς τοσαύτην γὰρ αὐτοὺς ἄγει μωρίαν λοιπὸν, ὡς πείθειν καὶ κατὰ παίδων καὶ γυναικῶν μέγα φρονεῖν, καὶ κατὰ τῶν προγόνων τῶν οἰκείων. Ἑτέρους δὲ τοὐναντίον ἀπὸ τῆς τῶν προγόνων περιφανείας φυσᾶσθαι παρασκευάζει· οὗ τί γένοιτ' ἂν ἀνοητότερον, ὅταν ἀπὸ τῶν ἐναντίων ὁμοίως φλεγμαίνωσιν, οἱ μὲν ἐπειδὴ εὐτελεῖς ἔσχον πατέρας καὶ πάππους καὶ ἐπιπάππους, οἱ δὲ ἐπειδὴ λαμπροὺς καὶ περιφανεῖς; Πῶς οὖν ἄν τις ἑκατέρων ταπεινώσειε τὴν φλεγμονήν; Πρὸς μὲν ἐκείνους λέγων· Ἀνάβηθι περαιτέρω τῶν πάππων καὶ τῶν προπάππων, καὶ πολλοὺς ἴσως εὑρήσεις μαγείρους, καὶ ὀνηλάτας, καὶ καπήλους· πρὸς δὲ τούτους, τοὺς ἀπὸ τῆς εὐτελείας τῶν προγόνων φυσωμένους, τὸ ἐναντίον πάλιν, ὅτι Καὶ σὺ πάλιν ἀνωτέρω προελθὼν τῶν προγόνων, ὄψει πολλῷ σου λαμπροτέρους πολλούς. δʹ. Ὅτι γὰρ τοῦτον ἔχει τὸν δρόμον ἡ φύσις, φέρε καὶ ἀπὸ τῶν Γραφῶν ὑμῖν ἀποδείξω· Ὁ Σολομῶν υἱὸς βασιλέως ἦν, καὶ βασιλέως λαμπροῦ· ἀλλ' ὁ τούτου πατὴρ τῶν εὐτελῶν καὶ ἀσήμων, καὶ ὁ πρὸς μητρὸς δὲ πάππος ὁμοίως· οὐδὲ γὰρ ἂν ψιλῷ στρατιώτῃ τὴν θυγατέρα ἐξέδωκεν. Εἰ δὲ ἀναβαίης ἀνωτέρω πάλιν ἀπὸ τῶν εὐτελῶν τούτων, λαμπρότερον ὄψει τὸ γένος καὶ βασιλικώτερον. Οὕτω καὶ ἐπὶ τοῦ Σαοὺλ, οὕτω καὶ ἐπὶ πολλῶν ἑτέρων εὕροι τις ἂν τοῦτο συμβαῖνον. Μὴ δὴ μέγα φρονῶμεν ἐντεῦθεν. Τί γάρ ἐστι γένος; εἰπέ μοι. Οὐδὲν, ἀλλ' ἢ ὄνομα μόνον πράγματος ἔρημον· καὶ τοῦτο εἴσεσθε κατὰ τὴν ἡμέραν ἐκείνην. Ἐπεὶ δὲ οὔπω πάρεστιν ἐκείνη, φέρε καὶ ἀπὸ τῶν παρόντων ὑμᾶς πείσωμεν,