384
ψιλῆς ἱκετηρίας κατήλλαξας. Εἰ δὲ καὶ οὕτω σοι φορτικὸν τὸ φίλον γενέσθαι τῷ λελυπηκότι, πολλῷ βαρύτερον τὸ εἰς γέενναν ἐμπεσεῖν· καὶ εἰ τοῦτο ἀντέθηκας ἐκείνῳ, τότε ἂν ἔγνως, ὅτι πολλῷ τοῦτο κουφότερον. Καὶ ὅτε μὲν μυρία τάλαντα ὤφειλεν, οὐκ ἐκάλεσε πονηρὸν, οὐδὲ ὕβρισεν, ἀλλ' ἠλέησεν· ὅτε δὲ περὶ τὸν σύνδουλον ἀγνώμων ἐγένετο, τότε λέγει, Πονηρὲ δοῦλε. Ἀκούσωμεν, οἱ πλεονέκται· καὶ γὰρ πρὸς ἡμᾶς ὁ λόγος. 58.594 Ἀκούσωμεν, καὶ οἱ ἀνηλεεῖς καὶ ὠμοί· ὅτι οὐχ ἑτέροις ἐσμὲν ὠμοὶ, ἀλλ' ἑαυτοῖς. Ὅταν οὖν βούλῃ μνησικακεῖν, ἐννόησον ὅτι σαυτῷ μνησικακεῖς, οὐχ ἑτέρῳ, ὅτι τὰ σαυτοῦ καταδεσμεῖς ἁμαρτήματα, οὐ τὰ τοῦ πλησίον. Σὺ μὲν γὰρ, ὅπερ ἂν ἐργάσῃ τούτῳ, ὡς ἅνθρωπος ἐργάζῃ καὶ ἐν τῷ παρόντι βίῳ· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ μειζόνως σε τιμωρήσεται, καὶ τιμωρίαν τὴν ἐκεῖ. Παρέδωκε γὰρ αὐτὸν, ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον· τουτέστι, διηνεκῶς· οὔτε γὰρ ἀποδώσει ποτέ. Ἐπειδὴ γὰρ οὐκ ἐγένου τῇ εὐεργεσίᾳ βελτίων, λείπεται τῇ τιμωρίᾳ σε διορθοῦσθαι. Καίτοιγε ἀμεταμέλητα τὰ χαρίσματα καὶ αἱ δωρεαί· ἀλλὰ τοσοῦτον ἴσχυσεν ἡ κακία, ὡς καὶ τοῦτον λῦσαι τὸν νόμον. Τί τοίνυν τοῦ μνησικακεῖν χαλεπώτερον, ὅταν δωρεὰν θείαν τοσαύτην καὶ τηλικαύτην ἀνατρέπον φαίνηται; Καὶ οὐδὲ ἁπλῶς αὐτὸν παρέδωκεν, ἀλλὰ ὀργισθείς. Ὅτε μὲν γὰρ ἐκέλευσε πραθῆναι, οὐκ ἦν ὀργῆς τὰ ῥήματα· οὐκοῦν οὐδὲ ἐποίησεν· ἀλλ' ἀφορμὴ φιλανθρωπίας μεγίστη· νυνὶ δὲ ἀγανακτήσεως πολλῆς ἡ ψῆφος, καὶ τιμωρίας, καὶ κολάσεως. Τί οὖν ἡ παραβολὴ βούλεται; Οὕτω ποιήσει καὶ ὑμῖν, φησὶν, ὁ Πατήρ μου, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῆς καρδίας ὑμῶν τὰ παραπτώματα αὐτῶν. Οὐ λέγει, Ὁ Πατὴρ ὑμῶν· ἀλλ', Ὁ Πατήρ μου. Οὐ γὰρ ἄξιον τοῦ τοιούτου καλεῖσθαι Πατέρα τὸν Θεὸν, τοῦ οὕτω πονηροῦ καὶ μισανθρώπου. εʹ. ∆ύο τοίνυν ἐνταῦθα ζητεῖ, καὶ καταγινώσκειν ἡμᾶς τῶν ἁμαρτημάτων, καὶ ἑτέροις ἀφιέναι· καὶ ἐκεῖνο διὰ τοῦτο, ἵνα εὐκολώτερον τοῦτο γένηται (ὁ γὰρ τὰ ἑαυτοῦ ἐννοῶν, συγγνωμονικώτερος ἔσται τῷ συνδούλῳ)· καὶ οὐχ ἁπλῶς ἀφιέναι ἀπὸ στόματος, ἀλλ' ἀπὸ καρδίας. Μὴ δὴ καθ' ἑαυτῶν τὸ ξίφος ὠθῶμεν μνησικακοῦντες. Τί γάρ σε καὶ τοιοῦτον ἐλύπησεν ὁ λελυπηκὼς, οἷον σὺ σαυτὸν ἐργάσῃ τῆς ὀργῆς μεμνημένος, καὶ ἐπισπώμενος κατὰ σαυτοῦ τὴν καταδικάζουσάν σε παρὰ Θεοῦ ψῆφον; Ἂν μὲν γὰρ νήφῃς καὶ φιλοσοφῇς, εἰς τὴν ἐκείνου κεφαλὴν περιστήσεται τὸ δεινὸν, κἀκεῖνος ἔσται ὁ πάσχων κακῶς· ἂν δὲ μένῃς ἀγανακτῶν καὶ δυσχεραίνων, τότε αὐτὸς ὑποστήσῃ τὴν βλάβην, οὐ παρ' ἐκείνου, ἀλλὰ παρὰ σαυτοῦ. Μὴ τοίνυν λέγε, ὅτι ὕβρισε καὶ διέβαλε καὶ μυρία εἰργάσατο κακά· ὅσα γὰρ ἂν εἴπῃς, τοσούτῳ μᾶλλον δεικνύεις αὐτὸν εὐεργέτην. Ἔδωκε γὰρ ἀφορμὴν ἀπολούσασθαι τὰ ἁμαρτήματα· ὥστε ὅσῳ ἂν μείζονα ἠδικηκὼς ᾖ, τοσούτῳ μείζονος ἁμαρτημάτων ἀφέσεως αἴτιός σοι καθίσταται. Ἂν γὰρ ἐθέλωμεν, οὐδεὶς ἡμᾶς ἀδικῆσαι δυνήσεται· ἀλλὰ καὶ οἱ ἐχθροὶ τὰ μέγιστα ὠφελήσουσιν ἡμᾶς. Καὶ τί λέγω τοὺς ἀνθρώπους; Τοῦ γὰρ διαβόλου τί γένοιτ' ἂν πονηρότερον; ἀλλ' ὅμως καὶ ἐκεῖθεν πολλὴν ἀφορμὴν εὐδοκιμήσεως ἔχομεν, καὶ δείκνυσιν ὁ Ἰώβ. Εἰ δὲ ὁ διάβολος ἀφορμὴ γέγονε στεφάνων, τί δέδοικας ἄνθρωπον ἐχθρόν; Ὅρα οὖν ὅσα κερδαίνεις, πράως τὰς τῶν ἐχθρῶν φέρων ἐπηρείας. Πρῶτον μὲν καὶ μέγιστον, ἁμαρτημάτων ἀπαλλαγήν· δεύτερον, καρτερίαν καὶ ὑπομονήν· τρίτον, ἡμερότητα καὶ φιλανθρωπίαν. Ὁ γὰρ τοῖς λυποῦσιν οὐκ εἰδὼς ὀργίζεσθαι, πολλῷ μᾶλλον τοῖς φιλοῦσιν αὐτὸν ἐπιτήδειος ἔσται. Τέταρτον, τὸ καθαρεύειν ὀργῆς διηνεκῶς· ᾧ οὐδὲν γένοιτ' ἂν ἴσον. Ὁ γὰρ ὀργῆς καθαρεύων, εὔδηλον ὅτι καὶ τῆς ἐντεῦθεν ἀθυμίας ἀπήλλακται, καὶ οὐκ ἀνα 58.595 λώσει τὸν βίον εἰς ματαιοπονίας καὶ ὀδύνας. Ὁ γὰρ οὐκ εἰδὼς ἀπεχθάνεσθαι, οὐδὲ λυπεῖσθαι οἶδεν, ἀλλὰ τρυφῆς ἀπολαύσεται καὶ μυρίων ἀγαθῶν. Ὥστε ἑαυτοὺς τιμωρούμεθα μισοῦντες ἑτέρους· ὥσπερ οὖν καὶ ἑαυτοὺς εὐεργετοῦμεν ἀγαπῶντες. Πρὸς τούτοις ἅπασιν αἰδέσιμος ἔσῃ καὶ αὐτοῖς τοῖς ἐχθροῖς, κἂν δαίμονες ὦσι· μᾶλλον δὲ οὐδὲ ἕξεις λοιπὸν ἐχθρὸν διακείμενος οὕτω. Τὸ δὲ πάντων μεῖζον καὶ πρῶτον, τὴν τοῦ