377
χρὴ γίνηται, μέρος ἐστὶν ἀπολογουμένου, καὶ σφόδρα ἐφελκομένου πρὸς καταλλαγήν. Τί οὖν, ἐὰν ἀπειθῇ καὶ σκληρῶς διακέηται; Παράλαβε μετὰ σεαυτοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων σταθήσεται πᾶν ῥῆμα. Ὅσῳ γὰρ ἂν ἀναιδέστερος ᾖ καὶ ἰταμώτερος, τοσούτῳ, μᾶλλον ἡμᾶς ἐπὶ τὴν ἰατρείαν σπεύδειν χρὴ, οὐκ ἐπὶ τὴν ὀργὴν καὶ τὴν ἀγανάκτησιν. Καὶ γὰρ ἰατρὸς, ὅταν ἴδῃ τὸ πάθος δυσένδοτον, οὐκ ἀφίσταται, οὐδὲ δυσχεραίνει, ἀλλὰ τότε μᾶλλον παρασκευάζεται· ὃ καὶ ἐνταῦθα ποιεῖν κελεύει. Ἐπειδὴ γὰρ ἀσθενέστερος μόνος ὢν ἐφάνης, γενοῦ δυνατώτερος τῇ προσθήκῃ. Καὶ γὰρ ἱκανοὶ οἱ δύο τὸν ἡμαρτηκότα ἐλέγξαι. Ὁρᾷς ὡς οὐ τὸ τοῦ λελυπημένου ζητεῖ μόνον, ἀλλὰ καὶ τὸ τοῦ λελυπηκότος; Ὁ γὰρ ἠδικημένος οὗτός ἐστιν, ὁ ἁλοὺς ὑπὸ τοῦ πάθους· αὐτὸς ὁ νοσῶν καὶ ἀσθενῶν καὶ κάμνων. ∆ιὰ τοῦτο πολλάκις ἐκεῖνον πρὸς τοῦτον ἄγει, νῦν μὲν μόνον, νῦν δὲ μεθ' ἑτέρων· εἰ δὲ ἐπιμένοι, καὶ μετὰ τῆς Ἐκκλησίας. Εἰπὲ γὰρ, φησὶ, τῇ Ἐκκλησίᾳ. Εἰ δὲ τὸ τούτου μόνον ἐζήτει, οὐκ ἂν ἐκέλευσεν ἑβδομηκοντάκις ἑπτὰ μετανοοῦντι συγχωρεῖν· οὐκ ἂν τοσαυτάκις καὶ τοσούτους ἐπέστησεν αὐτῷ διορθωτὰς τοῦ πάθους· ἀλλ' ἐκ πρώτης αὐτὸν ἀδιόρθωτον μείναντα συντυχίας εἴασεν ἄν· νῦν δὲ καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς αὐτὸν θεραπεῦσαι κελεύει, καὶ νῦν μὲν μόνον, νῦν δὲ μετὰ δύο, νῦν δὲ μετὰ πλειόνων. ∆ιὰ δὴ τοῦτο ἐπὶ μὲν τῶν ἔξωθεν οὐδὲν τοιοῦτον λέγει, ἀλλ', Ἐάν τίς σε ῥαπίσῃ, φησὶν, εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· ἐνταῦθα δὲ οὐχ οὕτως. Ὅπερ γὰρ ὁ Παῦλός φησι λέγων· Τί μοι καὶ τοὺς ἔξωθεν κρίνειν; τοὺς δὲ ἀδελφοὺς καὶ ἐλέγχειν καὶ ἀποστρέφεσθαι κελεύει, καὶ ἀποτέμνειν μὴ πειθομένους, ἵνα ἐντραπῶσι· τοῦτο καὶ ἐνταῦθα αὐτὸς ποιεῖ, περὶ τῶν ἀδελφῶν ταῦτα νομοθετῶν· καὶ τρεῖς ἐφίστησιν αὐτῷ διδασκάλους καὶ δικαστὰς, διδάσκοντας τὰ κατὰ τὸν καιρὸν τῆς μέθης γινόμενα. Εἰ γὰρ καὶ αὐτός ἐστιν ὁ φθεγξάμενος καὶ ποιήσας πάντα ἐκεῖνα τὰ ἄτοπα, ἀλλ' ὅμως ἑτέρων δεῖται τῶν διδαξόντων, καθάπερ οὖν καὶ ὁ μεθύων. Καὶ γὰρ πάσης μέθης θυμὸς καὶ ἁμαρτία ἐκστατικώτερον, καὶ ἐν μείζονι τὴν ψυχὴν καθίστησι παραφροσύνῃ. Τίς γοῦν τοῦ ∆αυῒδ συνετώτερος ἦν; Ἀλλ' ὅμως ἁμαρτὼν οὐκ ᾔσθετο, τῆς ἐπιθυμίας τοὺς λογισμοὺς ἅπαντας κατεχούσης, καὶ ὥσπερ τινὸς καπνοῦ πληρούσης αὐτοῦ τὴν ψυχήν. ∆ιὰ τοῦτο ἐδεήθη λύχνου παρὰ τοῦ προφήτου, καὶ ῥημάτων ἀναμιμνησκόντων αὐτὸν ὧν ἔπραξε. ∆ιὰ τοῦτο καὶ ἐνταῦθα ἄγει τούτους πρὸς τὸν ἡμαρτηκότα, διαλεξομένους αὐτῷ περὶ ὧν ἔπραξε. βʹ. ∆ιατί δὲ τούτῳ κελεύει ἐλέγξαι, καὶ οὐχ ἑτέρῳ, Ὅτι τοῦτον ἐπιεικέστερον ἂν ἤνεγκε, τὸν ἠδικημένον, τὸν λελυπημένον, τὸν ἐπηρεασμένον. Οὐ γὰρ ὁμοίως τις παρ' ἑτέρου περὶ τοῦ ὑβρισθέντος ἐλεγχόμενος φέρει, καὶ παρ' αὐτοῦ τοῦ ὑβρισμένου, μάλιστα ὅταν μόνος ᾖ διελέγχων αὐτόν. Ὅταν γὰρ ὁ δίκην αὐτὸν ἀπαιτεῖν ὀφείλων, οὗτος καὶ τῆς σωτηρίας φαίνηται ἐπιμελούμενος τῆς αὐτοῦ, μάλιστα πάντων αὐτὸν δυσωπῆσαι δυνήσεται. Ὁρᾷς πῶς οὐ δίκης ἕνεκεν τοῦτο γίνεται, ἀλλὰ διορθώσεως; ∆ιὰ δὴ τοῦτο οὐκ εὐθέως τοὺς 58.586 δύο κελεύει λαβεῖν, ἀλλ' ὅταν αὐτὸς ἀτονήσῃ· καὶ οὐδὲ τότε ἐπαφίησιν αὐτῷ πλῆθος, ἀλλὰ μέχρι δύο ποιεῖται τὴν προσθήκην, ἢ καὶ ἑνός· ὅταν δὲ καὶ τούτων καταφρονήσῃ, τότε αὐτὸν ἐπὶ τὴν Ἐκκλησίαν ἐξάγει. Οὕτω πολλὴν ποιεῖται σπουδὴν μὴ ἐκπομπεύεσθαι τὰ τῶν πλησίον ἁμαρτήματα. Καίτοιγε ἠδύνατο ἐξ ἀρχῆς τοῦτο κελεῦσαι· ἀλλ' ἵνα μὴ τοῦτο γίνηται, οὐκ ἐκέλευσεν, ἀλλὰ μετὰ μίαν καὶ δευτέραν παραίνεσιν τοῦτο νομοθετεῖ. Τί δέ ἐστιν, Ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα; Ἔχεις μαρτυρίαν ἱκανὴν, φησὶν, ὅτι τὸ σαυτοῦ ἅπαν ἐποίησας, ὅτι οὐδὲν ἐνέλιπες τῶν εἰς σὲ ἡκόντων. Ἐὰν δὲ καὶ τούτων παρακούσῃ, εἰπὲ τῇ Ἐκκλησίᾳ· τουτέστι, τοῖς προεδρεύουσιν. Ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης. Λοιπὸν γὰρ ἀνίατα ὁ τοιοῦτος νοσεῖ. Σὺ δέ μοι σκόπει, πῶς πανταχοῦ τὸν τελώνην εἰς ὑπόδειγμα τῆς μεγίστης τίθησι κακίας. Καὶ γὰρ ἀνωτέρω φησίν· Οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ