371
διαλέξομαι περὶ φιλοσοφίας· τοῖς δὲ ποτὲ μὲν ἐν τούτῳ, ποτὲ δὲ ἐν ἐκείνῳ γενομένοις ἡδέως ἐρῶ· Ἤρπασάς ποτε μὲν τὰ μὴ προσήκοντα· μετὰ δὲ ταῦτα κατακλασθεὶς ὑπὸ ἐλέου, καὶ τῶν σαυτοῦ μετέδωκας τῷ δεομένῳ; Πόθεν οὖν αὕτη ἡ μεταβολή; οὐκ εὔδηλον ὅτι ἀπὸ γνώμης καὶ προαιρέσεως; Εὔδηλον· καὶ οὐκ ἔστιν ὅστις οὐκ ἂν εἴποι τοῦτο. ∆ιὸ παρακαλῶ σπουδάζειν καὶ ἀρετῆς ἔχεσθαι, καὶ οὐδὲν δεήσεσθε τῶν ζητημάτων τούτων. Τὰ γὰρ κακὰ, ὀνόματά ἐστι μόνον, ἐὰν θέλωμεν. Μὴ τοίνυν ζήτει, πόθεν τὰ κακὰ, μηδὲ διαπόρει· ἀλλ' εὑρὼν ὅτι ἀπὸ ῥᾳθυμίας μόνης, φεῦγε τὰ κακά. Κἂν εἴπῃ τις ὅτι οὐ παρ' ἡμῶν ταῦτα, ὅταν ἴδῃς ὀργιζόμενον οἰκέτῃ, καὶ παροξυνόμενον γυναικὶ, καὶ ἐγκαλοῦντα παιδὶ, καὶ καταγινώσκοντα τῶν ἀδικούντων, εἰπὲ πρὸς αὐτόν· Πῶς οὖν ἔλεγες, ὅτι οὐ παρ' ἡμῶν τὰ κακά; Εἰ γὰρ οὐ παρ' ἡμῶν, τίνος ἕνεκεν ἐγκαλεῖς; Εἰπὲ πάλιν· Ἀπὸ σαυτοῦ λοιδορεῖς καὶ ὑβρίζεις; Εἰ μὲν γὰρ οὐκ ἀπὸ σαυτοῦ, μηδείς σοι ὀργιζέσθω· εἰ δὲ ἀπὸ σαυτοῦ, ἀπὸ σοῦ καὶ ἀπὸ τῆς σῆς ῥᾳθυμίας τὰ κακά. Τί δέ; νομίζεις εἶναί τινας ἀγαθούς; Εἰ μὲν γὰρ μηδεὶς ἀγαθὸς, πόθεν σοι τὸ ὄνομα τοῦτο; πόθεν οἱ ἔπαινοι; Εἰ δὲ εἰσὶν ἀγαθοὶ, εὔδηλον ὅτι καὶ τοῖς πονηροῖς ἐπιτιμήσουσιν. Ἀλλ' εἰ μή τίς ἐστιν ἑκὼν πονηρὸς, μηδὲ παρ' ἑαυτοῦ, ἀδίκως εὑρεθήσονται ἐπιτιμῶντες οἱ ἀγαθοὶ τοῖς κακοῖς, καὶ ἔσονται καὶ αὐτοὶ ταύτῃ κακοὶ πάλιν. Τί γὰρ ἂν κάκιον γένοιτ' ἂν τοῦ τὸν ἀνεύθυνον ὑποβάλλειν ἐγκλήμασιν; Εἰ δὲ μένουσιν ἡμῖν ἀγαθοὶ καὶ ἐπιτιμῶντες καὶ τοῦτο μάλιστα τῆς ἀγαθότητος αὐτῶν δεῖγμα, καὶ τοῖς σφόδρα ἀνοήτοις κἀντεῦθεν δῆλον, ὅτι οὐδεὶς οὐδέποτε ἀνάγκῃ κακός. Εἰ δὲ καὶ μετὰ ταῦτα πάντα ζητοίης, πόθεν τὰ κακά; ἀπὸ ῥᾳθυμίας εἴποιμ' ἂν, ἀπὸ ἀργίας, ἀπὸ τοῦ πονηροῖς συγγίνεσθαι, ἀπὸ τοῦ καταφρονεῖν ἀρετῆς· ἐντεῦθεν καὶ τὰ κακὰ, καὶ τὸ ζητεῖν τινας, πόθεν τὰ κακά. Ὡς τῶν γε κατορθούντων οὐδεὶς ταῦτα ἐπιζητεῖ, τῶν ἐπιεικῶς καὶ σωφρόνως ζῇν προαιρουμένων· ἀλλ' οἱ πονηρὰ τολμῶντες, καὶ παραμυθίαν τινὰ ἀνόητον διὰ τούτων βουλόμενοι τῶν λόγων ἐπινοεῖν, ἀραχνῶν ὑφάσματα πλέκουσιν. Ἀλλ' ἡμεῖς ταῦτα μὴ διὰ λόγων μόνον, ἀλλὰ καὶ διὰ τῶν ἔργων διαῤῥήξωμεν. Οὐδὲ γὰρ 58.578 ἀνάγκης ἐστὶ ταῦτα. Εἰ γὰρ ἀνάγκης ἦν, οὐκ ἂν εἶπεν· Οὐαὶ τῷ ἀνθρώπῳ, δι' οὗ τὸ σκάνδαλον ἔρχεται! Ἐκείνους γὰρ μόνους ταλανίζει τοὺς ἐκ προαιρέσεως πονηρούς. Εἰ δὲ, ∆ι' οὗ, λέγει, μὴ θαυμάσῃς. Οὐ γὰρ ὡς ἑτέρου δι' αὐτοῦ εἰσάγοντος τοῦτό φησιν, ἀλλ' ὡς αὐτοῦ τὸ πᾶν κατασκευάζοντος. Οἶδε γὰρ τὸ δι' οὗ, τὸ ὑφ' οὗ λέγειν ἡ Γραφή· ὡς ὅταν λέγῃ· Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ· οὐ τὸ δεύτερον αἴτιον, ἀλλὰ τὸ πρῶτον τιθεῖσα. Καὶ πάλιν· Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστι; καὶ, Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ. δʹ. Καὶ ἵνα μάθῃς, ὅτι οὐκ ἔστιν ἀνάγκης, ἄκουσον καὶ τῶν ἑξῆς. Μετὰ γὰρ τὸ ταλανίσαι, φησίν· Εἰ ἡ χείρ σου ἢ ὁ ποῦς σου σκανδαλίζει σε, ἔκκοψον αὐτὰ, καὶ βάλε ἀπὸ σοῦ. Καλὸν γάρ σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ κυλλὸν, ἢ δύο χεῖρας καὶ πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ. Καὶ εἰ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτόν. Καλόν σοί ἐστι μονόφθαλμον εἰσελθεῖν εἰς τὴν ζωὴν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν κάμινον τοῦ πυρός· οὐ περὶ μελῶν ταῦτα λέγων· ἄπαγε· ἀλλὰ περὶ φίλων, περὶ τῶν προσηκόντων, οὓς ἐν τάξει μελῶν ἔχομεν ἀναγκαίων. Τοῦτο καὶ ἀνωτέρω εἴρηκε, καὶ νῦν λέγει. Οὐδὲν γὰρ οὕτω βλαβερὸν, ὡς συνουσία πονηρά. Ὅσα γὰρ ἀνάγκη μὴ δύναται, δύναται φιλία πολλάκις καὶ εἰς βλάβην καὶ εἰς ὠφέλειαν. ∆ιὸ μετὰ πολλῆς τῆς σφοδρότητος τοὺς βλάπτοντας ἡμᾶς ἐκκόπτειν κελεύει, τούτους αἰνιττόμενος τοὺς τὰ σκάνδαλα φέροντας. Εἶδες πῶς τὴν ἐσομένην ἐκ τῶν σκανδάλων ἀνεκρούσατο βλάβην; Τῷ προειπεῖν, ὅτι πάντως ἔσται, ὥστε μηδένα ἐν ῥᾳθυμίᾳ εὑρεῖν, ἀλλὰ προσδοκῶντας αὐτὰ νήφειν· τῷ δεῖξαι μεγάλα ὄντα κακὰ (οὐ γὰρ ἂν ἁπλῶς εἶπεν, Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων! ἀλλὰ δεικνὺς μεγάλην τὴν ἐξ αὐτῶν λύμην)· τῷ ταλανίσαι πάλιν τὸν εἰσάγοντα αὐτὰ μειζόνως. Τὸ γὰρ εἰπεῖν, Πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, πολλὴν δεικνύντος ἦν τὴν τιμωρίαν· οὐ