376
ἵππων μᾶλλον ἐπιμελούμεθα, ἢ παίδων. Κἂν μὲν ἡμίονόν τις ἔχῃ, πολλὴ ἡ φροντὶς ὥστε ὀνηλάτην εὑρεῖν ἄριστον, καὶ μήτε ἀγνώμονα, μὴ κλέπτην, μὴ μέθυσον, μὴ τῆς τέχνης ἄπειρον· ἂν δὲ ψυχῇ παιδὸς ἐπιστῆσαι δέῃ παιδαγωγὸν, ἁπλῶς καὶ ὡς ἔτυχε τὸν ἐπελθόντα αἱρούμεθα. Καίτοιγε τῆς τέχνης ταύτης οὐκ ἔστιν ἄλλη μείζων. Τί γὰρ ἴσον τοῦ ῥυθμίσαι ψυχὴν, καὶ διαπλάσαι νέου διάνοιαν; Καὶ γὰρ παντὸς ζωγράφου καὶ παντὸς ἀνδριαντοποιοῦ τὸν ταύτην ἔχοντα τὴν ἐπιστήμην ἀκριβέστερον διακεῖσθαι χρή. Ἀλλ' ἡμεῖς οὐδένα τούτου ποιούμεθα λόγον, ἀλλ' ἓν ὁρῶμεν μόνον, ὅπως παιδευθῇ τὴν γλῶτταν. Καὶ τοῦτο δὲ διὰ χρήματα πάλιν ἐσπουδάκαμεν. Οὐ γὰρ ἵνα δύνηται λέγειν, ἀλλ' ἵνα χρηματίζηται, μανθάνει τὸ λέγειν· ὡς εἰ ἐξῆν καὶ χωρὶς τούτου πλουτεῖν, οὐδεὶς ἡμῖν ἦν οὐδὲ τούτου λόγος. Εἶδες πόση τῶν χρημάτων ἡ τυραννίς; πῶς πάντα κατέσχε, καὶ καθάπερ ἀνδράποδά τινα καὶ θρέμματα δήσασα ἕλκει ὅπουπερ ἂν θέλῃ; Ἀλλὰ τί τὸ κέρδος ἀπὸ τῶν τοσούτων ἐγκλημάτων ἡμῖν; Ἡμεῖς μὲν γὰρ τοῖς λόγοις αὐτὴν βάλλομεν· ἐκείνη δὲ τοῖς ἔργοις ἡμῶν κρατεῖ. Πλὴν ἀλλ' οὐδὲ οὕτω παυσόμεθα τοῖς ἀπὸ τῆς γλώττης αὐτὴν βάλλοντες ῥήμασιν. Ἂν μὲν γὰρ γένηταί τι πλέον, ἐκερδάναμεν καὶ ἡμεῖς καὶ ὑμεῖς· ἂν δὲ τοῖς αὐτοῖς ἐπιμένητε, τό γε ἡμέτερον ἅπαν ἀπήρτισται. Ὁ δὲ Θεὸς καὶ ὑμᾶς ταύτης ἀπαλλάξειε τῆς νόσου, καὶ ἡμᾶς ἐφ' ὑμῖν καυχᾶσθαι παρασκευάσειεν· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
58.583 ΟΜΙΛΙΑ Ξʹ. Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν
μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου. αʹ. Ἐπειδὴ γὰρ σφοδρὸν κατέτεινε λόγον κατὰ τῶν σκανδαλιζόντων, καὶ
πανταχόθεν αὐτοὺς ἐφόβησεν, ἵνα μὴ ταύτῃ γένωνται πάλιν ὕπτιοι οἱ σκανδαλιζόμενοι, μηδὲ τὸ πᾶν νομίζοντες ἐφ' ἑτέρους ἐῤῥῖφθαι, εἰς ἑτέραν κακίαν ἐξέλθωσι, θρυπτόμενοι καὶ πάντα θεραπεύεσθαι θέλοντες, καὶ εἰς ἀπόνοιαν ἐξοκείλωσιν, ὅρα πῶς καὶ αὐτοὺς συστέλλει πάλιν, καὶ κελεύει τὸν ἔλεγχον μεταξὺ τῶν δύο γίνεσθαι μόνων· ἵνα μὴ τῇ τῶν πλειόνων μαρτυρίᾳ βαρυτέραν ἐργάσηται τὴν κατηγορίαν, καὶ ἰταμώτερος ἐκεῖνος γενόμενος δυσδιόρθωτος μείνῃ ∆ιό φησι· Μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Κἂν ἀκούσῃ, ἐκέρδανας τὸν ἀδελφόν σου. Τί ἐστιν, Ἐὰν ἀκούσῃ; Ἐὰν καταγνῷ ἑαυτοῦ, ἐὰν πεισθῇ ὅτι ἥμαρτεν Ἐκέρδανας τὸν ἀδελφόν σου. Οὐκ εἶπεν, Ἔχεις ἱκανὴν τιμωρίαν, ἀλλ', Ἐκέρδανας τὸν ἀδελφόν σου, δεικνὺς ὅτι κοινὴ ζημία ἀπὸ τῆς ἔχθρας. Οὐ γὰρ εἶπεν, Ἐκέρδανεν ἐκεῖνος ἑαυτὸν μόνον, ἀλλὰ καὶ Σὺ αὐτὸν ἐκέρδανας· δι' ὧν ἔδειξεν ὅτι καὶ αὐτὸς κἀκεῖνος ἐζημιοῦντο πρὸ τούτου, ὁ μὲν τὸν ἀδελφὸν, ὁ 58.584 δὲ τὴν οἰκείαν σωτηρίαν. Τοῦτο καὶ ἡνίκα ἐπὶ τοῦ ὅρους ἐκάθητο, παρῄνει· ποτὲ μὲν τὸν λελυπηκότα πρὸς τὸν λυπηθέντα ἄγων καὶ λέγων· Ἐὰν τῷ θυσιαστηρίῳ παρεστὼς, ἐκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ὕπαγε, διαλλάγηθι τῷ ἀδελφῷ σου· ποτὲ δὲ τὸν ἠδικημένον κελεύων ἀφεῖναι τῷ πλησίον. Ἄφες γὰρ ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, καθὼς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, λέγειν ἐδίδαξεν. Ἐνταῦθα δὲ καὶ ἕτερον ἐπινοεῖ τρόπον. Οὐ γὰρ τὸν λελυπηκότα, ἀλλὰ τὸν λυπηθέντα ἄγει πρὸς τοῦτον. Ἐπειδὴ γὰρ ἐκεῖνος ὁ ἠδικηκὼς οὐκ εὐκόλως ἂν ἔλθοι πρὸς ἀπολογίαν αἰσχυνόμενος καὶ ἐρυθριῶν, τοῦτον πρὸς ἐκεῖνον ἕλκει· καὶ οὐχ ἁπλῶς, ἀλλ' ὥστε καὶ διορθῶσαι τὸ γεγενημένον. Καὶ οὐ λέγει, Κατηγόρησον, οὐδὲ, Ἐπιτίμησον, οὐδὲ, ∆ίκας ἀπαίτησον καὶ εὐθύνας, ἀλλὰ, Ἔλεγξον, φησίν. Αὐτὸς μὲν γὰρ καθάπερ τινὶ κάρῳ τῷ θυμῷ καὶ τῇ αἰσχύνῃ κατέχεται μεθύων· δεῖ δὲ σὲ τὸν ὑγιαίνοντα πρὸς ἐκεῖνον τὸν νοσοῦντα ἀπελθεῖν, καὶ ἀδημοσίευτον ποιῆσαι τὸ δικαστήριον, καὶ εὐπαράδεκτον τὴν ἰατρείαν. Τὸ γὰρ εἰπεῖν. Ἔλεγξον, οὐχ ἕτερόν τί ἐστιν ἢ, Ἀνάμνησον τοῦ ἁμαρτήματος, εἰπὲ πρὸς αὐτὸν ἅπερ ἔπαθες παρ' αὐτοῦ· ὅπερ καὶ αὐτὸ, ἐὰν ὡς 58.585