375
τῷ βουλευτηρίῳ τῆς πόλεως, οὔτε πρὸς τοῖς δικαστηρίοις, οὔτε πρὸς τοῖς βασιλείοις, ἀλλὰ πόῤῥω που καὶ μακρὰν δεδεμένα κατέχομεν· ἐπὶ δὲ τῆς ψυχῆς, ἔνθα τὸ βουλευτήριον, ἔνθα τὰ βασίλεια, ἔνθα τὸ δικαστήριον, ἀνεῖται τὰ θηρία, περὶ τὸν νοῦν αὐτὸν καὶ τὸν θρόνον τὸν βασιλικὸν κράζοντα καὶ θορυβοῦντα. ∆ιὰ τοῦτο πάντα ἄνω καὶ κάτω γίνεται, καὶ πάντα μεστὰ ταραχῆς, τὰ ἔνδον, τὰ ἔξω, καὶ οὐδὲν διεστήκαμεν ἕκαστος ἡμῶν πόλεως ὑπὸ καταδρομῆς βαρβάρων θορυβουμένης· καὶ ταὐτὸν γίνεται, οἷον ἂν εἰ δράκοντος νεοττίᾳ στρουθῶν ἐπιτιθεμένου, πανταχοῦ τρίζοντες οἱ στρουθοὶ πέτοιντο φοβούμενοι καὶ ταραχῆς γέμοντες, οὐκ ἔχοντες δὲ ὅποι καταλύσωσι τὴν ἀγωνίαν. ζʹ. ∆ιὸ παρακαλῶ, τὸν δράκοντα ἀνέλωμεν, συγκλείσωμεν τὰ θηρία, ἀποπνίξωμεν, κατασφάξωμεν· καὶ τοὺς πονηροὺς τούτους λογισμοὺς τῇ μαχαίρᾳ τοῦ Πνεύματος παραδῶμεν, ἵνα μὴ καὶ ἡμῖν ἀπειλῇ τοιαῦτα ὁ προφήτης, οἷα καὶ τῇ Ἰουδαίᾳ, ὅτι Ὀνοκένταυροι ἐκεῖ ὀρχήσονται, καὶ ἐχῖνοι, καὶ δράκοντες. Εἰσὶ γὰρ, εἰσὶ καὶ ἄνθρωποι ὀνοκενταύρων χείρους, καθάπερ ἐν ἐρημίᾳ ζῶντες, καὶ λακτίζοντες· καὶ τὸ πλέον τῆς νεότητος παρ' ἡμῖν τοιοῦτον. Καὶ γὰρ ἀγρίας ἔχοντες ἐπιθυμίας, οὕτω πηδῶσιν, οὕτω λακτίζουσιν, ἀχαλίνωτοι περιιόντες, καὶ τῇ σπουδῇ πρὸς οὐδὲν τῶν δεόντων χρώμενοι. Αἴτιοι δὲ οἱ πατέρες, οἳ τοὺς μὲν πωλοδάμνας ἀναγκάζουσι τοὺς ἵππους τοὺς ἑαυτῶν μετὰ πολλῆς ῥυθμίζειν τῆς ἐπιμελείας, καὶ οὐκ ἀφιᾶσιν ἐπὶ πολὺ τοῦ πώλου τὴν ἡλικίαν ἀδάμαστον προελθεῖν, ἀλλὰ καὶ χαλινὸν καὶ τὰ ἄλλα πάντα ἐπιτιθέασιν ἐκ προοιμίων· τοὺς δὲ αὐτῶν νέους ἐπὶ πολὺ περιορῶσιν ἀχαλινώτους 58.583 περιιόντας καὶ σωφροσύνης ἐρήμους, πορνείαις καὶ κύβοις καὶ ταῖς ἐν τοῖς παρανόμοις θεάτροις διατριβαῖς καταισχυνομένους, δέον πρὸ τῆς πορνείας γυναικὶ παραδοῦναι, γυναικὶ σώφρονι καὶ σοφωτάτῃ· αὕτη γὰρ καὶ τῆς ἀτοπωτάτης ἀπάξει διατριβῆς τὸν ἄνδρα, καὶ ἀντὶ χαλινοῦ τῷ πώλῳ γενήσεται. Οὐδὲ γὰρ ἑτέρωθεν αἱ πορνεῖαι καὶ αἱ μοιχεῖαι, ἀλλ' ἐκ τοῦ ἀφέτους εἶναι τοὺς νέους. Ἂν γὰρ γυναῖκα ἔχῃ συνετὴν, καὶ οἰκίας ἐπιμελήσεται, καὶ δόξης, καὶ ὑπολήψεως. Ἀλλὰ νέος ἐστὶ, φησίν. Οἶδα κἀγώ. Εἰ γὰρ ὁ Ἰσαὰκ τεσσαράκοντα ἐτῶν ὢν τὴν νύμφην ἠγάγετο, ἐν παρθενίᾳ τὴν ἡλικίαν πᾶσαν ἐκείνην διάγων, πολλῷ μᾶλλον τοὺς ἐν τῇ χάριτι νέους τὴν φιλοσοφίαν ταύτην ἀσκεῖν ἔδει. Ἀλλὰ τί πάθω; Οὐκ ἀνέχεσθε τῆς σωφροσύνης αὐτῶν ἐπιμελεῖσθαι, ἀλλὰ περιορᾶτε καταισχυνομένους, μολυνομένους, ἐναγεῖς γινομένους, οὐκ εἰδότες ὅτι γάμου κέρδος τὸ καθαρὸν διατηρῆσαι τὸ σῶμα· κἂν τοῦτο μὴ ᾖ, οὐδὲν ὄφελος γάμου. Ὑμεῖς δὲ τοὐναντίον ποιεῖτε· ὅταν μυρίων ἐμπλησθῶσι κηλίδων, τότε αὐτοὺς ἐπὶ γάμον ἄγετε, εἰκῆ καὶ μάτην. ∆εῖ γὰρ ἀναμεῖναι, φησὶν, ἵνα εὐδόκιμος γένηται, ἵνα ἐν τοῖς πολιτικοῖς λάμψῃ πράγμασι· τῆς δὲ ψυχῆς ὑμῖν οὐδεὶς λόγος, ἀλλὰ περιορᾶτε αὐτὴν ἐῤῥιμμένην. ∆ιὰ τοῦτο πάντα συγχύσεως γέμει, καὶ ἀταξίας καὶ ταραχῆς, ὅτι πάρεργον αὕτη, ὅτι τὰ μὲν ἀναγκαῖα ἠμέληται, τὰ δὲ εὐτελῆ πολλῆς τυγχάνει προνοίας. Οὐκ οἶσθα, ὅτι οὐδὲν τοιοῦτον χαριῇ τῷ παιδὶ, ὡς τὸ φυλάξαι πορνικῆς ἀκαθαρσίας καθαρόν; Ψυχῆς γὰρ ἴσον οὐδέν. Ὅτι Τί ὠφελεῖται ἄνθρωπος, φησὶν, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ, Ἀλλὰ γὰρ πάντα ὁ τῶν χρημάτων ἔρως ἀνέτρεψε καὶ κατέβαλε, καὶ τοῦ Θεοῦ τὸν ἀκριβῆ φόβον παρώθησεν, ὥσπερ τις τύραννος ἀκρόπολιν, οὕτω τὰς τῶν ἀνθρώπων ψυχὰς καταλαβών. ∆ιὸ καὶ τῆς τῶν παίδων καὶ τῆς ἡμετέρας ἀμελοῦμεν σωτηρίας, ἓν μόνον σκοποῦντες, ὅπως εὐπορώτεροι γενόμενοι, πλοῦτον ἑτέροις ἀφῶμεν, κἀκεῖνοι πάλιν 58.584 ἄλλοις, καὶ οἱ μετ' ἐκείνους τοῖς μετ' αὐτοὺς, παράπομποί τινες τῶν ἡμετέρων γινόμενοι κτημάτων τε καὶ χρημάτων, ἀλλ' οὐ δεσπόται. Ἐντεῦθεν πολλὴ ἡ ἄνοια· ἐντεῦθεν τῶν δούλων οἱ ἐλεύθεροι ἀτιμότεροι. Τοῖς μὲν γὰρ δούλοις, εἰ καὶ μὴ δι' αὐτοὺς, ἀλλὰ δι' ἡμᾶς αὐτοὺς ἐπιτιμῶμεν· οἱ δὲ ἐλεύθεροι οὐδὲ ταύτης ἀπολαύουσι τῆς προνοίας, ἀλλὰ καὶ τούτων ἡμῖν εἰσιν εὐτελέστεροι. Καὶ τί λέγω τῶν δούλων; Καὶ γὰρ βοσκημάτων οἱ παῖδες ἀτιμότεροι, καὶ ὄνων καὶ