381
Ἐποίησεν ἡμᾶς οὐκ ὄντας, καὶ πάντα δι' ἡμᾶς εἰργάσατο τὰ ὁρώμενα, οὐρανὸν, θάλατταν, γῆν, ἀέρα, τὰ ἐν αὐτοῖς πάντα, ζῶα, φυτὰ, σπέρματα· δεῖ γὰρ ἐπιτεμεῖν διὰ τὸ πέλαγος τῶν ἔργων τὸ ἄπειρον. Ψυχὴν ζῶσαν ἡμῖν ἐνέπνευσε μόνοις τοιαύτην τῶν ἐπὶ γῆς, παράδεισον ἐφύτευσε, βοηθὸν ἔδωκε, πᾶσι τοῖς ἀλόγοις ἐπέστησε, δόξῃ καὶ τιμῇ ἐστεφάνωσε. Μετὰ ταῦτα γενόμενον ἀγνώμονα περὶ τὸν εὐεργέτην μείζονος ἠξίωσε δωρεᾶς. βʹ. Μὴ γὰρ τοῦτο ἴδῃς μόνον, ὅτι ἐξέβαλε παραδείσου, ἀλλὰ καὶ τὸ κέρδος σκόπει τὸ ἐκ τούτου γενόμενον. Μετὰ γὰρ τὸ ἐκβαλεῖν παραδείσου, καὶ τὰ μυρία ἐκεῖνα ἐργάσασθαι ἀγαθὰ, καὶ τὰς ποικίλας οἰκονομίας ἐπιτελέσαι, καὶ τὸν υἱὸν ἔπεμψε τὸν ἑαυτοῦ ὑπὲρ τῶν εὐεργετηθέντων καὶ μισούντων, καὶ τὸν οὐρανὸν ἡμῖν ἀνέῳξε καὶ τὸν παράδεισον αὐτὸν ἀνεπέτασε, καὶ υἱοὺς ἡμᾶς ἐποίησε, τοὺς ἐχθροὺς, τοὺς ἀγνώμονας. ∆ιὸ καὶ εὔκαιρον νῦν εἰπεῖν· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! Ἔδωκε δὲ ἡμῖν καὶ βάπτισμα ἀφέσεως ἁμαρτημάτων, καὶ τιμωρίας ἀπαλλαγὴν, καὶ βασιλείας κληρονομίαν, καὶ μυρία ἐπηγγείλατο κατορθοῦσιν ἀγαθὰ, καὶ χεῖρα ὤρεξε, καὶ πνεῦμα ἐξέχεεν εἰς τὰς καρδίας ἡμῶν. Τί οὖν; μετὰ τοσαῦτα καὶ τηλικαῦτα ἀγαθὰ, πῶς ἡμᾶς διακεῖσθαι ἐχρῆν; ἆρα εἰ καὶ καθ' ἑκάστην ἀπεθνήσκομεν τὴν ἡμέραν ὑπὲρ τοῦ οὕτως ἡμᾶς φιλοῦντος, ἐξετίννυμεν ἂν τὴν ἀξίαν, μᾶλλον δὲ τὸ πολλοστὸν τῆς ὀφειλῆς κατετίθεμεν; Οὐδαμῶς· καὶ γὰρ καὶ τοῦτο πάλιν εἰς τὸ κέρδος τὸ ἡμέτερον περιίστατο. Πῶς οὖν διακείμεθα οἱ οὕτω διακεῖσθαι ὀφείλοντες; Καθ' ἑκάστην ἡμέραν εἰς τοὺς νόμους ἐνυβρίζομεν τοὺς αὐτοῦ. Ἀλλὰ μὴ ἀγανακτήσητε, ἂν ἐπαφῶ τὴν γλῶτταν τοῖς ἁμαρτάνουσιν· οὐ γὰρ ὑμῶν κατηγορήσω μόνον, ἀλλὰ καὶ ἐμαυτοῦ. Πόθεν οὖν βούλεσθε ἄρξομαι; ἀπὸ τῶν δούλων; ἀπὸ τῶν ἐλευθέρων; ἀπὸ τῶν στρατευομένων; ἀπὸ τῶν ἰδιωτῶν; ἀπὸ τῶν ἀρχόντων; ἀπὸ τῶν ἀρχομένων; ἀπὸ τῶν γυναικῶν; ἀπὸ τῶν ἀνδρῶν; ἀπὸ τῶν γερόντων; ἀπὸ τῶν νέων; ἀπὸ ποίας ἡλικίας; ἀπὸ ποίου γένους; ἀπὸ ποίου ἀξιώματος; ἀπὸ ποίου ἐπιτηδεύματος; Βούλεσθε ἀπὸ τῶν στρατευομένων ποιήσομαι τὴν ἀρχήν; Τί τοίνυν οὐχ ἁμαρτάνουσιν οὗτοι καθ' ἑκάστην ἡμέραν ὑβρίζοντες, λοιδορούμενοι, μαινόμενοι, τὰς ἀλλοτρίας πραγματευόμενοι συμφορὰς, λύκοις ἐοικότες, πλημμελημάτων οὐδέποτε καθαρεύοντες, πλὴν εἰ μὴ καὶ τὴν θάλατταν εἴποι τις κυμάτων εἶναι ἐκτός; Ποῖον γὰρ αὐτοῖς πάθος οὐκ ἐνοχλεῖ; ποῖον δὲ νόσημα οὐ πολιορκεῖ αὐτῶν τὴν ψυχήν; Πρὸς μὲν γὰρ τοὺς ὁμοτίμους ζηλοτύπως διάκεινται, καὶ φθονοῦσι καὶ κενοδοξοῦσι· πρὸς δὲ τοὺς ὑποτεταγμένους, πλεονεκτικῶς· πρὸς δὲ τοὺς δίκας ἔχοντας, καὶ ὡς εἰς λιμένα κατατρέχοντας, πολεμίως καὶ ἐπιόρκως. Πόσαι παρ' αὐτοῖς ἁρπαγαί! πόσαι πλεονεξίαι! πόσαι συκοφαντίαι καὶ καπηλεῖαι! πόσαι κολακεῖαι δουλοπρεπεῖς! Φέρε οὖν, καθ' ἕκαστον ἁρμόσωμεν 58.591 τὸν τοῦ Χριστοῦ νόμον. Ὁ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχος ἔσται τῇ γεέννῃ τοῦ πυρός. Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτήν. Ἐὰν μή τις ταπεινώσῃ ἑαυτὸν ὡς τὸ παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Οὗτοι δὲ καὶ ἐπιτηδεύουσι τῦφον, κατὰ τῶν ὑπηκόων καὶ παραδεδομένων καὶ τρεμόντων αὐτοὺς καὶ δεδοικότων θηρίου γινόμενοι χαλεπώτεροι· διὰ μὲν τὸν Χριστὸν οὐδὲν ποιοῦντες, πάντα δὲ διὰ τὴν γαστέρα, διὰ τὰ χρήματα, διὰ τὴν κενοδοξίαν. Ἆρα ἔνι ἀριθμῆσαι διὰ ῥημάτων τὴν τῶν πραγμάτων πλημμέλειαν; Τί ἄν τις εἴποι τὰς χλευασίας αὐτῶν, τὸν γέλωτα, τὰς ἀκαίρους διαλέξεις, τὰς αἰσχρολογίας; Περὶ δὲ πλεονεξίας οὐδὲ εἰπεῖν ἔνι. Καθάπερ γὰρ οἱ ἐν τοῖς ὄρεσι μοναχοὶ οὐδὲ τί ποτέ ἐστιν ἡ πλεονεξία ἴσασιν, οὕτως οὐδὲ οὗτοι· ἀλλ' ἀπεναντίας ἐκείνοις. Ἐκεῖνοι μὲν γὰρ διὰ τὸ πόῤῥω τοῦ νοσήματος εἶναι ἀγνοοῦσι τὸ πάθος· οὗτοι δὲ διὰ τὸ σφόδρα ἐν αὐτῷ μεθύειν οὐδὲ αἰσθάνονται ὅσον ἐστὶ τὸ κακόν. Οὕτω γὰρ παρώσατο τὴν ἀρετὴν ἡ κακία αὕτη καὶ τυραννεῖ, ὡς μηδὲ ἔγκλημα βαρὺ εἶναι νομίζεσθαι αὐτὴν παρὰ τοῖς μαινομένοις ἐκείνοις. Ἀλλὰ βούλεσθε τούτους ἀφέντες, ἐφ' ἑτέρους ἔλθωμεν ἐπιεικεστέρους; Φέρε οὖν, τὸ τῶν