380
Ἐνόμισε μέγα τι λέγειν ὁ Πέτρος· διὸ καὶ ὡς φιλοτιμούμενος ἐπήγαγεν, Ἕως ἑπτάκις; Τοῦτο γὰρ, φησὶν, 58.588 ὃ ἐκέλευσας ποιεῖν, ποσάκις ποιήσω; Ἂν γὰρ ἀεὶ μὲν ἁμαρτάνῃ, ἀεὶ δὲ ἐλεγχόμενος μετανοῇ, ποσάκις τούτου ἀνέχεσθαι κελεύεις ἡμᾶς; Ἐκείνῳ μὲν γὰρ τῷ μὴ μετανοοῦντι, μηδὲ καταγινώσκοντι ἑαυτοῦ, πέρας ἐπέθηκας εἰπὼν, Ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης· τούτῳ δὲ οὐκέτι, ἀλλ' ἐκέλευσας αὐτὸν προσίεσθαι. Πο 58.589 σάκις οὖν αὐτὸν ὀφείλω φέρειν ἐλεγχόμενον καὶ μετανοοῦντα; ἀρκεῖ ἑπτάκις; Τί οὖν ὁ Χριστὸς, ὁ φιλάνθρωπος καὶ ἀγαθὸς Θεός; Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά· οὐκ ἀριθμὸν τιθεὶς ἐνταῦθα, ἀλλὰ τὸ ἄπειρον καὶ διηνεκὲς καὶ ἀεί. Ὥσπερ γὰρ τὸ μυριάκις τὸ πολλάκις δηλοῖ, οὕτω καὶ ἐνταῦθα. Καὶ γὰρ τὸ, Στεῖρα ἔτεκεν ἑπτὰ, τὰ πολλά φησιν ἡ Γραφή. Ὥστε οὐκ ἀριθμῷ συνέκλεισε τὴν ἄφεσιν, ἀλλὰ τὸ διηνεκὲς ἐδήλωσε καὶ ἀεί. Τοῦτο γοῦν καὶ διὰ τῆς παραβολῆς τῆς ἐφεξῆς κειμένης ἔδειξεν. Ἵνα γὰρ μὴ δόξῃ τισὶ μεγάλα καὶ φορτικὰ ἐπιτάττειν εἰπὼν, Ἑβδομηκοντάκις ἑπτὰ, προσέθηκε τὴν παραβολὴν ταύτην, ὁμοῦ τε ἐνάγων εἰς ὅπερ εἴρηκε, καὶ τὸν μέγα φρονοῦντα ἐπὶ τούτῳ καταστέλλων, καὶ δεικνὺς οὐ βαρὺ τὸ πρᾶγμα ὂν, ἀλλὰ καὶ σφόδρα εὔκολον. ∆ιά τοι τοῦτο τὴν αὐτοῦ φιλανθρωπίαν εἰς μέσον ἤγαγεν, ἵνα τῇ παραθέσει, φησὶ, μάθῃς, ὅτι κἂν ἑβδομηκοντάκις ἑπτὰ ἀφῇς, κἂν πάντα ἁπλῶς τὰ ἁμαρτήματα διηνεκῶς συγχωρῇς τῷ πλησίον, ὅσον σταγὼν ὕδατος πρὸς πέλαγος ἄπειρον, τοσοῦτον, μᾶλλον δὲ καὶ πολλῷ πλέον ἀποδέει σου ἡ φιλανθρωπία πρὸς τὴν ἄπειρον ἀγαθότητα τοῦ Θεοῦ, ἧς ἐν χρείᾳ καθέστηκας δικάζεσθαι μέλλων καὶ εὐθύνας παρέχειν. ∆ιὸ καὶ ἐπήγαγε λέγων· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. Μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι, ἐκέλευσε πραθῆναι αὐτὸν, καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰ τέκνα, καὶ πάντα ὅσα εἶχεν. Εἶτα ἐπειδὴ φιλανθρωπίας ἀπήλαυσεν οὗτος, ἐξελθὼν, ὀφείλοντα αὐτῷ σύνδουλον ἑκατὸν δηνάρια ἔπνιγε· καὶ τούτοις κινήσας τὸν δεσπότην, παρεσκεύασεν εἰς δεσμωτήριον πάλιν αὐτὸν ἐμβαλεῖν, ἂν ἀποτίσῃ τὸ πᾶν. Εἶδες ὅσον τὸ μέσον τῶν εἰς ἄνθρωπον καὶ εἰς Θεὸν ἁμαρτημάτων; Ὅσον τὸ μέσον μυρίων ταλάντων καὶ ἑκατὸν δηναρίων· μᾶλλον δὲ καὶ πολλῷ πλέον. Γίνεται δὲ τοῦτο καὶ ἀπὸ τῆς διαφορᾶς τῶν προσώπων, καὶ ἀπὸ τῆς συνεχείας τῶν ἁμαρτημάτων. Ἀνθρώπου μὲν γὰρ ὁρῶντος, καὶ ἀφιστάμεθα, καὶ ὀκνοῦμεν ἁμαρτάνειν· Θεοῦ δὲ καθ' ἑκάστην βλέποντος τὴν ἡμέραν, οὐκ ἀπεχόμεθα, ἀλλὰ καὶ πράττομεν ἀδεῶς ἅπαντα, καὶ φθεγγόμεθα. Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς εὐεργεσίας, καὶ ἀπὸ τῆς τιμῆς ἧς ἀπηλαύσαμεν, χαλεπώτερα γίνεται τὰ ἁμαρτήματα. Καὶ εἰ βούλεσθε μαθεῖν, πῶς ἐστι μυρία τάλαντα, μᾶλλον δὲ καὶ πολλῷ πλείονα τὰ εἰς αὐτὸν ἁμαρτήματα, δεῖξαι πειράσομαι διὰ βραχέων. Ἀλλὰ φοβοῦμαι μὴ τοῖς πρὸς κακίαν ῥέπουσι καὶ διηνεκῶς ἁμαρτάνειν φιλοῦσι πλείονα παράσχω τὴν ἄδειαν, ἢ τοὺς ἐπιεικεστέρους εἰς ἀπόγνωσιν ἐμβάλω, καὶ τὸ τῶν μαθητῶν εἴπωσι· Τίς δύναται σωθῆναι; Πλὴν ἀλλὰ καὶ οὕτως ἐρῶ, ἵνα τοὺς προσέχοντας ἀσφαλεστέρους ἐργάσωμαι καὶ ἐπιεικεστέρους. Οἵ τε γὰρ ἀνίατα νοσοῦντες καὶ ἀνάλγητοι, καὶ τούτων χωρὶς τῶν λόγων, οὐκ ἀφίστανται τῆς οἰκείας ῥᾳθυμίας τε καὶ πονηρίας· εἰ δὲ καὶ ἐντεῦθεν πλείονα λαμβάνοιεν ἀφορμὴν ὀλιγωρίας, οὐ τῶν λεγομένων ἡ αἰτία, ἀλλὰ τῆς ἐκείνων ἀναισθησίας· ὡς τά γε λεγόμενα καὶ συστεῖλαι δυνήσεται καὶ κατανύξαι τοὺς προσέχοντας μᾶλλον· οἵ τε ἐπιεικέστεροι, ὅταν ἴδωσι μὲν τὸν ὄγκον τῶν ἁμαρτη 58.590 μάτων, μάθωσι δὲ καὶ τὴν δύναμιν τῆς μετανοίας, μᾶλλον αὐτῆς ἀνθέξονται· διόπερ ἀναγκαῖον εἰπεῖν. Ἐρῶ τοίνυν, καὶ θήσω τὰ ἁμαρτήματα, ὅσα τε εἰς Θεὸν πλημμελοῦμεν, καὶ ὅσα εἰς ἀνθρώπους· καὶ θήσω οὐ τὰ ἴδια, ἀλλὰ τὰ κοινά· τὰ δὲ ἴδια ἕκαστος συναπτέτω λοιπὸν ἀπὸ τοῦ συνειδότος. Ποιήσω δὲ τοῦτο, πρότερον τὰς εὐεργεσίας θεὶς τοῦ Θεοῦ. Τίνες οὖν αἱ εὐεργεσίαι;