367
ὑπεσχόμην δεσπότας δεῖξαι, ὁ δὲ λόγος ἡμῖν προϊὼν καὶ ἀγωνιζόμενος πλέον τῆς ὑποσχέσεως ἐποίησε, πολεμίους ἀντὶ δεσποτῶν δείξας, μᾶλλον δὲ καὶ πολεμίους καὶ δεσπότας τοὺς αὐτούς. Θεραπεύονται μὲν γὰρ ὡς δεσπόται, φοβεροὶ δέ εἰσιν ὡς πολέμιοι, καὶ ἐπιβουλεύουσιν ὡς ἐχθροί. Ὅταν οὖν τις τοὺς αὐτοὺς καὶ κυρίους ἔχῃ καὶ ἐχθροὺς, τί ταύτης τῆς συμφορᾶς χεῖρον γένοιτ' ἄν; Ὁ μὲν δοῦλος, κἂν ἐπιτάττηται, ἀλλ' ὅμως ἐπιμελείας ἀπολαύει παρὰ τῶν κελευόντων καὶ εὐνοίας· οὗτοι δὲ καὶ ἐπιτάττονται, καὶ πολεμοῦνται, καὶ κατ' ἀλλήλων ἑστήκασι· καὶ τοσούτῳ τῶν ἐν ταῖς μάχαις χαλεπώτερον, ὅσῳ καὶ λάθρα κεντοῦσι, καὶ ἐν προσωπείῳ φίλων τὰ τῶν ἐχθρῶν διατιθέασι, καὶ ἐκ τῆς ἑτέρων πολλάκις εὐδοκιμοῦσι συμφορᾶς. Ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα· ἀλλὰ κἂν πράξῃ κακῶς ἕτερος, πολλοὶ οἱ συναλγοῦντες· κἂν εὐδοκιμῇ, πολλοὶ οἱ συνηδόμενοι. Ἀλλ' οὐχ ὁ Ἀπόστολος· Εἴτε γὰρ πάσχει, φησὶν, ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. Καὶ νῦν μὲν ἔλεγεν ὁ ταῦτα παραινῶν· Τίς μού ἐστιν ἡ ἐλπὶς ἢ χαρὰ, ἢ οὐχὶ καὶ ὑμεῖς; νῦν δὲ, Ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ· νῦν δὲ, Ἐκ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν· καὶ, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Τίνος οὖν ἕνεκεν ἔτι τῆς ζάλης ἀνεχόμεθα, καὶ τῶν κυμάτων τῶν ἔξωθεν, καὶ οὐ τρέχομεν ἐπὶ τὸν εὔδιον λιμένα τοῦτον, καὶ τὰ ὀνόματα ἀφέντες τῶν ἀγαθῶν, ἐπὶ τὰ πράγματα βαδίζομεν αὐτά; ∆όξα γὰρ καὶ δυναστεία καὶ πλοῦτος καὶ εὐδοκίμησις καὶ πάντα τὰ τοιαῦτα, ὀνόματα παρ' ἐκείνοις, παρὰ δὲ ἡμῖν πράγματα· ὥσπερ οὖν τὰ λυπηρὰ, θάνατος καὶ ἀτιμία καὶ πενία καὶ ὅσα τοιαῦτα, ὀνόματα μὲν παρ' ἡμῖν, πράγματα δὲ παρ' ἐκείνοις. Καὶ εἰ βούλει, τὴν δόξαν πρῶτον εἰς μέσον ἀγάγωμεν, τὴν παρ' ἐκείνοις πᾶσιν ἐπέραστον καὶ ποθεινήν. Καὶ οὐ λέγω, ὅτι ὀλιγοχρόνιος, οὐδ' ὅτι ταχέως σβέννυται· ἀλλ' ὅτε ἀνθεῖ, τότε μοι δεῖξον αὐτήν. Μὴ περιέλῃς τῆς πόρνης τὰ ἐπιτρίμματα καὶ τὰς ὑπογραφὰς, ἀλλὰ κεκαλλωπισμένην εἰς μέσον ἄγε καὶ ἐπίδειξον ἡμῖν, ἵνα τότε αὐτῆς ἐλέγξω τὸ δυσειδές. Οὐκοῦν τὸ σχῆμα πάντως ἐρεῖς καὶ τὸ πλῆθος τῶν ῥαβδούχων, καὶ τοῦ κήρυκος τὴν φωνὴν, καὶ τῶν δήμων τὴν ὑπακοὴν, καὶ τὴν παρὰ τῶν πολλῶν σιγὴν, καὶ τὸ τύπτεσθαι τοὺς ἀπαντῶντας ἅπαντας, καὶ τὸ ὑπὸ πάντων περιβλέπεσθαι. Οὐχὶ ταῦτά ἐστι τὰ λαμπρά; Φέρε οὖν, ἐξετάσωμεν εἰ μὴ περιττὰ ταῦτα, καὶ ὑπόληψις μόνον ἀνόνητος. Τί γὰρ ἐκεῖνος ἀπὸ τούτων βελτίων γίνεται, ἢ τὸ σώμα, ἢ τὴν ψυχήν; Τοῦτο γὰρ ἄνθρωπος. Ἆρα ὑψηλότερος ἔσται ἐντεῦθεν, ἢ ἰσχυρότερος, ἢ ὑγιεινότερος, ἢ ταχύτερος, ἢ τὰς αἰσθήσεις ὀξυτέρας κτήσεται καὶ τρανοτέρας; Ἀλλ' οὐδεὶς ἂν ἔχοι τοῦτο εἰπεῖν. Ἴωμεν τοίνυν ἐπὶ τὴν ψυχὴν, μήποτε ἐκεῖ τι κέρδος προσγινόμενον ἐντεῦθεν εὑρήσομεν. Τί οὖν; σωφρονέστερος, ἐπιεικέστερος, συνετώτερος ἀπὸ ταύτης ἔσται τῆς θεραπείας ὁ τοιοῦτος; Οὐδαμῶς, ἀλλὰ καὶ τοὐναντίον ἅπαν. Οὐ γὰρ ὅπερ ἐπὶ τοῦ σώματος, τοῦτο καὶ ἐνταῦθα συμβαίνει. Ἐκεῖ μὲν γὰρ οὐδὲν πρὸς τὴν οἰκείαν προσλαμ 58.573 βάνει ἀρετὴν τὸ σῶμα· ἐνταῦθα δὲ οὐ μόνον τοῦτό ἐστι τὸ δεινὸν, ὅτι οὐδὲν καρποῦται χρηστὸν, ἀλλ' ὅτι καὶ κακίαν δέχεται πολλὴν ἐντεῦθεν ἡ ψυχή. Καὶ γὰρ εἰς ἀπόνοιαν, καὶ κενοδοξίαν, καὶ ἄνοιαν, καὶ εἰς θυμὸν, καὶ εἰς μυρία ἐλαττώματα τοιαῦτα ἐντεῦθεν ἐκφέρεται. Ἀλλὰ χαίρει, φησὶ, καὶ γάννυται τούτοις, καὶ φαιδρύνεται. Τὸν κολοφῶνά μοι τῶν κακῶν εἶπες, καὶ τοῦ νοσήματος τὸ ἀνίατον. Ὁ γὰρ χαίρων ἐπὶ τούτοις, οὐδὲ ἀπαλλαγῆναι ῥᾳδίως ἂν θελήσειε τῆς ὑποθέσεως τῶν κακῶν, ἀλλ' ἀπετείχισεν ἑαυτῷ τῆς θεραπείας τὴν ὁδὸν διὰ τῆς ἡδονῆς. Ὥστε τοῦτο μάλιστά ἐστι τὸ δεινὸν, ὅτι οὐδὲ ἀλγεῖ, ἀλλὰ καὶ χαίρει, τῶν νοσημάτων αὐξανομένων αὐτῷ. Οὐδὲ γὰρ πανταχοῦ τὸ χαίρειν καλόν· ἐπεὶ καὶ κλέπται χαίρουσι κλέπτοντες, καὶ μοιχὸς διαφθείρων τὸν τοῦ πλησίον γάμον, καὶ ὁ πλεονέκτης ἁρπάζων, καὶ ὁ ἀνδροφόνος φονεύων. Μὴ τοίνυν εἰ χαίρει ἴδωμεν, ἀλλ' εἰ ἐπὶ χρησίμῳ· καὶ διασκεψώμεθα, μήποτε τοιαύτην εὑρήσομεν τὴν χαρὰν, οἵαν τὴν