373
σὺ καταφρονεῖς τῶν τῷ Θεῷ περισπουδάστων, δέον καὶ τὴν ψυχὴν αὐτὴν προέσθαι ὑπὲρ ἑνὸς τῶν μικρῶν τούτων; Ἀλλ' ἀσθενής ἐστι καὶ εὐτελής; 58.580 ∆ι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα πάντα δεῖ ποιεῖν, ὥστε αὐτὸν διασώζειν. Καὶ γὰρ καὶ αὐτὸς τὰ ἐνενηκονταεννέα ἀφεὶς πρόβατα, ἐπ' ἐκεῖνο ἦλθε, καὶ οὐκ ἴσχυσε τῶν τοσούτων ἡ σωτηρία συσκιάσαι τοῦ ἑνὸς τὴν ἀπώλειαν. Ὁ δὲ Λουκᾶς, ὅτι καὶ ἐπὶ τῶν ὤμων ἤνεγκε, φησί· Καὶ Μείζων ἐγένετο χαρὰ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἢ ἐπὶ ἐνενηκονταεννέα δικαίοις. Καὶ ἀπὸ τοῦ ἐγκαταλιπεῖν τὰ σεσωσμένα δι' αὐτὸ, καὶ ἀπὸ τοῦ μᾶλλον ἐπὶ τούτῳ ἡσθῆναι, πολλὴν ἔδειξε τὴν περὶ αὐτοῦ σπουδήν. Μὴ δὴ ἀμελῶμεν τῶν ψυχῶν τῶν τοιούτων. Καὶ γὰρ πάντα ταῦτα διὰ ταῦτα εἴρηται. Τῷ μὲν γὰρ ἀπειλῆσαι μηδ' ὅλως ἐπιβήσεσθαι τῶν οὐρανῶν τὸν μὴ γενόμενον παιδίον, καὶ τοῦ μύλου μνησθῆναι, τὸν τῦφον κατήνεγκε τῶν ἀλαζόνων· οὐδὲν γὰρ οὕτως ἀγάπῃ πολέμιον, ὡς ἀπόνοια· τῷ δὲ εἰπεῖν, Ἀνάγκη ἐστὶν ἐλθεῖν τὰ σκάνδαλα, ἐγρηγορέναι ἐποίησε· τῷ δὲ προσθεῖναι, Οὐαὶ δι' οὗ τὸ σκάνδαλον ἔρχεται, ἕκαστον σπουδάζειν μὴ δι' αὐτοῦ γενέσθαι παρεσκεύασε. Καὶ τῷ μὲν κελεῦσαι ἐκκόψαι τοὺς σκανδαλίζοντας, εὔκολον τὴν σωτηρίαν ἐποίησε· τῷ δὲ ἐπιτάξαι μὴ καταφρονεῖν αὐτῶν, καὶ μηδὲ ἁπλῶς ἐπιτάξαι, ἀλλὰ σφοδρῶς (Ὁρᾶτε γὰρ, φησὶ, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων)· καὶ τῷ εἰπεῖν, ὅτι Οἱ ἄγγελοι αὐτῶν βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου· καὶ, ∆ιὰ τοῦτο ἦλθον ἐγώ· καὶ, Ὁ Πατήρ μου τοῦτο βούλεται· τοὺς ὀφείλοντας αὐτῶν ἐπιμελεῖσθαι σπουδαιοτέρους ἐποίησεν. Ὁρᾷς ὅσον τεῖχος αὐτοῖς περιήλασε, καὶ πόσην τῶν εὐκαταφρονήτων καὶ τῶν ἀπολλυμένων ποιεῖται σπουδὴν, ἀπειλῶν τε ἀνήκεστα κακὰ τοῖς ὑποσκελίζουσιν αὐτοὺς, καὶ μεγάλα ἐπαγγελλόμενος ἀγαθὰ τοῖς θεραπεύουσι καὶ ἐπιμελουμένοις, καὶ παρ' ἑαυτοῦ πάλιν τὸ ὑπόδειγμα φέρων καὶ παρὰ τοῦ Πατρός; Τοῦτον καὶ ἡμεῖς μιμησώμεθα, μηδὲν παραιτούμενοι τῶν δοκούντων εἶναι ταπεινῶν τε καὶ μοχθηρῶν ὑπὲρ τῶν ἀδελφῶν· ἀλλὰ κἂν διακονεῖσθαι δέῃ, κἂν μικρὸς ᾗ, κἂν εὐτελὴς ὑπὲρ οὗ τοῦτο γίνεται, κἂν ἐπίπονον τὸ πρᾶγμα ᾖ, κἂν ὄρη καὶ κρημνοὺς διαβαίνειν χρῇ, πάντα ἔστω φορητὰ διὰ τὴν σωτηρίαν τοῦ ἀδελφοῦ. Οὕτω γὰρ περισπούδαστον ψυχὴ Θεῷ, ὡς μηδὲ τοῦ ἰδίου Υἱοῦ φείσασθαι. ∆ιὸ παρακαλῶ, τοῦ ὄρθρου φανέντος. εὐθέως ἐξιόντες ἀπὸ τῆς οἰκίας, τοῦτον ἕνα σκοπὸν ἔχωμεν, καὶ ταύτην πρὸ πάντων σπουδὴν, ὥστε τὸν κινδυνεύοντα ἐξαρπάσαι· οὐ λέγω τοῦτον μόνον τὸν κίνδυνον τὸν αἰσθητόν· τοῦτο γὰρ οὐδὲ κίνδυνος· ἀλλὰ τὸν τῆς ψυχῆς, τὸν παρὰ τοῦ διαβόλου τοῖς ἀνθρώποις ἐπιφερόμενον. Καὶ γὰρ ὁ ἔμπορος, ὥστε αὐξῆσαι τὴν περιουσίαν, πέλαγος διαβαίνει· καὶ ὁ χειροτέχνης, ὥστε προσθεῖναι τοῖς ὑπάρχουσι, πάντα ποιεῖ. Καὶ ἡμεῖς τοίνυν μὴ τῇ σωτηρίᾳ μόνον ἀρκώμεθα τῇ ἡμετέρᾳ, ἐπεὶ καὶ ταύτην λυμαινόμεθα. Καὶ γὰρ ἐν πολέμῳ καὶ παρατάξει ὁ πρὸς τοῦτο μόνον ὁρῶν στρατιώτης, ὅπως ἑαυτὸν διασώσειε φεύγων, καὶ τοὺς ἄλλους μεθ' ἑαυτοῦ προσαπόλλυσιν· ὥσπερ οὖν ὁ γενναῖος καὶ ὑπὲρ τῶν ἄλλων τὰ ὅπλα τιθέμενος, μετὰ τῶν ἄλλων καὶ ἑαυτὸν διασώζει. Ἐπεὶ οὖν καὶ τὰ ἡμέτερα πόλεμος, καὶ πολέμων ἁπάντων ὁ πικρότατος, καὶ παράταξις καὶ μάχη, ὡς ὁ 58.581 βασιλεὺς ἡμῶν ἐκέλευσεν, οὕτω ταττώμεθα ἐπὶ τῆς παρατάξεως, πρὸς σφαγὰς καὶ αἵματα καὶ φόνους παρεσκευασμένοι, πρὸς τὴν ὑπὲρ ἁπάντων σωτηρίαν βλέποντες, καὶ τοὺς ἑστηκότας ἀλείφοντες, καὶ τοὺς κειμένους ἐγείροντες. Καὶ γὰρ πολλοὶ τῶν ἀδελφῶν τῶν ἡμετέρων ἐν ταύτῃ κεῖνται τῇ παρατάξει, τραύματα ἔχοντες, αἵματι περιῤῥεόμενοι, καὶ ὁ θεραπεύων οὐδεὶς, οὐ τοῦ λαοῦ τις, οὐχ ἱερεὺς, οὐκ ἄλλος οὐδεὶς, οὐ παραστάτης, οὐ φίλος, οὐκ ἀδελφός· ἀλλὰ τὰ ἑαυτῶν σκοποῦμεν ἕκαστος. ∆ιὰ τοῦτο καὶ τὰ ἑαυτῶν κολοβοῦμεν. Ἡ γὰρ μεγίστη παῤῥησία καὶ εὐδοκίμησις, τὸ μὴ τὰ ἑαυτῶν σκοπεῖν. ∆ιά τοι τοῦτο ἀσθενεῖς καὶ εὐκαταγώνιστοι καὶ ἀνθρώποις καὶ διαβόλῳ, ὅτι τὸ ἐναντίον τούτου ζητοῦμεν, καὶ οὐ συνασπίζομεν ἀλλήλοις, οὐδὲ πεφράγμεθα τῇ κατὰ Θεὸν ἀγάπῃ, ἀλλ' ἑτέρας ἑαυτοῖς ἐπιζητοῦμεν φιλίας