379
φιλίας ἀφορμάς. Ὁ μὲν γὰρ ὅτι φιλεῖται, φιλεῖ· ὁ δὲ, ὅτι ἐτιμήθη· ὁ δὲ, ὅτι ἐν ἑτέρῳ τινὶ βιωτικῷ πράγματι γέγονεν αὐτῷ χρήσιμος ὁ δεῖνα· ὁ δὲ, δι' ἕτερόν τι τοιοῦτον· διὰ δὲ τὸν Χριστὸν δύσκολόν ἐστιν εὑρεῖν τινα γνησίως καὶ ὡς ἐχρῆν φιλεῖν τὸν πλησίον φιλοῦντα. Οἱ γὰρ πλείους ἀπὸ τῶν βιωτικῶν εἰσι συνδεδεμένοι πραγμάτων ἀλλήλοις. Ἀλλ' οὐχ ὁ Παῦλος οὕτως ἐφίλει, ἀλλὰ διὰ τὸν Χριστόν· διὸ καὶ μὴ φιλούμενος οὕτως ὥσπερ ἐφίλει, οὐ κατέλυσε τὴν ἀγάπην, ἐπειδὴ ῥίζαν ἰσχυρὰν κατεβάλετο τοῦ φίλτρου. Ἀλλ' οὐχὶ τὰ νῦν· ἀλλὰ πάντα ἐξετάζοντες εὑρήσομεν παρὰ τοῖς πολλοῖς φιλίας ποιητικὰ μᾶλλον ἢ τοῦτο. Καὶ εἴ τίς μοι πα 58.588 ρέσχεν ἐξουσίαν ἐν τοσούτῳ πλήθει τὴν ἐξέτασιν ποιήσασθαι ταύτην, ἔδειξα ἂν τοὺς πλείονας ἀπὸ τῶν βιωτικῶν προφάσεων ἀλλήλοις συνδεδεμένους. Καὶ δῆλον τοῦτο ἀπὸ τῶν αἰτιῶν τῶν τὴν ἔχθραν ἐργαζομένων. Ἐπειδὴ γὰρ ἀπὸ τῶν ἐπικήρων τούτων εἰσὶν ἀλλήλοις συνημμένοι, διὰ τοῦτο οὔτε θερμοὶ πρὸς ἀλλήλους εἰσὶν, οὔτε διηνεκεῖς· ἀλλὰ καὶ ὕβρις, καὶ χρημάτων ζημία, καὶ φθόνος, καὶ κενοδοξίας ἔρως, καὶ πᾶν τοιοῦτον ἐπελθὸν διακόπτει τὸ φίλτρον. Οὐ γὰρ εὑρίσκει τὴν ῥίζαν πνευματικήν. Ὡς εἴγε τοιαύτη ἦν, οὐδὲν ἂν τῶν βιωτικῶν τὰ πνευματικὰ διέλυσεν. Ἡ γὰρ διὰ τὸν Χριστὸν ἀγάπη βεβαία καὶ ἀῤῥαγὴς καὶ ἀνάλωτος, καὶ οὐδὲν αὐτὴν διασπάσαι δυνήσεται· οὐ διαβολαὶ, οὐ κίνδυνοι, οὐ θάνατος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Κἂν γὰρ μυρία πάθῃ ὁ οὕτω φιλῶν, πρὸς τὴν ὑπόθεσιν τῆς ἀγάπης ὁρῶν οὐκ ἀποστήσεται. Ὁ μὲν γὰρ διὰ τὸ φιλεῖσθαι φιλῶν, κἂν ἀηδές τι πάθῃ, διαλύει τὴν ἀγάπην· ὁ δὲ ἐκεῖθεν συνδεδεμένος οὐδέποτε ἀποστήσεται. ∆ιὸ καὶ Παῦλος ἔλεγεν· Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. Τί γὰρ ἔχεις εἰπεῖν; ὅτι τιμώμενος ὑβρίζει; ὅτι εὐεργετούμενος σφάξαι ἠβουλήθη; Ἀλλὰ καὶ τοῦτό σε μᾶλλον φιλεῖν παρασκευάζει, ἂν διὰ τὸν Χριστὸν φιλῇς. Ἃ γάρ ἐστιν ἐπὶ τῶν ἄλλων ἀνατρεπτικὰ ἀγάπης, ταῦτα ἐνταῦθα κατασκευαστικὰ γίνεται. Πῶς; Πρῶτον μὲν, ὅτι σοι μισθῶν αἴτιος ὁ τοιοῦτός ἐστι· δεύτερον, ὅτι πλείονος δεῖται βοηθείας ὁ διακείμενος οὕτω, καὶ θεραπείας πολλῆς. ∆ιά τοι τοῦτο ὁ οὕτω φιλῶν οὐ γένος ἐξετάζει, οὐ πατρίδα, οὐ πλοῦτον, οὐ τὴν πρὸς αὐτὸν ἀγάπην, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλὰ κἂν μισῆται, κἂν ὑβρίζηται, κἂν ἀναιρῆται, μένει φιλῶν ἱκανὴν ἔχων ὑπόθεσιν τοῦ φιλεῖν, τὸν Χριστόν· ὅθεν καὶ ἵσταται πεπηγὼς, βέβαιος, ἀπερίτρεπτος, πρὸς ἐκεῖνον ὁρῶν. Καὶ γὰρ ὁ Χριστὸς οὕτως ἐφίλησε τοὺς ἐχθροὺς, τοὺς ἀγνώμονας, τοὺς ὑβριστὰς, τοὺς βλασφήμους, τοὺς μισοῦντας, τοὺς οὐδὲ ἰδεῖν αὐτὸν θέλοντας, τοὺς ξύλα καὶ λίθους προτιμῶντας αὐτοῦ ἀγαπήσας, καὶ ἀγάπην τὴν ἀνωτάτω, καὶ μεθ' ἣν ἑτέραν οὐκ ἔστιν εὑρεῖν. Μείζονα γὰρ ταύτης ἀγάπην οὐδεὶς ἔχει, φησὶν, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Καὶ τοὺς σταυρώσαντας δὲ αὐτὸν, καὶ τοσαῦτα εἰς αὐτὸν ἐμπαροινήσαντας, ὅρα πῶς μένει θεραπεύων. Καὶ γὰρ τῷ Πατρὶ περὶ αὐτῶν διαλέγεται λέγων· Ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Καὶ τοὺς μαθητὰς δὲ μετὰ ταῦτα πρὸς αὐτοὺς ἀπέστειλε. Ταύτην τοίνυν καὶ ἡμεῖς τὴν ἀγάπην ζηλώσωμεν, πρὸς ταύτην ἀπίδωμεν, ἵνα μιμηταὶ γενόμενοι τοῦ Χριστοῦ, καὶ τῶν ἐνταῦθα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
58.587.50 ΟΜΙΛΙΑ ΞΑʹ. Τότε προσελθὼν αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε,
ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Λέγει αὐτῷ ὁ Ἰησοῦς, Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ' ἕως
ἑβδομηκοντάκις ἑπτά.