372
τοῦτο δὲ μόνον, ἀλλὰ καὶ τῇ τοῦ παραδείγματος προσθήκῃ ηὔξησε τὸν φόβον. Εἶτα οὐκ ἀρκεῖται τούτοις, ἀλλὰ καὶ δείκνυσι τὴν ὁδὸν, δι' ἧς ἄν τις διαφύγοι τὰ σκάνδαλα. Τίς δέ ἐστιν αὕτη; Τοὺς πονηροὺς, φησὶ, κἂν σφόδρα σοι φίλοι ὦσιν, ἀπότεμνε τῆς φιλίας. Καὶ λέγει λογισμὸν ἀναντίῤῥητον. Ἂν μὲν γὰρ μένωσι φίλοι, οὔτε αὐτοὺς κερδανεῖς, καὶ σαυτὸν προσαπολεῖς· ἂν δὲ ἀποτέμνῃς, τὴν γοῦν σαυτοῦ σωτηρίαν καρπώσῃ. Ὥστε εἴ τινός σε φιλία βλάπτει, ἔκκοπτε ἀπὸ σοῦ. Εἰ γὰρ τῶν ἡμετέρων μελῶν πολλὰ πολλάκις ἀποτέμνομεν, ὅταν αὐτά τε ἀνιάτως ἔχῃ, καὶ τοῖς λοιποῖς λυμαίνηται, πολλῷ μᾶλλον ἐπὶ φίλων τοῦτο ποιεῖν χρή. Εἰ δὲ φύσει ἦν τὰ κακὰ, περιττὴ πᾶσα αὕτη ἡ παραίνεσις καὶ ἡ συμβουλὴ, περιττὴ ἡ διὰ τῶν εἰρημένων φυλακή. Εἰ δὲ οὐ περιττὴ, ὥσπερ οὖν οὐδὲ περιττὴ, εὔδηλον ὅτι γνώμης ἡ πονηρία. Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων. Λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Μικροὺς οὐ τοὺς ἀληθῶς μικροὺς καλεῖ, ἀλλὰ τοὺς νομιζομένους παρὰ τοῖς πολλοῖς, τοὺς πτωχοὺς, τοὺς εὐκαταφρονήτους, τοὺς ἀγνῶτας· (πῶς γὰρ ἂν εἴη 58.579 μικρὸς ὁ τοῦ κόσμου παντὸς ἀντάξιος; πῶς ἂν εἴη μικρὸς ὁ τῷ Θεῷ φίλος;) ἀλλὰ τοὺς παρὰ τῇ τῶν πολλῶν ὑπονοίᾳ τοιούτους νομιζομένους. Καὶ οὐ λέγει περὶ πολλῶν μόνον, ἀλλὰ καὶ περὶ ἑνὸς, κἀντεῦθεν πάλιν ἀποτειχίζων τὴν τῶν πολλῶν σκανδάλων βλάβην. Ὥσπερ γὰρ τὸ φεύγειν τοὺς πονηροὺς, οὕτω τὸ τιμᾷν τοὺς χρηστοὺς κέρδος ἔχει μέγιστον, καὶ διπλῆ γένοιτ' ἂν ἀσφάλεια τῷ προσέχοντι· μία μὲν ἐκ τοῦ τῶν σκανδαλιζόντων τὰς φιλίας ἐκτεμεῖν· ἑτέρα δὲ ἐκ τοῦ τοὺς ἁγίους τούτους ἔχειν ἐν θεραπείᾳ καὶ τιμῇ. Εἶτα καὶ ἑτέρωθεν αὐτοὺς αἰδεσίμους ποιεῖ, λέγων, ὅτι Οἱ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Ἐντεῦθεν δῆλον, ὅτι ἀγγέλους ἔχουσιν οἱ ἅγιοι, ἢ καὶ πάντες. Καὶ γὰρ ὁ Ἀπόστολός φησι περὶ τῆς γυναικὸς, ὅτι Ὀφείλει ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους· καὶ ὁ Μωϋσῆς· Ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ. Ἐνταῦθα δὲ οὐ περὶ ἀγγέλων διαλέγεται μόνον, ἀλλὰ καὶ περὶ ἀγγέλων ὑπερεχόντων. Ὅταν δὲ εἴπῃ, Τὸ πρόσωπον τοῦ Πατρός μου, οὐδὲν ἕτερον ἢ τὴν πλείονα παῤῥησίαν λέγει, καὶ τὴν πολλὴν τιμήν. Ἦλθε γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός. Πάλιν ἕτερον λογισμὸν τίθησι τοῦ προτέρου μείζονα, καὶ παραβολὴν συνάπτει, δι' ἧς καὶ τὸν Πατέρα εἰσάγει ταῦτα βουλόμενον. Τί γὰρ ὑμῖν δοκεῖ; φησίν· ἐὰν γένηταί τινι ἀνθρώπῳ πρόβατα ἑκατὸν, καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφεὶς τὰ ἐνενηκονταεννέα, πορευθεὶς ἐπὶ τὰ ὄρη, ζητεῖ τὸ πλανώμενον; Καὶ ἐὰν γένηται εὑρεῖν αὐτὸ, χαίρει ἐπ' αὐτῷ μᾶλλον, ἢ ἐπὶ τοῖς ἐνενηκονταεννέα τοῖς μὴ πεπλανημένοις. Οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ Πατρὸς ὑμῶν, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων. Ὁρᾷς δι' ὅσων ἡμᾶς ἐνάγει εἰς τὴν τῶν εὐτελῶν ἀδελφῶν ἐπιμέλειαν; Μὴ τοίνυν εἴπῃς, Χαλκοτύπος ἐστὶν ὁ δεῖνα, ὑποδηματοῤῥάφος, γεωργός ἐστιν, ἀνόητός ἐστι, καὶ καταφρονήσῃς. Ἵνα γὰρ μὴ τοῦτο πάθῃς, ὅρα διὰ πόσων σε πείθει μετριάζειν, καὶ εἰς τὴν τούτων ἐπιμέλειαν ἐμβάλλει. Ἔστησε παιδίον, καί φησι· Γίνεσθε ὡς τὰ παιδία· καὶ, Ὃς ἂν δέξηται παιδίον τοιοῦτον, ἐμὲ δέχεται· καὶ, Ὃς ἐὰν σκανδαλίσῃ, τὰ ἔσχατα πείσεται. Καὶ οὐδὲ ἠρκέσθη τῷ παραδείγματι τοῦ μύλου, ἀλλὰ καὶ τὸ οὐαὶ προσέθηκε, καὶ τοὺς τοιούτους ἐκτέμνειν ἐκέλευσε, κἂν ἐν τάξει χειρῶν ὦσι καὶ ὀφθαλμῶν ἡμῖν. Καὶ ἀπὸ τῶν ἀγγέλων πάλιν τῶν ἐγκεχειρισμένων αὐτοὺς τούτους τοὺς εὐτελεῖς ἀδελφοὺς, αἰδεσίμους ποιεῖ· καὶ ἀπὸ τοῦ οἰκείου θελήματος καὶ πάθους (ὅταν γὰρ εἴπῃ, Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλὸς, καὶ τὸν σταυρὸν δηλοῖ, καθάπερ καὶ Παῦλος φησι, περὶ ἀδελφοῦ λέγων· ∆ι' ὃν Χριστὸς ἀπέθανε)· καὶ ἀπὸ τοῦ Πατρὸς, ὅτι οὐδὲ αὐτῷ δοκεῖ ἀπολέσθαι· καὶ ἀπὸ τῆς κοινῆς συνηθείας, ὅτι καταλιπὼν τὰ σεσωσμένα ὁ ποιμὴν ζητεῖ τὸ ἀπολόμενον· καὶ ὅταν εὕρῃ τὸ πεπλανημένον, σφόδρα ἥδεται τῇ εὑρέσει καὶ τῇ σωτηρίᾳ τούτου. εʹ. Εἰ τοίνυν ὁ Θεὸς οὕτω χαίρει ἐπὶ τῷ μικρῷ τῷ εὑρεθέντι, πῶς